
Полная версия:
Комментарии к Метафизике Аристотеля. Том 2 (кн. Γ, Δ, Ε и Ζ)
25 p. 1005a19 Λεκτέον δὲ πότερον μιᾶς ἢ ἑτέρας ἐπιστήμης περί τε τῶν ἐν τοῖς μαθήμασι καλουμένων ἀξιωμάτων.
Ἐζήτησε τοῦτο καὶ ἐν τῷ β στοιχείῳ, πότερον ὁ πρῶτος φιλόσοφος διαλέξεται περὶ πασῶν τῶν οὐσιῶν καὶ τῶν καθ αὑτὸ ὑπαρχόντων ταῖς οὐσίαις· καὶ ἔδειξεν ὅτι ὁ πρῶτος φιλόσοφος προσεχῶς διαλέξεται περὶ 30 αὐτῶν. πρὸς δὲ τούτοις ἐζήτησε καὶ περὶ τῶν ἀξιωμάτων, εἴτε τοῦ καθ ἕκαστα ἐπιστήμονός ἐστι διαλεχθῆναι περὶ αὐτῶν ἤγουν τοῦ πρώτου φιλο- σόφου τοῦ ἔχοντος περὶ τὸ ἁπλῶς ὂν ᾗ ὄν ἐστιν. ἐνταῦθα τοίνυν δείκνυσιν ὅτι τοῦ ἁπλῶς φιλοσόφου ἐστὶ τὸ διαλεχθῆναι περὶ τῶν ἀξιωμάτων, τουτ- έστι τῶν κοινῶν ἐννοιῶν, ταὐτὸν δὲ εἰπεῖν τῶν ἀρχῶν τῶν ἀποδείξεων, ὡς 35 εἴρηται ἐν τῇ Ἀποδεικτικῇ πραγματείᾳ· οἷον ὅτι τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα. ὁ γὰρ γεωμέτρης κέχρηται τούτῳ τῷ ἀξιώματι τῷ λέγοντι τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα, ἀλλὰ καὶ ἀριθμητικὸς καὶ μουσικὸς καὶ φυσικός· ἀλλ ὁ μὲν γεωμέτρης ἐπὶ μεγεθῶν, οὐκέτι δὲ
καὶ ἐπὶ ἀριθμῶν, ὁ δὲ ἀριθμητικὸς ἐπὶ ἀριθμῶν, ὁ δὲ μουσικὸς ἐπὶ χορ- f. 173v δῶν, ὁ δὲ φυσικὸς ἐπὶ κινήσεων. ὥστε καὶ αὐτοὶ οἱ καθ ἕκαστα ἐπιστή- μονες διαλέγονται περὶ τῶν ἀξιωμάτων, ἐπειδὴ τῶν ὄντων ὑπάρχουσι. λαμ- βάνοντες αὐτὰ ὡς ὁμολογούμενα· ἁπλῶς δὲ περὶ αὐτῶν τῶν ἀξιωμάτων ὁ 5 πρῶτος φιλόσοφος διαλέγεται, ἐπειδὴ οὐδεμιᾷ ἐπιστήμῃ ὑπάρχει ἀφωρισμένῃ, οἷον γεωμετρίᾳ, εἰ τύχοι, ἢ ἀριθμητικῇ. εἰ γὰρ μιᾷ ἐπιστήμῃ ὑπῆρχεν ἀφωρισμένῃ, ἔδει τὰς ἄλλας μὴ διαλέγεσθαι περὶ αὐτῶν· εἰ τοίνυν δια- λέγονται, ὡς ἐδείξαμεν, δῆλον ὅτι οὐχ ὑπάρχει μιᾷ. ὥστε χρῶνται τοῖς ἀξιώμασιν οἱ καθ ἕκαστα ἐπιστήμονες, εἰς ὅσην δέονται, οἷον γεωμετρία 10 ἐπὶ μεγεθῶν, ἀριθμητικὴ ἐπὶ ἀριθμῶν· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. ἐπεὶ οὖν κοινῶς πάσαις ἐπιστήμαις ὑπάρχουσι τὰ ἀξιώματα, περὶ δὲ τῶν ἁπλῶς ὄντων ὁ πρῶτος φιλόσοφος διαλέξεται, καὶ περὶ τῶν ἀξιωμάτων τοῦ πρώτου φιλοσόφου ἐστὶν εἰπεῖν· οὐδεὶς γὰρ τῶν κατὰ μέρος ἐπισκο- πούντων ἐγχειρεῖ τι λέγειν περὶ αὐτῶν, εἰ ἀληθῆ ἢ μή, οὔτε ὁ γεωμέτρης 15 οὔτε ἄλλος τις, δεικνύς, εἰ τύχοι, ὅτι οὐκ εἰσὶν ἀποδεικταὶ καὶ ἀναιρῶν τοὺς σπουδάζοντας ἀνατρέπειν αὐτά, ὥσπερ αὐτὸς ἐφεξῆς ποιεῖ περὶ τῆς ἀντιφάσεως ὡς πρῶτος φιλόσοφος. οἱ δὲ φυσικοὶ ὑπέλαβον ὅτι ἔργον αὐτῶν ἐστι διαλέγεσθαι περὶ τῶν ἀξιωμάτων, ἐπειδὴ ᾤοντο καὶ περὶ πάν- των τῶν ὄντων διαλέγεσθαι· οὐδὲν γὰρ ἄλλο ὑπελάμβανον εἶναι παρὰ τὰ 20 φυσικὰ πράγματα, ἀγνοοῦντες ὅτι πρῶτον μὲν τῶν ἄλλων ὑπάρχει, πρὸ δὲ αὐτῶν ἐστι τὰ νοητά, ἐξ ὧν καὶ τὰ φυσικὰ πάντα παράγονται. ὥστε μόνος ὁ πρῶτος φιλόσοφος διαλέξεται περὶ τῶν ἀξιωμάτων, καὶ περὶ ἁπάν- των τῶν ὄντων διαλεγόμενος, αἰσθητῶν φημι καὶ νοητῶν. τινὲς γὰρ ἀπαιδεύτως ὑπέλαβον ἀποδείκνυσθαι τὰ ἀξιώματα, λέγοντες οὕτως ὅτι τὰ 25 τῷ αὐτῷ ἴσα τὸν αὐτὸν κατέχει τόπον, τὰ τὸν αὐτὸν κατέχοντα τόπον f. 174r ἴσα ἀλλήλοις ἐστί, τὰ τῷ αὐτῷ ἄρα ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα. ἐροῦμεν τοίνυν ἡμεῖς πρὸς αὐτοὺς λέγοντες ὅτι, ὦ ἄνθρωποι, πάνυ ἐστὶν εὐχερὲς τὸ δέξασθαι ὅτι τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα, ἤπερ τὸ παρα- δέξασθαι ὅτι τὰ τῷ αὐτῷ ἴσα τὸν αὐτὸν κατέχει τόπον. ἄδηλος γάρ ἐστι 30 καὶ πάνυ δύσκολος ἡ περὶ τοῦ τόπου θεωρία· πῶς οὖν ὅλως ἀγνοουμένου τοῦ τόπου τοῦτο πειρᾶσθε δεικνύναι; ἰστέον οὖν ὅτι αὐτὰ τὰ κυρίως ἀξιώ- ματα οὐχ ὑπάρχουσιν ἀποδεικτά· δεῖ γὰρ περὶ τούτων ἥκειν προεπιστα- μένους, περὶ τῶν ἀξιωμάτων φημί, ἀλλὰ μὴ ἀκούοντας ζητεῖν· οὕτως γὰρ πᾶσα ἡ διδασκαλία ταραχθήσεται. ἄλλως τε δὴ [δ] ἔχει ὁμολογουμένας 35 τὰς ἀρχάς. τότε γὰρ γινώσκομεν τὰ πράγματα, ὅταν εἰδείημεν τὰς ἀρχὰς αὐτῶν, ὡς αὐτός φησιν ἀρχόμενος τῆς Φυσικῆς πραγματείας ἐπειδὴ τὸ εἰδέναι καὶ τὸ ἐπίστασθαι συμβαίνει περὶ πάσας τὰς μεθόδους, ὅταν τὰ αἴτια αὐτῶν γνωρίσωμεν καὶ τὰς ἀρχάς· εἰ δὲ ὑποθώμεθα εἶναι τὰ ἀξιώ- ματα ἀποδεικτά, οὐδὲν ἔσται τῷ ὄντι ἀποδεικτόν. βούλομαι γὰρ γνῶναι 40 τὴν ἀθανασίαν τῆς ψυχῆς ὅτι ἀθάνατός ἐστιν ἡ ψυχή, καὶ λαμβάνω ἀρχὴν
ταύτην ὅτι τὸ φθειρόμενον ἢ ὡς σῶμα φθείρεται ἢ ὡς ἐν σώματι τὸ εἶναι ἔχον. εἰ τοίνυν ἄγνωστός ἐστιν αὕτη ἡ ἀρχή, πάλιν δέομαι ἑτέρας ἀρχῆς πρὸς τὸ ἀποδεῖξαι, καὶ ἐπὶ ἐκείνης ὁμοίως, καὶ τοῦτο ἐπ ἄπειρον. ὥστε οὐκ ἔσται γνῶσις ἀγνοουμένων τῶν ἀρχῶν· γνῶναι δὲ τὰς ἀρχὰς ἀδύνατόν 5 ἐστι διὰ τὴν ἀπειρίαν. ὥστε οὐκ ἀποδεικτὰ ὑπάρχουσι τὰ ἀξιώματα. Ἰστέον ὅτι πάντων τῶν ἀξιωμάτων ἀρχικώτατόν ἐστι τὸ ἀξίωμα τὸ περὶ τῆς ἀντιφάσεως· πάντα γὰρ τὰ ἄλλα ἀξιώματα εἰς αὐτὴν ἀναλύονται καὶ οὕτως κατασκευάζονται. οἷον λεγόντων ἡμῶν ὅτι τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα· εἰ γὰρ μή. ἰδοὺ ἀντίφασις, καὶ οὕτως ἔσται μὲν τὸ 10 ἀδύνατον. πάλιν ἐὰν ἀπὸ ἴσων ἴσα ἀφαιρεθῇ, τὰ καταλιμπανόμενά ἐστιν f. 174v ἴσα· εἰ γὰρ μή, ἕψεται ἀδύνατον. ὑποκείσθωσαν γὰρ ἴσα τὰ αβ γδ καὶ ἀφῃρήσθωσαν ἀπ αὐτῶν ἴσα τὰ αε γζ· λέγω ὅτι τὰ καταλειφθέντα ἴσα ὑπάρχουσι, τουτέστι τὰ εβ ζδ. εἰ γὰρ μὴ ὑπάρχουσιν ἴσα, τὸ ἕτερον αὐτῶν μεῖζόν ἐστιν. ἔστω μεῖζον τὸ εβ τοῦ ζδ, καὶ ὑποκείσθωσαν τὰ απ 15 ζδ ἴσα, ὥστε τὰ αβ γδ ἴσα ὑπάρχουσι. μεῖζον δὴ τὸ αβ τοῦ γδ· ὑπέ- κειτο δὲ καὶ ἴσον, ὅπερ ἐστὶν ἄτοπον. ὥστε παντὶ πάντως, ἐὰν ἀπὸ ἴσων ἴσα ἀφαιρεθῇ, τὰ καταλιμπανόμενά ἐστιν ἴσα. ὁμοίως δὲ καὶ ἐπὶ ἄλλων. λέγω γὰρ ὅτι ἀθάνατός ἐστιν ἡ ψυχή. εἰ γὰρ μή, πάλιν κέχρημαι τῇ ἀντιφάσει, καὶ οὕτως διὰ τῆς ἀδυνάτου ἐπιδείκνυμι. ὥστε ἀρχικώτατον 20 πάντων τῶν ἀξιωμάτων, ὡς εἴρηται, τὸ περὶ τῆς ἀντιφάσεως ἀξίωμα, καὶ ἀδύνατόν ἐστιν αὐτὴν συναληθεύειν. καθάπερ, φησίν, ἀπαιδεύτως τινὲς τοῦτο ὑπελάμβανον, μάρτυρα παράγοντες τὸν Ἡράκλειτον. ἐπειδὴ ἔλεγεν ἐκεῖνος ἕνα ὁρισμὸν εἶναι πάντων τῶν πραγμάτων. εἰ γὰρ τῷ ὄντι πάν- των τῶν πραγμάτων εἷς ὁρισμὸς ὑπάρχει, τὰ δὲ κοινωνοῦντα κατὰ τὸν 25 ὁρισμὸν τὰ αὐτὰ ἀλλήλοις ὑπάρχουσι. συνδραμεῖται ἡ ἀντίφασις· εἷς γὰρ καὶ ὁ αὐτὸς ὁρισμὸς ἀγαθοῦ τε καὶ οὐκ ἀγαθοῦ, ὥστε ταὐτὸν ἔσται ἀγαθὸν καὶ οὐκ ἀγαθόν, καὶ ἀγαθὸν καὶ κακόν, καὶ καλὸν καὶ οὐ καλόν. ὥστε, ὡς εἴρηται, συναληθεύσει ἡ ἀντίφασις καὶ οὐκέτι διαιρεῖ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος ἐπὶ πάντων τῶν ὄντων, καὶ ὥς φησιν ὁ Πλάτων, ὅτι οὐδὲν καυχή- 30 σεται τῶν ὄντων ἐκφυγεῖν τὴν ἀντίφασιν. πάντα γὰρ περιλαμβάνει ἢ ψυχή ἐστιν ἢ οὐκ ἔστι ψυχή· πάντα γὰρ τὰ παρὰ τὴν ψυχὴν οὐκ ἔστι ψυχή. φησὶν οὖν ὁ Ἀριστοτέλης ἢ ὅτι οὐκ ἔλεγε τοῦτο ὁ Ἡράκλειτος, ἢ εἴπερ ἔλεγε, συμβολικῶς ἔλεγεν, ὡς εἴρηται ἐν τῇ Φυσικῇ πραγματείᾳ, ὅτι ἐπειδὴ γίνονται τὰ εἴδη ἐν τῇ ὕλῃ, χραίνονται· τὰ γὰρ ἄυλα εἴδη ἀμιγῆ ὑπάρ- f. 175r 35 χουσι. τούτου χάριν ἔλεγεν ἕνα εἶναι πάντων τὸν ὁρισμὸν διὰ τὸ πάντα ἐν τῇ ὕλῃ θεωρεῖσθαι καὶ χραίνεσθαι αὐτὰ ἐκ τῆς ὕλης. ἢ ὅτι ταῦτα ἔλεγεν οὐκ ἔχων οὕτως· πολλάκις γὰρ λέγομέν τινα μὴ ἔχοντες οὕτως. ὥσπερ, φησί, περὶ τῆς τοῦ ὁρισμοῦ ἀϊδιότητός τινες πειρῶνται δεικνύναι αὐτὸν ἀΐδιον μὴ ἔχοντες οὕτως· ἤγουν τὸ ἀνάπαλιν δεικνύναι τὰ ἀξιώματα
πρὸ τῶν ἀποδείξεων. ἐπεὶ οὐδὲν ἔσται ἀποδεικτόν. ὥσπερ τὰ ἀγέννητα πρὸ τῶν γεννητῶν, ἐπεὶ οὕτως οὐδὲν ἔσται γεννητόν. φησὶν οὖν ὅτι τινὲς διὰ ἀπαιδευσίαν ἐπειρῶντο *** πάντων ἀρχὰς τὰς ἀποδείξεις εἶναι· τῷ ὄντι δὲ ἀπαιδευσία ἐστὶ τὸ μὴ γινώσκειν, τίνων δεῖ ζητεῖν ἀπόδειξιν καὶ τίνων 5 οὐ· ὅτι τῶν μὲν γνωρίμων οὐ δεῖ ζητεῖν ἀπόδειξιν, ὥσπερ ἐπὶ τῆς ἀντι- φάσεως (ὡμολόγηται γὰρ ὅτι οὐ συντρέχει ἡ κατάφασις τῇ ἀποφάσει· οὐ γὰρ ταὐτόν ἐστιν ἄνθρωπος καὶ οὐκ ἄνθρωπος). τῶν δὲ μὴ γνωρίμων δεῖ ἡμᾶς ζητεῖν ἀπόδειξιν, οἷον ὅτι ἀθάνατός ἐστιν ἡ ψυχή· τοῦτο γὰρ ἀγνο- οῦσιν οἱ πολλοὶ ἄνθρωποι ἀποδεικτικῶς. ἐπεὶ οὖν τινες ἐπειράθησαν ἀνα- 10 τρέψαι τὸ δόγμα τὸ περὶ τῆς ἀντιφάσεως λέγοντες ὅτι οὐ διαιρεῖ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος. δεῖ ἡμᾶς, φησίν, ἑπομένους τῇ φύσει τῶν πραγμάτων ἐλέγξαι μὲν τοὺς παρ αὐτῶν λόγους, μηκέτι δὲ ἀποδεῖξαι ὅτι ἔστιν ἀντίφασις· ὡς γὰρ διὰ πλειόνων λόγων εἰρήκαμεν, οὐ δυνατόν ἐστιν ἀποδεῖξαι αὐτήν, ἐπειδὴ πᾶσα ἀπόδειξις λαμβάνεται ἐξ ἀρχῶν τινων ὁμολογουμένων, οὐδὲν 15 δὲ ἀρχαιότερόν ἐστι τῆς ἀντιφάσεως. εἰ οὖν πειραθείη τις ἀποδεῖξαι αὐτήν, τὸ ἐν τῇ ἀρχῇ αἰτεῖται λέγων οὕτως ἡ ἀντίφασις διαιρεῖ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, ἐπειδὴ ἡ κατάφασις οὐ συντρέχει τῇ ἀποφάσει. ὥστε τὰ ἐν ἀρχῇ αἰτεῖται· ταὐτὸν γάρ ἐστιν ἀντίφασιν εἰπεῖν καὶ κατάφασιν καὶ ἀπό- φασιν. ὥστε ἀποδεικτικῶς οὐ δυνατόν ἐστιν ἀποδεῖξαι αὐτήν, ἐλεγκτικῶς 20 δὲ δυνατόν ἐστιν ἀποδεῖξαι αὐτήν τῷ ἀναιρεῖν τοὺς λόγους τῶν πειρω- f. 175v μένων αὐτὴν ἀνατρέπειν, καὶ ἐκ τῶν ἐκείνων λόγων πιστουμένων αὐτὴν καὶ οἱονεὶ ἀποδεικνύντων αὐτήν, κεχρημένων ἡμῶν ἀρχαῖς παρ ἐκείνων διδομέναις, ὥστε κενὸς ὁ τρόπος οὕτως ἐστὶν ἀποδείξεως. ἐρωτῶμεν γὰρ αὐτοὺς ὅτι ἀποκρίνεσθε τοῖς ἐρωτῶσιν ἢ οὐκ ἀποκρίνεσθε; ἂν γε οὐκ ἀπο- 25 κρίνεσθε, οὐκ ἔστιν ἡμῖν σχολὴ πρὸς φυτὰ ἤγουν πρὸς ἄψυχα διαλέγεσθαι· εἰ δὲ ἀποκρίνεσθε, ἆρά γε ὀνόμασι κέχρησθε σημαντικοῖς ἢ ἀσημάντοις; εἰ μὲν οὖν κέχρησθε ὀνόμασι μηδὲν σημαίνουσι, πάλιν οὐκ ἀποκρίνεσθε· ὁ γὰρ εἰρηκὼς βλίτυρι οὐδὲν εἴρηκεν· εἰ δὲ κέχρησθε σημαντικοῖς ὀνόμασι, γνωρίμοις κέχρησθε ἢ ἀγνώστοις. εἰ μὲν οὖν ἀγνώστοις κέχρησθε, πάλιν 30 οὐ διαλέγεσθε οὔτε πρὸς ἡμᾶς οὔτε δὲ πρὸς ἑαυτούς, ἐὰν καὶ ὑμεῖς ἀγνοῆτε τοὺς λόγους· ἐὰν γάρ τις τῇ Σύρων διαλέκτῳ χρήσαιτο πρὸς Αἰγύπτιον. οὐ διαλέγεται αὐτῷ. ὥστε πᾶσά ἐστιν ἀνάγκη καὶ σημαντικοῖς ὀνόμασι χρῆσθαι ὑμᾶς καὶ γνωρίμοις. πάλιν τὰ σημαντικὰ ταῦτα ὀνόματα ἢ ἓν πρᾶγμα δηλοῦσιν ἢ ἄπειρα ἢ πολλὰ μὲν πεπερασμένα δέ, καὶ οὐκέτι παρὰ 35 ταῦτα. ἀλλ εἰ μὲν ἄπειρα δηλοῦσι, τῷ ὄντι οὔτε πρὸς ἡμᾶς διαλέγεσθε οὔτε δὲ πρὸς ἑαυτούς· οὐκ ἔστι γὰρ γνῶσις τῶν ἀπείρων. πῶς γὰρ δυνατόν ἐστι διεξελθεῖν τὰ ἄπειρα ἐν πεπερασμένῳ χρόνῳ; εἰ δὲ ἕν τι πρᾶγμα δηλοῖ τὸ ὄνομα ὡρισμένον, οἷον τὸν ἄνθρωπον, καὶ οὐδὲν ἕτερον δηλοῖ παρὰ τὸν ἄνθρωπον. δῆλον ὡς ὅτι οὐ συνδραμεῖται ἡ ἀντίφασις· οὔτε γὰρ τὸ 40 αὐτὸ δηλοῖ τὸ οὐκ ἄνθρωπος τῷ ἀνθρώπῳ, ἐπεὶ οὕτως οὐκέτι ὡρισμένον
πρᾶγμα δηλοῖ τὸ ἄνθρωπος ὄνομα, ἐπειδὴ ἡ μὲν κατάφασις ὥρισται, ἡ δὲ ἀπόφασις ἄπειρα δηλοῖ. εἰ δὲ πάλιν φαίη τις ὅτι τὸ ὄνομα πολλὰ μὲν δηλοῖ πεπερασμένα δέ, ἐροῦμεν πρὸς αὐτὸν ὅτι ὁμώνυμος ἡ φωνὴ δῆλον f. 176r ὅτι πλειόνων κατηγορουμένη, ὥσπερ ἡ κύων φωνή. διακρίνονται δὲ τὰ 5 ὁμώνυμα ἀπ ἀλλήλων λόγῳ ἢ ὀνόματι, οἷον ὁ κύων λέγεται καὶ κατὰ τοῦ χερσαίου καὶ κατὰ τοῦ οὐρανίου, λέγεται δὲ καὶ κατὰ τοῦ θαλαττίου. προσδιοριζόμενοι οὖν τὸν χερσαῖον. φαμὲν ὅτι κύων ὑλακτικός, καὶ φανερὸν ὡς ὅτι ὡρισμένον τότε τὸν χερσαῖον κύνα δηλοῦμεν· ὥστε οὐ δυνατὸν συν- τρέχειν πάλιν καὶ ἐπὶ τούτων τῇ κύων τὴν οὐ κύων, ἐπεὶ οὕτως οὐκέτι 10 ἔσται ὡρισμένον τὸ ὄνομα, ὥσπερ ὑμεῖς ὑπέθεσθε ὡρισμένον πρᾶγμα δηλοῦν τὸ ὄνομα. ἐκ τῶν ἄρα παρ ὑμῶν λεχθέντων ἐπιστωσάμεθα τὴν ἀντίφασιν, ὅτι οὐ συναληθεύουσιν ἀμφότερα τὰ μόρια αὐτῆς. ἔστι δὲ πιστώσασθαι τὸν λόγον καὶ ἐκ συλλογισμοῦ τοιούτου· τὰ ἀντιφατικῶς ἀλλήλοις ἀντικεί- μενα ἐναντία ὑπάρχουσιν ἤγουν ἀντικείμενα· τὰ ἐναντία οὐδέποτε συνυπάρ- 15 χουσι· τὰ ἀντιφατικῶς ἄρα ὑπάρχοντα οὐδέποτε συνυπάρχουσιν ἐν τῷ αὐτῷ κατὰ τὸ αὐτὸ καὶ ὅσα ἄλλα ἔχει προσδιορίσασθαι. ἐὰν γὰρ εἴπω ὅτι Σω- κράτης περιπατεῖ καὶ Πλάτων οὐ περιπατεῖ, οὐκ ἐποίησα ἀντίφασιν, καὶ πολλάκις συναληθεύει. δεῖ οὖν τὸ αὐτὸ εἶναι ὑποκείμενον καὶ τὸ αὐτὸ κατηγορούμενον καὶ κατὰ τὸν αὐτὸν χρόνον (οὐκ ἄτοπον γὰρ νῦν μὲν 20 λευκὸν εἶναι, αὔριον δὲ μέλανα) καὶ κατὰ τὸ αὐτὸ μέρος (ἐν γὰρ τοῖς ὀδοῦσιν ὁ Αἰθίοψ λευκός ἐστι. κατὰ δὲ τὴν ἐπιφάνειαν τοῦ δέρματος μέλας) καὶ μὴ δυνάμει καὶ ἐνεργείᾳ· ὁ γὰρ καθεύδων Σωκράτης δυνάμει *** ἐὰν οὖν ταῦτα πάντα μὴ διορισώμεθα, δυνατόν ἐστι τότε τὴν ἀντίφασιν συναλη- θεύειν. ἐναντία δὲ λέγει τὰ ἀντιφατικῶς ἀντικείμενα, ἐπεὶ ταῦτα λέγονται 25 ἐναντία τὰ πλεῖστον ἀλλήλων διεστηκότα ὑπὸ ταὐτό· τοιαῦτα δὲ τὸ λευκὸν καὶ οὐ λευκόν (πλεῖστον γὰρ διεστήκασι καὶ τελοῦσιν ὑπὸ τὴν ποιότητα, f. 176v ἐπεὶ τὸ οὐ λευκὸν καὶ τὸ μέλαν εἰσάγει)· ἢ ὅτι ἐναντίας εἰσάγουσι δόξας, θνητὸν οὐ θνητόν, καλὸν οὐ καλόν. ἔπειτα πάλιν δείκνυσιν ὅτι ἀδύνατόν ἐστι τὴν ἀντίφασιν συναληθεύειν ἐκ τοῦ μᾶλλον ποιούμενος τὴν ἐπιχείρησιν, 30 καί φησιν οὕτως ὅτι οὐκ ἔστι τὸ αὐτὸ τὸ ἓν καὶ τὸ καθ ἑνός. τὸ γὰρ καθ ἑνὸς πλείονα δηλοῖ· καθ ἑνὸς γὰρ τοῦ Σωκράτους λέγεται τὸ λευκόν, τὸ μουσικόν, τὸ σιμόν, τὸ εἶναι αὐτὸν προγάστορα, τὸ δὲ ἕν, τουτέστι τὸ ἄνθρωπος καθὸ ἄνθρωπος μίαν οὐσίαν δηλοῖ ὑπάρχειν. οὐκ ἔστιν οὖν ταὐτὸν Σωκράτης καὶ λευκὸν ἤγουν μουσικόν, ἐπεὶ οὕτως ἔδει τὸ παρὰ 35 τὸν Σωκράτη μὴ εἶναι λευκὸν μήτε δὲ μουσικόν. ὥστε ἐάν τις ἡμᾶς ἔρηται εἰ τοῦτο ἄνθρωπος, δεῖ ἡμᾶς πρὸς τὴν ἐρώτησιν ἀποκρίνεσθαι καὶ λέγειν ὅτι ναὶ ἢ οὔ, καὶ μὴ ἐπάγειν ὅτι καὶ λευκόν ἐστι καὶ μουσικόν· ὁ τοιοῦτος γὰρ οὐ προσδιαλέγεται κατὰ τοὺς λογικοὺς νόμους· οὐ γὰρ πρὸς τὴν ἐρώτησιν τὴν ἀπόκρισιν ἐποιήσατο· ὁ μὲν γὰρ ἠρώτησε περὶ ἑνός, ὁ
δὲ πλείονα ἀπεκρίνατο. ἔδει οὖν καὶ περὶ τῶν ἄλλων συμβεβηκότων ποι- ήσασθαι τὸν λόγον, ὡς καὶ περὶ ἑνὸς ἐποιήσατο, ἐπεὶ ἀποκληρωτικὸς ὁ λόγος. τὰ δὲ οὕτω συμβεβηκότα ἄπειρα ὑπάρχουσι. πῶς οὖν δυνατόν ἐστι περὶ τῶν ἀπείρων τῶν ἀδιεξιτήτων ἀπόκρισιν ποιήσασθαι; εἰ τοίνυν ὁ 5 λέγων ἄνθρωπος οὐκ εἰσφέρει τὸ λευκὸν ἢ τὸ μουσικόν, πολλῷ μᾶλλον οὐ δυνατὸν συνεισφέρειν τὸ πάνυ ἀντικείμενον τοῦ ἀνθρώπου καὶ ἀναιρε- τικὸν αὐτοῦ, φημὶ δὴ τὸν μὴ ἄνθρωπον. ὥστε οὐ συντρέχει ἐπὶ τῆς ἀντι- φάσεως ἡ κατάφασις τῇ ἀποφάσει.
p. 1005a19 «Следует сказать, [дело] одной ли или иной науки…»
То, что он говорит, есть следующее: следует исследовать, [дело] ли одной науки, [науки] занимающейся всеми сущими, или разных [наук] — рассуждать о так называемых в математике аксиомах и о собственно сущности. Ибо он исследовал и это в книге «Бета»: [дело] ли первого философа — рассуждать о сущностях, и о том, что присуще сущностям самим по себе, и обо всех аксиомах, или [дело] частных знатоков. И здесь он выносит решение и говорит, что ясно: [дело] одной науки — рассуждать об аксиомах; ибо [дело] первого философа — и исследование о них. И далее он обосновывает это: ибо аксиомы присущи всем сущим, а не какому-то одному роду отдельно, помимо прочих, — например, только геометрии или только арифметике, — [как, например, аксиома] «равные одному и тому же равны и друг другу». Ибо если бы они были свойственны одной только науке, — она [одна] рассуждала бы об самих аксиомах; если же они присущи всем, а обо всём рассуждает первая философия, — ясно, что и об аксиомах рассуждает первая философия, занимающаяся сущим как сущим. А [слова] «ибо [они] присущи всем сущим» он сказал не потому, что [аксиома] «равные одному и тому же равны и друг другу» прошла через все категории (ибо это присуще только количеству), но потому, что она усматривается во всех частях количества — и в непрерывном, и в раздельном; поэтому и геометрия пользуется ею, имея дело с непрерывным, и арифметика — с раздельным. Итак, он говорит, что все науки пользуются этими аксиомами, как сказано в обзоре: геометрия, арифметика, астрономия, оптика и прочие, — поскольку каждая из них есть [нечто] из сущего, поскольку оно сущее; пользуются же они ими в той мере, в какой это им достаточно, то есть геометрия — в отношении величин, арифметика — в отношении чисел, и прочие подобно. Поэтому он и говорит: «а это значит — насколько простирается род, о котором они приводят доказательства», — как геометрия, приводящая доказательства о величинах; поэтому она и пользуется аксиомами только в отношении них, подобно же и арифметика — в отношении чисел. Поскольку же, поскольку [эти науки] суть сущие, аксиомы присущи всем, как сказано (ибо это и есть у аксиом общее — усматриваться во всём), а первый философ рассуждает сообща обо всём, — [дело] познающего сущее как сущее, то есть первого философа, — рассмотрение этого. Поскольку и сам он занимается сущим как сущим, как сказано в предшествующем. И по этой причине никто из частных знатоков никогда не берётся сказать что-либо об аксиомах — истинны ли они или нет, — ни геометр, ни арифметик, но только пользуются ими как общепризнанным; подобно же и врач, и музыкант, и астроном. А некоторые из физиков делают это неправильно: они одни полагали, что исследуют всю природу и сущее. Рассуждая о природных [вещах], они полагали, что рассуждают обо всём сущем; ибо они не полагали ничего помимо природных вещей, не уразумев, что есть некая сущность неподвижная и неизменная, которая есть собственно сущность, поскольку из неё производятся природные вещи. Поэтому он и говорит, что есть некая сущность выше физической — неподвижная и неизменная: ибо природа — некая часть сущего, будучи началом движения и покоя; так что природа — часть общего, то есть умопостигаемого, из которого и она произошла вместе с прочим. Итак, те заблуждались, полагая, что нет ничего иного вне природных вещей, о которых они рассуждали; ибо сущее простирается дальше природных вещей, и есть некие сущие и помимо природных вещей: ибо бестелесная и неподвижная сущность — не природная. Ибо природа — один некий род сущего, будучи началом и причиной движения самого по себе для тех [вещей], в которых она есть. Поэтому не [дело] физика — рассмотрение того, что присуще сущему как сущему, но [дело] философа, который выше ещё физика, делая рассмотрение обо всём сущем как сущем, и особенно и первично — о наиболее и первом из сущих, которое есть сущность, но не природная. Ибо и физика есть некая мудрость и философия, но не первая; первой же была бы [философия] о первых сущностях и всеобщая, рассуждающая о всякой сущности и о том, что присуще [ей] самому по себе. Прочие же науки, которые он назвал родами, пользуются аксиомами в той мере, в какой это им полезно: геометр, возводя их к величинам и пользуясь ими настолько; арифметик — к числам; это же — потому что они присущи всем и не свойственны ничему [одному]. Ибо геометр, принимая аксиому «равные одному и тому же равны и друг другу», прибавляет «величины»: ибо его занятие — о величинах; арифметик же переносит их на число. Поэтому он и говорил выше: «пользуются же они ими в той мере, в какой это им достаточно». Так что начала сущности — первые — одна только первая философия исследует.
p. 1005a19 Λεκτέον δὲ πότερον μιᾶς ἢ ἑτέρας ἐπιστήμης.
10 Ὃ λέγει τοῦτό ἐστιν, ὅτι δεῖ ζητῆσαι, πότερον μιᾶς ἐστιν ἐπιστήμης τῆς ἐχούσης περὶ πάντα τὰ ὄντα ἤγουν ἑτέρας καὶ ἑτέρας διαλεχθῆναι περί τε τῶν ἐν τοῖς μαθήμασι καλουμένων ἀξιωμάτων καὶ περὶ τῆς κυρίως f. 177r οὐσίας. ἐζήτησε γὰρ καὶ τοῦτο ἐν τῷ Β, εἴτε ὁ πρῶτος φιλόσοφος δια- λέγεται περὶ τῶν οὐσιῶν καὶ τῶν καθ αὑτὸ ὑπαρχόντων ταῖς οὐσίαις καὶ 15 τῶν ἀξιωμάτων πάντων ἤγουν οἱ κατὰ μέρος ἐπιστήμονες. καὶ ἐνταῦθα ἐπικρίνει καί φησιν ὅτι φανερόν ἐστιν ὅτι περὶ τῶν ἀξιωμάτων μιᾶς ἐστιν ἐπιστήμης διαλεχθῆναι· τοῦ γὰρ πρώτου φιλοσόφου ἐστὶ καὶ ἡ περὶ τού- του σκέψις. καὶ λοιπὸν κατασκευάζει αὐτό· ἅπασι γὰρ τοῖς οὖσιν ὑπάρχει τὰ ἀξιώματα καὶ οὐ γένει τινὶ χωρὶς ἰδίᾳ τῶν ἄλλων, οἷον γεωμετρίᾳ μόνῃ 20 ἢ ἀριθμητικῇ μόνῃ ὅτι τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα. εἰ γὰρ μιᾷ ἐπιστήμῃ μόνῃ ὑπῆρχεν. αὐτὴ περὶ αὐτῶν τῶν ἀξιωμάτων διελέγετο· εἰ τοίνυν πᾶσιν ὑπάρχει, περὶ δὲ πάντων ἡ πρώτη φιλοσοφία διαλέγεται, δῆλον ὡς ὅτι καὶ περὶ τῶν ἀξιωμάτων ἡ πρώτη φιλοσοφία διαλέγεται ἡ περὶ τὸ ὂν ᾗ ὂν καταγινομένη. τὸ δὲ ἅπασι γὰρ ὑπάρχει τοῖς οὖσιν 25 εἶπεν οὐκ ἐπειδὴ τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα διὰ πασῶν τῶν κατηγοριῶν πεφοίτηκε (μόνου γὰρ τοῦ ποσοῦ ταῦτα ὑπάρχουσιν), ἀλλ ὅτι περὶ πάντα τὰ μόρια τοῦ ποσοῦ θεωρεῖται, καὶ περὶ τὸ συνεχὲς καὶ διω- ρισμένον· διὸ καὶ γεωμετρίᾳ κέχρηται αὐτῷ περὶ τὸ συνεχὲς ἔχουσα καὶ ἀριθμητικὴ δὲ περὶ τὸ διωρισμένον. φησὶν οὖν ὅτι πᾶσαι ἐπιστῆμαι 30 χρῶνται τοῖς ἀξιώμασι τούτοις. ὡς εἴρηται ἐν τῇ θεωρίᾳ, γεωμετρία ἀριθ- μητικὴ ἀστρονομία ὀπτικὴ καὶ αἱ ἄλλαι, ἐπειδὴ ἕκαστον αὐτῶν τοῦ ὄντος ἐστί, καθὸ ὂν ὑπάρχει· ἐπὶ τοσοῦτον δὲ αὐτοῖς χρῶνται, ἐφ ὅσον αὐταῖς ἱκανόν, τουτέστι γεωμετρία μὲν ἐπὶ μεγεθῶν, ἀριθμητικὴ δὲ ἐπὶ ἀριθμῶν, καὶ αἱ ἄλλαι ὁμοίως. διό φησι τοῦτο δέ ἐστιν, ὅσον ἐπέχει f. 177v 35 τὸ γένος περὶ οὗ φέρουσι τὰς ἀποδείξεις, ὥσπερ γεωμετρία ἐπὶ μεγεθῶν φέρουσα τὰς ἀποδείξεις· διὸ καὶ ἐπ αὐτῶν μόνων κέχρηται τοῖς ἀξιώμασιν, ὁμοίως δὲ καὶ ἀριθμητικὴ ἐπὶ ἀριθμῶν. ἐπεὶ τοίνυν, καθὸ ὄντα ὑπάρχει ταῦτα, πᾶσιν ὑπάρχουσι τὰ ἀξιώματα, ὡς εἴρηται (τοῦτο γὰρ αὐτοῖς τοῖς ἀξιώμασίν ἐστι τὸ κοινόν, τὸ ἐν ἅπασι θεωρεῖσθαι), κοινῶς
δὲ περὶ πάντων ὁ πρῶτος φιλόσοφος διαλέγεται, τοῦ περὶ τὸ ὂν ᾗ ὂν γνω- ρίζοντος, τουτέστι τοῦ πρώτου φιλοσόφου, ἔστιν ἡ περὶ τούτων θεωρία. ἐπειδὴ καὶ αὐτὸς καταγίνεται περὶ τὸ ὂν ᾗ ὄν ἐστι, καθάπερ ἐν τοῖς προ- λαβοῦσιν εἴρηται. καὶ διὰ ταύτην τὴν αἰτίαν οὐδεὶς τῶν κατὰ μέρος ἐπι- 5 στημόνων ἐπιχειρεῖ τι ποτε λέγειν περὶ τῶν ἀξιωμάτων, εἰ ἀληθῆ ὑπάρ- χουσιν εἴτε μή, οὔτε ὁ γεωμέτρης οὔτε ὁ ἀριθμητικός, ἀλλὰ μόνον κέχρην- ται αὐτοῖς ὡς ὁμολογουμένοις· ὁμοίως δὲ καὶ ὁ ἰατρὸς καὶ ὁ μουσικὸς καὶ ἀστρονόμος. ἀλλὰ τῶν φυσικῶν ἔνιοι οὐκ ὀρθῶς τοῦτο δρῶσι· μόνοι γὰρ ὑπελάμβανον περὶ τε τῆς ὅλης φύσεως σκοπεῖν καὶ περὶ τοῦ ὄντος. 10 διαλεγόμενοι γὰρ περὶ τῶν φυσικῶν ὑπελάμβανον περὶ παντὸς τοῦ ὄντος δια- λέγεσθαι· οὐδὲν γὰρ ὑπελάμβανον εἶναι παρὰ τὰ φυσικὰ πράγματα, μὴ ἐπιστήσαντες ὅτι ἔστιν οὐσία τις ἀκίνητος καὶ ἀναλλοίωτος, ἥτις κυρίως ἐστὶν οὐσία, ἐπειδὴ ἐξ αὐτῆς παράγονται τὰ φυσικὰ πράγματα. διό φησιν ὅτι ἔστι τις οὐσία ἀνωτέρω τοῦ φυσικοῦ ἡ ἀκίνητος καὶ ἀναλλοίωτος· μέρος f. 178r 15 γάρ τι τοῦ ὄντος ἐστὶν ἡ φύσις οὖσα ἀρχὴ κινήσεως καὶ ἠρεμίας, ὥστε μέρος ἐστὶν ἡ φύσις τοῦ καθόλου, τουτέστι τοῦ νοητοῦ, ἐξ οὗ καὶ αὐτὴ μετὰ τῶν ἄλλων προῆλθεν. ἐκεῖνοι οὖν διημάρτανον τῷ μηδὲν ἄλλ ἔξω τῶν φυσικῶν ὑπολαμβάνειν εἶναι, περὶ ὧν ἐπραγματεύοντο· ἐπὶ πλέον γὰρ τῶν φυσικῶν τὸ ὄν, καὶ ἔστι τινὰ ὄντα καὶ παρὰ τὰ φυσικά· ἡ γὰρ 20 ἀσώματός τε καὶ ἀκίνητος οὐσία οὐ φυσική. ἓν γάρ τι γένος τοῦ ὄντος ἡ φύσις, ἀρχὴ καὶ αἰτία κινήσεως οὖσα καθ αὑτὴν τοῖς ἐν οἷς ἐστι. διὸ οὐ τοῦ φυσικοῦ ἡ περὶ τῶν τῷ ὄντι ᾗ ὂν ὑπαρχόντων θεωρία, ἀλλὰ τοῦ φιλοσόφου, ὅς ἐστιν ἀνωτέρω ἔτι τοῦ φυσικοῦ, περὶ παντὸς τοῦ ὄντος ᾗ ὂν τὴν θεωρίαν ποιούμενος, καὶ μάλιστα καὶ πρώτως περὶ τοῦ μάλιστα 25 καὶ πρώτου τῶν ὄντων, ὅπερ οὐσία μέν ἐστιν, οὐ μὴν φυσική. ἔστι μὲν γὰρ καὶ ἡ φυσικὴ σοφία τις καὶ φιλοσοφία, ἀλλ οὐχ ἡ πρώτη· [ἡ] πρώτη δ ἂν εἴη ἥ τε περὶ τῶν πρώτων οὐσιῶν καὶ ἡ καθόλου περὶ πάσης οὐσίας καὶ τῶν καθ αὑτὸ ὑπαρχόντων διαλεγομένη. αἱ δὲ ἄλλαι ἐπιστῆμαι, ἃς γένη ἐκάλεσε, χρῶνται τοῖς ἀξιώμασιν, εἰς ὅσον αὐταῖς ἐστι χρήσιμον, ὁ 30 μὲν γεωμέτρης ἐπὶ τὰ μεγέθη ἄγων αὐτὰ καὶ ἐπὶ τοσοῦτον αὐτοῖς χρώ- μενος, ὁ δὲ ἀριθμητικὸς ἐπὶ ἀριθμούς· τοῦτο δὲ διὰ τὸ πᾶσιν ὑπάρχειν αὐτὰ καὶ μηδενὸς ἴδια εἶναι. ὁ μὲν γὰρ γεωμέτρης λαμβάνων ἀξίωμα ὅτι τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα προστίθησι τὸ μεγέθη· περὶ γὰρ μεγέθη ἡ πραγματεία τούτῳ· ὁ δὲ ἀριθμητικὸς ἐπὶ τὸν ἀριθμὸν αὐτὰ 35 μεταφέρει. διὸ ἀνωτέρω ἔλεγεν ἐπὶ τοσοῦτον δὲ αὐτοῖς χρῶνται, ἐφ ὅσον αὐτοῖς ἱκανόν. ὥστε τὰς τῆς οὐσίας ἀρχὰς πρώτας μόνη ἐπισκέ- ψεται ἡ πρώτη φιλοσοφία.
p. 1005b2 «А те из говорящих, кто берётся…»
То, что он говорит, есть следующее: те, кто берётся доказывать аксиомы, по необразованности [в отношении] «аналитики», то есть логического учения, [не ведают, что творят]. Ибо в логическом учении — как в «Аналитике» — человек узнаёт, что невозможно познавать [вещи], [происходящие] из начал, если начала неизвестны, и что начала не должны быть доказуемы. Ибо если обо всём будет доказательство, не будет доказательства, как мы узнали в тех [книгах]: должно ведь приходить к началам, уже предварительно зная [их], поскольку они — общие понятия, а не исследовать в процессе слушания и требовать доказательства и начал, — чтобы [дело] не пошло в бесконечность и так не оказалось бы ничего познаваемого, как сказано в обзоре. Итак, это он говорит против тех, кто полагает, что обо всём есть доказательство, и считает нужным не принимать ничего как истинное без доказательства, — о чём он говорил и в «Второй аналитике»; ибо он говорит, что они по необразованности в [отношении] «Аналитики» это говорят. Ибо в тех [книгах] показано, что должно быть начало доказательства, и оно недоказуемо. Ибо вообще не было бы доказательства, если бы всё было доказуемо и обо всём кто-то искал [доказательства]. «Ведь всякое обучение и всякое учение, [основанное] на размышлении, [происходит] из предшествующего знания», как сказано в тех [книгах], — а это и есть так называемые аксиомы. [Слова] же «должно приходить к ним, уже зная» — он говорит либо об аксиомах (их ведь должно предварительно знать и познавать, а не искать в процессе слушания, так ли оно или не так), либо [о том], что вообще должно предварительно знать, что не всё доказуемо, а не [начинать] доказывать и одновременно исследовать и это. Сказанное может относиться и к сказанному Платоном в «Алкивиаде»: что кто-то знает, [то он знает], узнав или найдя; а находит тот, кто искал первым; ибо некоторое мы знаем, не узнав и не искав, — как [например] аксиомы.
p. 1005b2 Ὅσα δὲ ἐγχειροῦσι τῶν λεγόντων τινές.
Ὃ λέγει τοῦτό ἐστιν· οἱ ἐπιχειροῦντες τὰ ἀξιώματα ἀποδεικνύναι ὑπ
ἀπαιδευσίας τοῦτο ὑπομένουσι τῶν ἀναλυτικῶν, τουτέστι τῆς λογικῆς θεω- ρίας. ἐν γὰρ τῇ λογικῇ θεωρίᾳ μανθάνει τις, ὥσπερ ἐν τῇ Ἀποδεικτικῇ, ὅτι ἀδύνατόν ἐστι γινώσκειν τὰ ἐκ τῶν ἀρχῶν ἀγνοουμένων τῶν ἀρχῶν, καὶ ὅτι οὐ δεῖ τὰς ἀρχὰς ἀποδεικτὰς εἶναι. εἰ γὰρ πάντων ἔσται ἀπό- f. 178v 5 δειξις, οὐκ ἔσται ἀπόδειξις, ὡς ἐν ἐκείνοις μεμαθήκαμεν· δεῖ γὰρ περὶ τῶν ἀρχῶν ἥκειν προεπισταμένους, ἐπεὶ κοιναὶ ἔννοιαι ὑπάρχουσιν, ἀλλὰ μὴ ἐν τῷ ἀκούειν πολυπραγμονεῖν καὶ ἀπαιτεῖν ἀπόδειξιν καὶ τῶν ἀρχῶν, ἵνα μὴ ἐπ ἄπειρον βαδίσειεν καὶ οὕτως οὐδὲν ἔσται γνωστόν, καθάπερ ἐν τῇ θεωρίᾳ εἴρηται. ταῦτα οὖν λέγει πρὸς τοὺς οἰομένους τῶν πάντων ἀπό- 10 δειξιν εἶναι καὶ μηδὲν ἀποδέχεσθαι ἀξιοῦντας ὡς ἀληθὲς ἄνευ ἀποδείξεως λεγόμενον, περὶ ὧν εἴρηκε καὶ ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς· τούτους γάρ φησι διὰ ἀπαιδευσίαν τῶν ἀναλυτικῶν ταῦτα λέγειν. δέδεικται γὰρ ἐν ἐκείνοις ὅτι δεῖ ἀρχὴν ἀποδείξεως εἶναι, καὶ ταύτην ἀναπόδεικτον. οὐδὲ γὰρ ἂν ὅλως ἀπόδειξις εἴη, εἰ πάντα ἀποδεικτὰ εἴη καὶ περὶ πάντων ζητοίη 15 τις. πᾶσα γὰρ διδασκαλία καὶ πᾶσα μάθησις διανοητικὴ ἐκ προυπαρχούσης γίνεται γνώσεως, ὡς ἐν ἐκείνοις εἴρηται, καὶ ἔστι ταῦτα τὰ ἀξιώματα καλού- μενα. τὸ δὲ δεῖ γὰρ περὶ τούτων ἥκειν ἐπισταμένους ἤτοι περὶ τῶν ἀξιωμάτων λέγει (ταῦτα γὰρ δεῖ προεπίστασθαί τε καὶ γνωρίζειν, καὶ μὴ ἐν τῷ ἀκούειν ζητεῖν αὐτά, εἴτε οὕτως εἴτε μὴ οὕτως ἔχει), ἢ ὅτι 20 καθόλου δεῖ προεπίστασθαι ὅτι μὴ πάντα ἐστὶν ἀποδεικτά, ἀλλὰ μὴ ἀπο- δεικνύντα ἅμα καὶ περὶ τούτου ζητεῖν. δύναται δὲ τὸ εἰρημένον τείνειν καὶ πρὸς τὸ ὑπὸ Πλάτωνος εἰρημένον ἐν τῷ Ἀλκιβιάδῃ, τὸ ὅπερ τις οἶδε, μαθὼν ἢ εὑρὼν οἶδεν, εὑρίσκει δὲ ὁ ζητήσας πρῶτον· ἔνια γὰρ ἴσμεν οὔτε μαθόντες οὔτε ζητήσαντες, ὥσπερ τὰ ἀξιώματα.

