Читать книгу Сочинения. Том 4 (Гален Гален) онлайн бесплатно на Bookz (27-ая страница книги)
bannerbanner
Сочинения. Том 4
Сочинения. Том 4Полная версия
Оценить:
Сочинения. Том 4

3

Полная версия:

Сочинения. Том 4

9.3.14. —οὐκοῦν µετὰ τοῦτο κελεύοµεν τὸν τὰ ἐναντία λέγοντα τοῦτο αὐτὸ διδάσκειν ἡµᾶς, πρὸς τίνα τέχνην ἢ τί ἐπιτήδευµα τῶν περὶ πόλεως κατασκευὴν οὐχ ἡ αὐτὴ ἀλλ’ ἑτέρα φύσις γυναικός τε καὶ ἀνδρός;– δίκαιον γοῦν.

9.3.15. —τάχα τοίνυν ἄν, ὅπερ σὺ ὀλίγῳ π<ρ>ότερον ἔλεγες, εἴποι ἂν καὶ ἄλλος ὅτι ἐν µὲν τῷ παραχρῆµα ἱκανῶς εἰπεῖν οὐ ῥᾴδιον, ἐπισκεψαµένῳ δὲ οὐδὲν χαλεπόν.– εἴποι γὰρ ἄν.

9.3.16. —βούλει οὖν δεώµεθα τοῦ τὰ τοιαῦτα ἀντιλέγοντος [µου] ἀκολουθῆσαι ἡµῖν, ἐάν πως ἡµεῖς ἐκεῖνο ἐνδειξώµεθα, ὅτι οὐδέν ἐστιν ἐπιτήδευµα ἴδιον γυναικὶ πρὸς διοίκησιν πόλεως;– πάνυ γε.

9.3.17. —ἴθι δή, φήσοµεν πρὸς αὐτόν, ἀποκρίνου· ἆρ’ οὕτως ἔλεγες τὸν µὲν εὐφυῆ πρός τι εἶναι, τὸν δὲ ἀφυῆ, ἐν ᾧ ὁ µὲν ῥᾳδίως τι µανθάνοι, ὁ δὲ χαλεπῶς; καὶ ὁ µὲν ἀπὸ βραχείας µαθήσεως ἐπὶ πολὺ εὑρετικὸς εἴη οὗ ἔµαθεν, ὁ δὲ πολλῆς µαθήσεως τυχὼν καὶ µελέτης µηδὲ ἃ ἔµαθε σῴζοιτο; καὶ τῷ µὲν τὰ τοῦ σώµατος ἱκανῶς ὑπηρετοῖ τῇ διανοίᾳ, τῷ δ’ ἐναντιοῖτο; ἆρα ἄλλ’ ἄττα ἐστὶν ἢ ταῦτα οἷς τὸν εὐφυῆ πρὸς ἕκαστα καὶ τὸν µὴ ὡρίζου;– οὐδείς, ἦ δ’ ὅς, ἄλλα φήσει.

9.3.18. —οἶσθά τι οὖν ὑπὸ ἀνθρώπων µελετώµενον ἐν ᾧ οὐ πάντα ταῦτα τὸ τῶν ἀνδρῶν γένος διαφερόντως ἔχει τοῦ τῶν γυναικῶν; ἢ µακρολογῶµεν τήν τε ὑφαντικὴν λέγοντες καὶ τὴν τῶν ποµάτων τε καὶ ἑψηµάτων θεραπείαν, ἐν οἷς δή <τι> δοκεῖ τὸ γυναικεῖον γένος εἶναι, οὗ καὶ καταγελαστότατόν ἐστι πάµπολυ ἡττώµενον; ἀληθῆ λέγεις, ἔφη, ὅτι πολὺ κρατεῖται ἐν ἅπασιν, ὡς ἔπος εἰπεῖν, τὸ γένος τοῦ γένους. γυναῖκες µέντοι πολλαὶ πολλῶν ἀνδρῶν βελτίους εἰς πολλά, τὸ δ’ ὅλον ἔχει ὡς σὺ λέγεις.

9.3.19. οὐδέν ἐστιν ἄρα, ὦ φίλε, ἐπιτήδευµα τῶν πόλιν διοικούντων γυναικὸς διότι γυνή, οὐδὲ ἀνδρὸς διότι ἀνήρ, ἀλλ’ ὁµοίως διεσπαρµέναι αἱ φύσεις ἐν ἀµφοῖν τοῖν ζῴοιν καὶ πάντων µὲν µετέχει γυνὴ ἐπιτηδευµάτων κατὰ φύσιν, πάντων δ’ ἀνήρ, ἐπὶ πᾶσι δ’ ἀσθενέστερον γυνὴ ἀνδρός.– πάνυ <γε>.

9.3.20. —τί οὖν; ἀνδράσι πάντα προστάξοµεν, γυναικὶ δ’ οὐδέν; [ἢ] καὶ πῶς; ἀλλ’ ἔστι γάρ, οἶµαι, ὡς φήσοµεν, καὶ γυνὴ ἰατρική, ἡ δ’ οὔ, καὶ µουσική, ἡ δ’ ἄµουσος φύσει. τί µήν; γυµναστικὴ δὲ ἄρ’ οὔ, οὐδὲ πολεµική, ἡ δὲ ἀπόλεµος καὶ οὐ φιλογυµναστική;– οἶµαι ἔγωγε.

9.3.21. —τί δέ; φιλόσοφός τε καὶ θυµοειδής, ἡ δὲ ἄθυµος καὶ µισόσοφος; ἔστι καὶ ταῦτα. ἔστιν ἄρα καὶ φυλακικὴ γυνή, ἡ δ’ οὔ. ἢ οὐ τοιαύτην καὶ τῶν ἀνδρῶν τῶν φυλακικῶν φύσιν ἐξελεξάµεθα; – τοιαύτην µὲν οὖν.

9.3.22. —καὶ γυναικὸς ἄρα καὶ ἀνδρὸς ἡ αὐτὴ φύσις εἰς φυλακὴν πόλεως, πλὴν ὅσα ἡ µὲν ἀσθενεστέρα, ὁ δ’ ἰσχυρότερός ἐστι. φαίνεται. καὶ γυναῖκες ἄρα τοιαῦται τοῖς τοιούτοις ἀνδράσιν ἐκλεκτέαι συνοικεῖν τε καὶ φυλάττειν, ἐπείπερ εἰσὶν ἱκαναὶ καὶ ξυγγενεῖς αὐτοῖς τὴν φύσιν. πάνυ γε. τὰ δ’ ἐπιτηδεύµατα οὐ ταὐτὰ ἀποδοτέα ταῖς αὐταῖς φύσεσι;– ταὐτά.

9.3.23. —ἥκοµεν ἄρα εἰς τὰ πρότερα περιφερόµενοι καὶ ὁµολογοῦµεν µὴ παρὰ φύσιν εἶναι ταῖς τῶν φυλάκων γυναιξὶ µουσικήν τε καὶ γυµναστικὴν ἀποδιδόναι. παντάπασι µὲν οὖν.”

9.3.24. Ἐν τούτοις ἅπασιν ἐφ’ ἑνὸς παραδείγµατος τοῦ τῶν γυναικῶν ἐγύµνασεν ἡµᾶς εὑρετικούς τε καὶ διακριτικοὺς εἶναι, κατὰ τί µὲν ὅµοια[ι] ταῖς φύσεσίν ἐστι, κατὰ τί δ’ ἀνόµοια τὰ παραβαλλόµενα.

9.3.25. γυναῖκες γὰρ ἀνδράσιν ὅµοιαι µέν εἰσιν καθὸ καὶ αὐταὶ ὑπάρχουσι λογικὰ ζῷα, τουτέστιν ἐπιστήµης δεκτικά, καθόσον δὲ τὸ µὲν τῶν ἀνδρῶν γένος ἰσχυρότερον ὑπάρχει καὶ εἰς ἅπαν ἔργον τε καὶ µάθηµα βέλτιον, αἱ γυναῖκες δ’ ἀσθενέστεραί τε καὶ χείρους, ἀνόµοιαί γε κατὰ τοῦτ’ εἰσίν, ὥσπερ γε πάλιν ἐναντίως ἔχουσι καθόσον αὗται µὲν ὑπάρχουσι θήλειαι καὶ διὰ τοῦτο πρὸς κύησιν ἐπιτήδειαι· ταῖς µὲν γὰρ γυναιξίν ἐστι µόρι’ ἄττα τοῦ σώµατος εἰς κύησιν ἀπὸ τῆς φύσεως παρεσκευασµένα, τοῖς δ’ ἄρρεσιν οὐκ ἔστιν.

9.3.26. ὥστ’ ἀληθῶς ἄν τις φαίη κατά τι µὲν ὁµοίως διακεῖσθαι τὰς γυναῖκας τοῖς ἀνδράσι, κατά τι δ’ ἐναντίως.

9.3.27. ἐπειδὰν µὲν οὖν τις κατὰ τὴν ὁµοιότητα τὴν µετάβασιν ἀπὸ θατέρου ποιῆται πρὸς τὸ ἕτερον, ἀληθεύσει, ἐπειδὰν δὲ κατὰ τὴν ἀνοµοιότητα, ψεύσεται καὶ πολὺ µᾶλλον κατὰ τὴν ἐναντίωσιν.

9.3.28. ὡς γὰρ ὁ ῾Ιπποκράτης ἐν τῷ Kατ’ ἰητρεῖον ἔγραψε κελεύων ἡµᾶς “ἐξ ἀρχῆς ἢ ὅµοια ἢ ἀνόµοια” σκοπεῖσθαι, προσέθηκε δὲ ἐν τῷ Προγνωστικῷ καὶ τὸ ἐναντίον οἷς ἔλεγεν ἐπὶ τοῦ προσώπου, “τὸ δ’ ἐναντιώτατον τοῦ ὁµοίου δεινότατον,” οὕτως φαίνεται καὶ ὁ Πλάτων τὴν ἀπόδειξιν πεποιηµένος ἐν τῇ προκειµένῃ ῥήσει.

9.4.1. Προσθῶµεν οὖν ἔτι καὶ ἄλλο τῶν ὑφ’ ῾Ιπποκράτους γεγραµµένων παραδείγµατος ἕνεκα τοῦ διακρίνειν ἐν τοῖς παραβαλλοµένοις καθ’ ὅσον ὅµοιόν ἐστι καὶ <καθ’> ὅσον ἀνόµοιον.

9.4.2. ἔστι δ’ ἡ λέξις ἐκ τοῦ Περὶ ἄρθρων συγγράµµατος ὧδέ πως ἔχουσα· “γιγνώσκειν δ’ εἰ ἐκπέπτωκεν ὁ βραχίων τοισίδε χρὴ τοῖσι σηµείοισι· τοῦτο µέν, ἐπειδὴ δίκαιον ἔχουσι τὸ σῶµα οἱ ἄνθρωποι καὶ τὰς χεῖρας καὶ τὰ σκέλη, παραδείγµατι χρὴ χρῆσθαι τῷ ὑγιεῖ πρὸς τὸ µὴ ὑγιὲς µὴ τἀλλότρια ἄρθρα καθορῶντα, ἄλλοι γὰρ µᾶλλον ἄλλων ἔξαρθροι πεφύκασιν, ἀλλὰ τὰ αὐτοῦ τοῦ κάµνοντος, ἢν ἀνόµοιον τὸ ὑγιὲς τῷ κάµνοντι.

9.4.3. καὶ τοῦτο εἴρηται µὲν ὀρθῶς, παραξύνεσιν δ’ ἔχει πάνυ πολλήν· διὰ τὰ τοιαῦτα καὶ οὐκ ἀρκέει µοῦνον λόγῳ εἰδέναι τὴν τέχνην ταύτην ἀλλὰ καὶ ὁµιλίῃ ὁµιλέειν.

9.4.4. πολλοὶ γὰρ ὑπὸ ὀδύνης ἢ καὶ ὑπὸ ἀλλοίης προφάσιος οὐκ ἐξεστεώτων αὐτοῖσι τῶν ἄρθρων ὅµως οὐ δύνανται εἰς τὰ ὅµοια σχήµατα καθιστάνειν ἐς οἷάπερ τὸ ὑγιεινὸν σῶµα σχηµατίζεται.

9.4.5. προξυνιέναι οὖν καὶ ἐννοεῖν καὶ τὸ τοιόνδε σχῆµα χρή. ἀτὰρ καὶ ἐν τῇ µασχάλῃ ἡ κεφαλὴ τοῦ βραχίονος φαίνεται ἐγκειµένη πολλῷ µᾶλλον τοῦ ἐκπεπτωκότος ἢ τοῦ ὑγιέος.

9.4.6. τοῦτο δ’ ἄνωθεν κατὰ τὴν ἐπωµίδα κοῖλον φαίνεται τὸ χωρίον καὶ τὸ τοῦ ἀκρωµίου ὀστέον ἐξέχον φαίνεται, ἅτε ὑποδεδυκότος ἤδη τοῦ ἄρθρου ἐς τὸ κάτω τοῦ χωρίου.

9.4.7. παραξύνεσιν µὴν κἀν τούτῳ ἔχει τινά, ἀλλ’ ὕστερον περὶ αὐτοῦ γραφήσεται, ἄξιον γὰρ γραφῆς ἐστι.

9.4.8. τούτου δὲ τοῦ ἐκπεπτωκότος ὁ ἀγκὼν φαίνεται ἀφεστεὼς µᾶλλον ἀπὸ τῶν πλευρέων ἢ [ἀπὸ] τοῦ ἑτέρου. εἰ µέντοι τις προσαναγκάζοι, προσάγεται µέν, ἐπιπόνως δέ.

9.4.9. τοῦτο δ’ ἄνω[θεν] τὴν χεῖρα ἆραι εὐθεῖαν παρὰ τὸ οὖς ἐκτεταµένου τοῦ ἀγκῶνος οὐ µάλα δύνα[ν]ται ὥσπερ τὴν ὑγιέα οὐδὲ παράγειν ἔνθα καὶ ἔνθα ὁµοίως.”

9.4.10. Aὕτη µὲν ἡ τοῦ ῾Ιπποκράτους ῥῆσις <ἡ> αὐτὴ τῇ κατὰ τὸ Προγνωστικόν. ὡς γὰρ ἐκεῖ τὸ πρόσωπον ἡµᾶς τοῦ νοσοῦντος ἐκέλευσε σκοπεῖσθαι πότερον ὅµοιόν ἐστιν ἢ ἀνόµοιον <τῷ> τῶν ὑγιαινόντων, µάλιστα δ’ εἰ αὐτὸ ἑαυτῷ, οὕτως νῦν τὸ ἐκπεπτωκὸς ἄρθρον τῷ ὑγιεῖ παραβάλλει τὴν παραβολὴν ποιούµενος ἐπ’ αὐτοῦ τοῦ πεπονθότος ἀνθρώπου· ἀπάτη γὰρ ἣν παραξύνεσιν ὠνόµασε γίγνεται πολλάκις, ἐὰν τοῖς ἀλλοτρίοις ἄρθροις παραβάλλῃς αὐτό.

9.4.11. καὶ µέντοι καὶ ὡς ἐκ τῶν κατὰ µέρος εἰ ὅµοιόν ἐστι τῷ κατὰ φύσιν ἔχοντι τό γε πεπονθός, ἔνεστι διαγνῶναι, καθάπερ ἐν τῷ Προγνωστικῷ διῆλθεν, οὕτως κἀνταῦθα τὰ µὲν ἄλλα γράψας καλῶς, ἐν ᾧ δ’ ἄν τις σφαλείη διὰ τὴν πρὸς τὸ ἐξηρθρηκὸς ὁµοιότητα, τοῦτ’ ἐπισηµηνάµενος ὡς παραξύνεσιν ἔχον καὶ αὐτό.

9.4.12. ταπεινὴ γὰρ ἡ ἐπωµὶς οὐ µόνον ἐπὶ τῶν ἐξηρθρηκότων ἐστὶν ἀλλὰ κἀπὶτῶν ἀπόσπασµα κατὰ τὸ ἀκρώµιον ἐχόντων, ὥστε συγχεῖσθαι κατὰ τοῦτο τὴν διάγνωσιν τῶν ἐξαρθρηµάτων εἰς κοινὸν σηµεῖον ἀφικνουµένην τοῖς ἀπεσπασµένον ἔχουσι τὸ ἀκρώµιον.

9.4.13. ἀλλὰ κἀνταῦθα πάλιν, ὅπερ καθόλου διὰ τοῦ Kκατ’ ἰητρεῖον ἀπεφήνατο, τοῦτο νῦν ἐφ’ ἑνὸς εἴδους ἐποίησεν ἐπιδείξας οὐ µόνον ᾗ ὅµοια τὰ σηµεῖα τῶν δύο παθῶν ἐστιν ἀλλὰ καὶ ᾗ ἀνόµοια.

9.4.14. κοίλη µὲν οὖν ἡ ἐπωµὶς ἐπ’ ἀµφοῖν φαίνεται, τῶν δὲ ἄλλων συµπτωµάτων ὧν τὸν κατάλογον ἔγραψεν ἐπὶ τῶν ἐξηρθρηκότων ὤµων, οὐδὲν συµβαίνει κατὰ τὰ τῶν ἀκρωµίων ἀποσπάσµατα, περὶ ὧν κατὰ τὴν προγεγραµµένην ῥῆσιν οὕτως εἶπε·

9.4.15. “τούτου δὲ τοῦ ἐκπεπτωκότος ὁ ἀγκὼν φαίνεται ἀφεστεὼς µᾶλλον ἀπὸ τῶν πλευρῶν ἢ τοῦ ἑτέρου. εἰ µέντοι τις προσαναγκάζοι, προσάγεται µέν, ἐπιπόνως δέ.

9.4.16. τοῦτο δέ, ἄνω ἀεῖραι τὴν χεῖρα ἰθεῖαν παρὰ τὸ οὖς ἐκτεταµένου τοῦ ἀγκῶνος οὐ µάλα δύναται ὥσπερ τὴν ὑγιέα οὐδὲ παράγειν ἔνθα καὶ ἔνθα ὁµοίως.”

9.4.17. ταῦτα µὲν ἐπὶ τῶν ἐξηρθρηκότων φαίνεται γιγνόµενα µηδὲν τοιοῦτον πασχόντων οἷς ἀπέσπασται τὸ ἀκρώµιον· µόνον γὰρ αὐτοῖς κοινόν ἐστι τὸ τὴν ἐπωµίδα φαίνεσθαι κοίλην.

9.4.18. ἔστι δὲ καὶ κατὰ τοῦτο τὸ κοινὸν οὐ µόνον ὁµοιότης ἀλλὰ καὶ ἀνοµοιότης. φαίνεται γὰρ ὁ τόπος ὢν ταπεινότερος, οὐ µὴν καὶ γεγονώς γε κατὰ ἀλήθειαν ἑαυτοῦ ταπεινότερος, ὡς ἐπὶ τῶν ἐξηρθρηκότων ὤµων.

9.4.19. ἐπ’ ἐκείνων µὲν γὰρ τῆς κεφαλῆς τοῦ βραχίονος εἰς τὴν µασχάλην καταπεσούσης ὁ πρότερον ὑπάρχων ὄγκος ἐν τῷ κατὰ τὴν ἐπωµίδα τόπῳ κατ’ ἀλήθειαν ἀπόλωλεν, ἐν δὲ τοῖς ἀποσπάσµασιν οὗτος µὲν ὁ αὐτὸς διαµένει, µεταστάντος δ’ εἰς ὕψος τοῦ ἀκρωµίου φαντασία ψευδὴς γίγνεται τῆς τοῦ τόπου ταπεινώσεως.

9.4.20. Ἴσως οὖν ἄµεινόν ἐστι καὶ µίαν ἄλλην ἔτι παραγράψαι ῥῆσιν ἐκ τοῦ Περὶ ἄρθρων ἐν ᾗ καθ’ ἓν πάθος ἐπιδείκνυσιν ὁ ῾Ιπποκράτης ὁµοιότητά τε καὶ ἀνοµοιότητα σφάλλουσαν τοὺς πολλοὺς τῶν ἰατρῶν.

9.4.21. ὅταν τις ἐξαρθρήσῃ σπόνδυλος εἰς τὸ πρόσω, ταπεινὸν κατὰ τοῦτο γίγνεταιτὸ χωρίον τῆς ῥάχεως.

9.4.22. ἐνίοτε δὲ περιθραυσθεισῶν τῶν κατὰ τοὺς σπονδύλους ὀπισθίων ἀποφύσεων, ἐξ ὧν ἡ τῆς ῥάχεως ἄκανθα γεννᾶται, κοῖλος καὶ ταπεινὸς ὁ τόπος φαίνεται, καθάπερ ἐπὶ τῶν ἐξηρθρηκότων εἰς τὸ πρόσω τῶν σπονδύλων.

9.4.23. ἔστι δὲ τοῦτο µὲν τὸ πάθος εὐιατότατον, ὀλεθριώτατον δὲ τὸ ἕτερον. ἀγνοοῦντας δὲ τῶν ἰατρῶν ἐνίους τὴν διαφορὰν αὐτῶν ὁ ῾Ιπποκράτης φησὶν οἴεσθαι τεθεραπευκέναι ῥᾳδίως τὴν εἰς τὰ πρόσω τῶν σπονδύλων µετάστασιν.

9.4.24. ὀνοµάζει δὲ τὴν εἰς τὸ πρόσω ταύτην οὐ µόνον οὕτως, ἀλλὰ καὶ ἔσω, καλῶν ἔσω µὲν δηλονότι τὸ βάθος τοῦ σώµατος, ἔξω δὲ τὸ ἐπιπολῆς ὄπισθέν τε καὶ πρόσθεν.

9.4.25. ἔστι δ’ ἡ ῥῆσις αὐτοῦ καθ’ ἣν γέγραπται ταῦτα αὕτη· “ἐκ δὲ τοῦ ὄπισθεν οὐ ῥηΐδιον τοιαύτην ἔξαλσιν γενέσθαι εἰς τὸ εἴσω, εἰ µὴ ὑπέρβαρύ τι ἄχθος ἐµπέσοι· τῶν τε γὰρ ὀστέων τῶν ἐκπεφυκότων ἔξωθεν ἕκαστον τοιοῦτόν ἐστιν ὥστε πρόσθεν ἂν αὐτὸ καταγείη πρὶν ἢ µεγάλην ῥοπὴν εἴσω ποιῆσαι τούς τε ξυνδέσµους βιησάµενον καὶ τὰ ἄρθρα τὰ ἐνηλλαγµένα, ὅ τε αὖ νωτιαῖος πονοίη ἂν εἰ ἐξ ὀλίγου χωρίου τὴν περικαµπὴν ἔχοι τοιαύτην ἔξαλσιν ἐξαλλοµένου σπονδύλου, ὅ τε ἐκπηδήσας σπόνδυλος πιέζοι ἂν τὸν νωτιαῖον, εἰ µὴ καὶ ἀπορρήξειε, πιεχθεὶς δ’ ἂν καὶ ἀπολελαµµένος πολλῶν καὶ µεγάλων καὶ ἐπικαίρων ἀπονάρκωσιν ποιήσειεν, ὥστ’ οὐκ ἂν µέλ[λ]οι τῷ ἰατρῷ ὅπως χρὴ τὸν σπόνδυλον κατορθῶσαι πολλῶν καὶ βιαίων ἄλλων κακῶν παρεόντων.

9.4.26. ὥστε δὴ οὐδ’ ἐµβαλεῖν οἷόν τε οὔτε κατασείσει[ν] οὔτ’ ἄλλῳ οὐδενὶ τρόπῳ πρόδηλον τὸν τοιοῦτον, εἰ µή τις διατεµὼν τὸν ἄνθρωπον, ἔπειτα ἐµβαλόµενος ἐς τὴν κοιλίην ἐκ τοῦ εἴσωθεν τῇ χειρὶ ἐς τὸ ἔξω ἀντωθέοι· καὶ ταῦτα νεκρῷ µὲν οἷόν τε ποιέειν, ζῶντι δ’ οὐ πάνυ. διὰ τί δὲ ταῦτα γράφω;

9.4.27. ὅτι οἴονταί τινες ἰητρευκέναι τοὺς ἀνθρώπους οἷσιν ἔσωθεν ἔπεσον σπόνδυλοι τελέως ὑπερβάντες τὰ ἄρθρα· καίτοι ῥηΐστην εἰς τὸ περιγενέσθαι τῶν διαστροφέων ταύτην ἔνιοι νοµίζουσι καὶ οὐδὲν δέεσθαι ἐµβολῆς, ἀλλ’ αὐτοµάτως ὑγιέα γενέσθαι τὰ τοιαῦτα.

9.4.28. ἀγνοοῦσι δὲ πολὺ καὶ κερδαίνουσιν ὅτι ἀγνοοῦσι· πείθουσι γὰρ τοὺς πέλας. ἐξαπατῶνται δὲ διὰ τόδε· οἴονται τὴν ἄκανθαν τὴν ἐξέχουσαν κατὰ τὴν ῥάχιν ταύτην τοὺς σπονδύλους αὐτοὺς εἶναι, ὅτι στρογγύλον αὐτῶν ἕκαστον φαίνεται ψαυόµενον, ἀγνοοῦντες ὅτι τὰ ὀστέα ταῦτά ἐστι τὰ ἀπὸ τῶν σπονδύλων πεφυκότα, περὶ ὧν ὀλίγῳ πρόσθεν εἴρηται, οἱ δὲ σπόνδυλοι πολὺ προσωτέρω ἄπεισι· στενοτάτην γὰρ πάντων ζῴων ἄνθρωπος κοιλίην ἔχει ὡς ἐπὶ µεγέθει ἀπὸ τοῦ ὄπισθεν εἰς τὸ ἔµπροσθεν, ποτὶ καὶ κατὰ τὸ στῆθος.

9.4.29. ὅταν οὖν τι τούτων τῶν ὀστέων τῶν ὑπερεχόντων ἰσχυρῶς καταγῇ, ἤν τε ἓν ἤν τε πλείω, ταύτῃ ταπεινότερον τὸ χωρίον γίνεται ἢ τὸ ἔνθεν καὶ ἔνθεν. διὰ τοῦτο ἐξαπατῶνται οἰόµενοι τοὺς σπονδύλους εἴσω οἴχεσθαι.”

9.4.30. ὅτι δὲ µεγίστην ἔχει δύναµιν ἡ τῶν ὁµοίων τε καὶ ἀνοµοίων διάγνωσις καὶ πᾶς τεχνίτης δεῖται διακρίνειν εἰ ὅµοια ἢ ἀνόµοια τὰ πράγµατά ἐστι περὶ ἃ διατρίβει, ἀθρεῖν ἔνεστι κἀκ τοῦδε τοῦ παραδείγµατος.

9.4.31. ἐπειδὴ γὰρ ἐν γυµνασίᾳ κεῖται τὸ πλεῖστον τῆς προκειµένης γνώσεως, οὐκ ἐν τοῖς καθόλου [παραδείγµασιν] χρὴ βλέπειν ἀλλ’ ἐν <παραδείγµασιν> πολλοῖς τε καὶ ποικίλοις γυµνάζεσθαι καὶ µάλιστα παρὰ τοῖς ἄριστα µεταχειρισαµένοις τὴν περὶ ταῦτα τέχνην, ῾Ιπποκράτει τε καὶ Πλάτωνι.

9.5.1. Δείξαντος οὖν τοῦ Πλάτωνος ἐν τῷ πρώτῳ τῆς Πολιτείας ἐπὶ πλειόνων παραδειγµάτων, ὧν ἐστι καὶ κυβερνητικὴ καὶ ἰατρική, τοὺς τεχνίτας ὧν <ἂν> ἄρχωσι καὶ διοικῶσιν ἐκείνοις τὴν ὠφέλειαν οὐχ ἑαυτοῖς ἐκπορίζεσθαι, καταγελάσας Θρασύµαχος ποιµένων τε καὶ βουκόλων µνηµονεύει τὸ ἑαυτοῖς συµφέρον, οὐ τὸ τοῖς προβάτοις τε καὶ βουσὶν ἐκποριζόντων.

9.5.2. ἀλλὰ Σωκράτης ἐπιδείκνυσιν αὐτῶν σκοπὸν εἶναι καὶ τέλος ἕτερον µὲν τοῖς [παρὰ] τῇ ποιµαντικῇ τε καὶ βουκολικῇ τέχνῃ µηδὲν ἄλλο σκοπουµένοις παρὰ τὴν τῶν προβάτων τε καὶ βοῶν ὠφέλειαν, ἄλλο δὲ τοῖς εἰς πρᾶσιν ἢ θοίνην παρασκευάζουσι τὰ ζῷα.

9.5.3. πρόδηλον οὖν ὅτι καὶ ἰατρὸς ᾗ µὲν ἰατρός ἐστι ταύτῃ προνοεῖται τῆς τοῦ σώµατος ὑγιείας, ᾗ δὲ δι’ ἄλλο τι τοῦτο πράττει, κατ’ ἐκεῖνο καὶ τὴν προσηγορίαν ἕξει.

9.5.4. τινὲς µὲν γὰρ ἕνεκα χρηµατισµοῦ τὴν ἰατρικὴν τέχνην ἐργάζονται, τινὲς δὲ διὰ τὴν ἐκ τῶν νόµων αὐτοῖς διδοµένην ἀλειτουργησίαν, ἔνιοι δὲ διὰ φιλανθρωπίαν, ὥσπερ ἄλλοι διὰ τὴν ἐπὶ ταύτῃ δόξαν ἢ τιµήν.

9.5.5. ὀνοµασθήσονται τοιγαροῦν ᾗ µὲν ὑγιείας εἰσὶ δηµιουργοὶ κοινῇ πάντες ἰατροί, καθόσον δὲ τὰς πράξεις ἐπὶ διαφόροις ποιοῦνται σκοποῖς, ὁ µέν τις φιλάνθρωπος, ὁ δὲ φιλότιµος, ὁ δὲ φιλόδοξος, ὁ δὲ χρηµατιστής.

9.5.6. οὔκουν τοῖς ἰατροῖς τὸ τέλος ἐστὶν ὡς ἰατροῖς ἔνδοξον ἢ πόριµον, ὡς Μηνόδοτος <ὁ> ἐµπειρικὸς ἔγραψεν, ἀλλὰ Μηνοδότῳ µὲν τοῦτο, Διοκλεῖ δ’ οὐ τοῦτο, καθάπερ οὐδὲ ῾Ιπποκράτει καὶ ᾿Εµπεδοκλεῖ οὐδ’ ἄλλοις τῶν παλαιῶν οὐκ ὀλίγοις ὅσοι διὰ φιλανθρωπίαν ἐθεράπευον τοὺς ἀνθρώπους.

9.5.7. γυµνασάµενος οὖν ἐν τοῖς τοιούτοις τις παραδείγµασι, πάµπολ<λ>α δ’ ἐστὶ παρ’ ῾Ιπποκράτει καὶ Πλάτωνι, ῥᾳδίως κατόψεται τά τε ἴδια τέχνης ἑκάστης καὶ τὰ κοινά.

9.5.8. πρὸς µὲν γὰρ Θρασύµαχον ἐν τῷ πρώτῳ τῆς Πολιτείας Σωκράτης διαλεγόµενος ἔδειξεν ἐπὶ ποιµένων τε καὶ βουκόλων ὡς κοινωνοῦσι µὲν καθόσον εἰσὶ ποιµένες καὶ βουκόλοι, διαφέρονται δὲ καθόσον ὁ µὲν ὡς χρηµατιστής, ὁ δ’ ὡς [ἵνα] καταδαίσηται, κατασκευάζουσιν αὐτὰ πίονα.

9.5.9. κατὰ µέντοι τὸ περὶ ἀγµῶν <῾Ιπποκράτης> διὰ πλειόνων ἔδειξεν ἡµᾶς διακρίνειν τά τε κοινὰ καὶ τὰ ἴδια. κατὰ δὲ τὰς τέχνας τοῦτ’ ἔστιν εἰ ὅµοιά τ’ εἰσὶ καὶ ἀνόµοια· ἓν γάρ ἐστι τῇ δυνάµει τὰ τρία ταῦτα σκέµµατα, τό τε περὶ τῶν κοινῶν καὶ ἰδίων καὶ τὸ διακρίνειν εἰ ὅµοια ἢ ἀνόµοια τὰ παραβαλλόµενα πράγµατά εἰσι, καὶ τρίτον ἐπὶ τούτοις τί ταὐτὸν ἐν αὐτοῖς ἐστι καὶ τί ἕτερον.

9.5.10. εἰώθασι γὰρ οἱ ῞Ελληνες ὅµοια καλεῖν ἐνίοτε τὰ ταὐτὸν ἔχοντά τι, καὶ τά γε παραδείγµατα κατὰ ταὐτὸν ἐν τοῖς παραβαλλοµένοις ἐκέλευσεν ἡµᾶς ὁ Πλάτων ποιεῖσθαι.

9.5.11. Γειτνιᾷ δέ πως τούτῳ τῷ σκέµµατι καὶ τὸ κατὰ τὴν διαιρετικὴν ὀνοµαζοµένην µέθοδον ἧς τὴν µὲν γυµνασίαν ὁ Πλάτων ἐν Σοφιστῇ καὶ Πολιτικῷ πεποίηται, τὴν δὲ ἐξ αὐτῆς χρείαν ἐπέδειξεν οὐκ ἐν τούτοις µόνον, ἀλλὰ σαφέστατα µὲν ἅµα καὶ τελεώτατα κατά τε Φίληβον καὶ Φαῖδρον, οὐ µὴν <ἀλλὰ> καὶ κατὰ τὴν Πολιτείαν τε καὶ ἄλλ’ ἄττα τῶν συγγραµµάτων.

9.5.12. ἐν µὲν οὖν τῷ Σοφιστῇ καὶ τῷ Πολιτικῷ διδάσκει πῶς ἄν τις ἀντὶ τῆς προσηγορίας ἑρµηνεύοι λόγῳ σαφεῖ τε ἅµα καὶ συντόµῳ τὸ σηµαινόµενον αὐτῆς, ὅντινα λόγον ὁρισµόν τε καὶ ὅρον ἐξαιρέτως ἐκάλεσαν οἱ µετὰ Πλάτωνα.

9.5.13. ἐν δὲ τῷ Φιλήβῳ καὶ τῷ Φαίδρῳ δείκνυσιν εἰς τεχνῶν σύστασιν ἀναγκαιοτάτην εἶναι τὴν διαιρετικὴν καὶ συνθετικὴν θεωρίαν γεγυµνάσθαι τε κελεύει διττῶς κατ’ αὐτὴν ἀπὸ µὲν τοῦ πρώτου καὶ γενικωτάτου καταβαίνοντας ἐπὶ τὰ µηκέτι τοµὴν δεχόµενα διὰ τῶν ἐν τῷ µεταξὺ διαφορῶν, δι’ ὧν καὶ τοὺς ὁρισµοὺς τῶν εἰδῶν ἐδεδείχειν συνισταµένους ἐν Σοφιστῇ καὶ Πολιτικῷ, ἔµπαλιν δ’ ἀπὸ τῶν εἰδικωτάτων πολλῶν ὄντων ἀναβαίνοντας ἐπὶ τὸ πρῶτον γένος κατὰ σύνθεσιν· ὁδὸν µὲν γὰρ εἶναι µίαν ἀµφοῖν, ὁδοιπορίαν δὲ διττὴν ἀπὸ θατέρου τῶν πρώτων ἐπὶ θάτερον ἐναλλὰξ ἰόντι.

9.5.14. λέγει δὲ περὶ αὐτῶν ἐν µὲν τῷ Φαίδρῳ κατὰ τήνδε τὴν λέξιν· “—ἐµοὶ δὲ φαίνεται τὰ µὲν ἄλλα τῷ ὄντι παιδιᾷ πεπαῖχθαι· τούτων δέ τινων ἐκ τύχης ῥηθέντων δυοῖν εἰδῶν, εἰ αὐτοῖν τὴν δύναµιν τέχνῃ λαβεῖν δύναιτό τις, οὐκ ἄχαρι.

9.5.15. —τίνων δή;– εἰς µίαν τε ἰδέαν συνορῶντα ἄγειν τὰ πολλαχῇ διεσπαρµένα, ἵν’ ἕκαστον ὁριζόµενος δῆλον ποιῇ περὶ οὗ ἂν ἀεὶ διδάσκειν ἐθέλῃ, ὥσπερ τὰ νῦν δὴ περὶ ἔρωτος ὅ ἐστιν ὁρισθέν, εἴτε εὖ εἴτε κακῶς ἐλέχθη, τὸ γοῦν σαφὲς καὶ τὸ αὐτὸ αὑτῷ ὁµολογούµενον διὰ ταῦτα ἔσχεν εἰπεῖν ὁ λόγος.

9.5.16. —τὸ δ’ ἕτερον δὴ εἶδος τί λέγεις, ὦ Σώκρατες;– τὸ πάλιν κατ’ εἴδη δύνασθαι διατέµνειν, κατὰ ἄρθρα ᾗ πέφυκε καὶ µὴ ἐπιχειρεῖν καταγνύναι µέρος µηδὲν κακοῦ µαγείρου τρόπῳ χρώµενον.”

9.5.17. ταῦτα µὲν οὖν καθόλου περὶ τῆς διαιρετικῆς τε καὶ συνθετικῆς µεθόδου λέλεκται τῷ Πλάτωνι. µεταβὰς δ’ ἐπὶ τὴν ῥητορικὴν τέχνην, εἴη δ’ ἂν ἡµῖν ἕν τι τοῦτο παράδειγµα τῆς ὅλης πραγµατείας, τάδε γράφει·

9.5.18. “—ἐπειδὴ λόγου δύναµις τυγχάνει ψυχαγωγία οὖσα, τὸν µέλλοντα ῥητορικὸν ἔσεσθαι ἀνάγκη εἰδέναι ψυχὴ ὅσα εἴδη ἔχει.

9.5.19. ἔστιν οὖν τόσα καὶ τόσα καὶ τοῖα καὶ τοῖα, ὅθεν οἱ µὲν τοιοίδε οἱ δὲ τοιοίδε γίγνονται. τούτων δ’ οὕτω διῃρηµένων λόγων αὖ τόσα καὶ τόσα ἐστὶν εἴδη, τοιόνδε δὲ ἕκαστον.

9.5.20. οἱ µὲν οὖν τοιοίδε ὑπὸ τοιῶνδε λόγων διὰ τήνδε τὴν αἰτίαν εἰς τὰ τοιάδε εὐπειθεῖς, οἱ δὲ τοιοίδε διὰ τάδε δυσπειθεῖς.

9.5.21. δεῖ δὴ ταῦτα ἱκανῶς νοήσαντα µετὰ ταῦτα θεώµενον αὐτὰ ἐν ταῖς πράξεσιν ὄντα τε καὶ πραττόµενα ὀξέως δύνασθαι ἐπακολουθεῖν τῇ αἰσθήσει ἢ µηδὲν εἶναι πω πλέον αὐτῷ ὧν τότε ἤκουε λόγων ξυνών.

9.5.22. ὅταν δ’ εἰπεῖν τε ἱκανῶς ἔχῃ οἷος ὑφ’ οἵων πείθεται παραγιγνόµενόν τε δυνατὸς ᾖ διαισθανόµενος ἑαυτῷ ἐνδείκνυσθαι ὅτι οὗτός ἐστι καὶ αὕτη ἡ φύσις περὶ ἧς τότε ἦσαν οἱ λόγοι νῦν ἔργῳ παροῦσά σοι, ᾗ προσοιστέον τούσδε ὧδε τοὺς λόγους ἐπὶ τὴν τῶνδε πειθώ, πάντα δὴ ταῦτ’ ἔχοντι, προσλαβόντι καιροὺς τοῦ πότε λεκτέον καὶ ἐπισχετέον βραχυλογίας τε [καὶ] αὖ καὶ ἐλεεινολογίας καὶ δεινώσεως ἑκάστων τε ὅσα ἂν εἴδη λόγων µάθῃ, τούτων τὴν εὐκαιρίαν τε καὶ ἀκαιρίαν διαγνόντι καλῶς τε καὶ τελέως ἐστὶν ἡ τέχνη ἀπειργασµένη, πρότερον δ’ οὔ.

9.5.23. ἀλλ’ ὅ τι ἂν αὐτῶν τις ἐλλείπῃ λέγων ἢ διδάσκων ἢ γράφων, φῇ δὲ τέχνῃ λέγειν, ὁ µὴ πειθόµενος κρατεῖ.”

9.5.24. ταῦτα οὖν αὐτῷ λέλεκται περὶ τῆς ῥητορικῆς ἐνταῦθα διδάσκοντι πῶς ἄν τις αὐτὴν ἄριστα συστήσαιτο µεθόδῳ χρώµενος, οὐ καθάπερ οἱ πολλοὶ δι’ ἐµπειρίας τε καὶ τριβῆς.

9.5.25. ἔτι τε πρὸς τούτοις κατωτέρω µετὰ τὸ διελθεῖν ἐν τῷ µεταξὺ χρήσιµα πολλὰ συγκεφαλαιούµενος αὐτὰ κατὰ λέξιν οὕτως ἔφη·

9.5.26. “ὥστ’ εἰ µὲν ἄλλο τι περὶ τέχνης λόγων λέγεις, ἀκούοιµεν ἄν, εἰ δὲ µή, οἷς νῦν δὴ διήλθοµεν πεισόµεθα, ὡς ἐὰν µή τις τῶν τ’ ἀκουσοµένων τὰς φύσεις διαριθµήσηται καὶ κατ’ εἴδη τε διαιρεῖσθαι τὰ ὄντα καὶ µιᾷ ἰδέᾳ ἀδύνατος ᾖ καθ’ ἓν ἕκαστον περιλαµβάνειν, οὔποτ’ ἔσται τεχνικὸς λόγων πέρι καθόσον δυνατὸν ἀνθρώπῳ.”

9.5.27. Ἐν τούτῳ µὲν τῷ βιβλίῳ διὰ συντόµων ἐδήλωσε περί τε τῆς τῶν τεχνῶν ἁπασῶν καθόλου συστάσεως καὶ περὶ τῆς ῥητορικῆς, ἀκριβέστατα δὲ τὸν λόγον ὅλον ἐν τῷ Φιλήβῳ διῆλθεν. ἐγὼ δὲ ἀπὸ τῶν ἐπικαιροτάτων ἄρξοµαι παραγράψας αὐτοῦ πρώτην τήνδε τὴν ῥῆσιν·

9.5.28. “—φωνὴ µὲν ἡµῖν ἐστί που µία διὰ τοῦ στόµατος ἰοῦσα καὶ ἄπειρος αὖ πλήθει πάντων τε καὶ ἑκάστου.– τί µήν; —καὶ οὐδὲν ἑτέρῳ γε τούτων ἐσµέν πω σοφοί, οὔτε ὅτι τὸ ἄπειρον αὐτῆς ἴσµεν οὔθ’ ὅτι τὸ ἕν· ἀλλ’ ὅτι ὁπόσα τέ ἐστι καὶ ὁποῖα, τοῦτο ἔστι τὸ γραµµατικὸν ἕκαστον ποιοῦν ἡµῶν.

9.5.29. —ἀληθέστατα.– καὶ µὴν καὶ τὸ µουσικὸν ὃ τυγχάνει ποιοῦν, τοῦτ’ ἔστι ταὐτόν. —πῶς; φωνὴ µέν που καὶ τὸ κατ’ ἐκείνην τὴν τέχνην ἐστὶ µία ἐν αὐτῇ.– πῶς δ’ οὔ; —δύο δὲ θῶµεν, βαρὺ καὶ ὀξύ, καὶ τρίτον ὁµότονον· ἢ πῶς;– οὕτως. – ἀλλ’ οὔπω σοφὸς ἂν εἴης τὴν µουσικὴν εἰδὼς ταῦτα µόνα, µὴ εἰδὼς δέ, ὡς ἔπος εἰπεῖν, εἰς ταῦτα οὐδενὸς ἄξιος ἔσῃ.

9.5.30. —οὐ γὰρ οὖν.– ἀλλ’ ὦ φίλε ἐπειδὰν λάβῃς ὁπόσα τὰ διαστήµατά ἐστι τὸν ἀριθµὸν τῆς φωνῆς ὀξύτητός τε πέρι καὶ βαρύτητος καὶ ὁποῖα καὶ τοὺς ὅρους τῶν διαστηµάτων καὶ τὰ ἐκ τούτων ὅσα συστήµατα γέγονεν, ἃ κατιδόντες οἱ πρόσθεν παρέδοσαν ἡµῖν τοῖς ἑποµένοις ἐκείνοις καλεῖν αὐτὰ ἁρµονίας, ἔν τε ταῖς κινήσεσιν αὖ τοῦ σώµατος ἕτερα τοιαῦτα ἐνόντα πάθη γιγνόµενα, ἃ δὴ δι’ ἀριθµῶν µετρηθέντα δεῖν αὖ φασι ῥυθµοὺς καὶ µέτρα ἐπονοµάζειν καὶ ἅµα ἐννοεῖν ὡς οὕτω δεῖ περὶ παντὸς ἑνὸς καὶ πολλῶν σκοπεῖν· ὅταν γὰρ ταῦτά τε λάβῃς οὕτω, τότε ἐγένου σοφός· ὅταν δ’ ἄλλο τῶν ὄντων ὁτιοῦν ταύτῃ σκοπούµενος ἕλῃς, οὕτως ἔµφρων περὶ τούτου γέγονας.

9.5.31. τὸ δ’ ἄπειρόν σε ἑκάστων καὶ ἐν ἑκάστοις πλῆθος ἄπειρον ἑκάστοτε ποιεῖ τοῦ φρονεῖν καὶ οὐκ ἐλλόγιµον οὐδ’ ἐνάριθµον, ἅτ’ οὐκ εἰς ἀριθµὸν οὐδένα ἐν οὐδενὶ πώποτε ἀπιδόντα.

9.5.32. —κάλλιστα, ὦ Φίληβε, ἔµοιγε τὰ νῦν λεγόµενα εἰρηκέναι φαίνεται Σωκράτης.– καὶ ἐµοὶ ταῦτά γε αὐτά· ἀλλὰ τί δή ποτε πρὸς ἡµᾶς οὗτος ὁ λόγος εἴρηται νῦν καὶ τί ποτε βουλόµενος; —ὀρθῶς µέντοι τοῦθ’ ἡµᾶς, ὦ Πρώταρχε, ἠρώτησε Φίληβος.– πάνυ µὲν οὖν καὶ ἀποκρίνου γε αὐτῷ.

9.5.33. —δράσω ταῦτα διελθὼν σµικρὸν ἔτι περὶ αὐτῶν τούτων. ὥσπερ γὰρ ἓν ὁτιοῦν εἴ τίς ποτε λάβοι, τούτων, ὥς φαµεν, οὐκ ἐπ’ ἀπείρου φύσιν [ἀεὶ] δεῖ βλέπειν εὐθὺς ἀλλ’ ἐπί τινα ἀριθµόν, οὕτω καὶ τὸ ἐναντίον ὅταν τις τὸ ἄπειρον ἀναγκασθῇ πρῶτον λαµβάνειν, µὴ ἐπὶ τὸ ἓν τοῦτο εὐθὺς ἀλλ’ ἐπ’ ἀριθµὸν αὖ τινα πλῆθος ἕκαστον ἔχοντά τι κατανοεῖν, τελευτᾶν τ’ ἐκ πάντων εἰς ἕν.

9.5.34. πάλιν δὲ ἐν τοῖς γράµµασι τὸ νῦν λεγόµενον λάβωµεν. —πῶς;– ἐπειδὴ φωνὴν ἄπειρον κατενόησεν εἴτε τις θεὸς εἴτε καὶ θεῖος ἄνθρωπος, ὡς λόγος ἐν Αἰγύπτῳ Θεύθ τινα τούτων γενέσθαι λέγων, ὃς πρῶτος τὰ φωνήεντα ἐν τῷ ἀπείρῳ κατενόησεν οὐχ ἓν ὄντα ἀλλὰ πλείω, καὶ πάλιν ἕτερα φωνῆς µὲν οὔ, φθόγγου δὲ µετέχοντά τινος, ἀριθµὸν δέ τινα καὶ τούτων εἶναι· τρίτον δὲ εἶδος γραµµάτων διεστήσατο τὰ νῦν λεγόµενα ἄφωνα ἡµῖν· τὸ µετὰ τοῦτο διῄρει τά τε ἄφωνα καὶ ἄφθογγα µέχρις ἑνὸς ἑκάστου καὶ τὰ φωνήεντα καὶ τὰ µέσα κατὰ τὸν αὐτὸν τρόπον, ἕως ἀριθµὸν αὐτῶν λαβὼν ἑνί τε ἑκάστῳ καὶ σύµπασι στοιχεῖον ἐπωνόµασε.

9.5.35. καθορῶν δ’ ὡς οὐδεὶς ἡµῶν οὐδ’ ἂν ἓν αὐτὸ καθ’ ἑαυτὸ ἄνευ πάντων αὐτῶν µάθοι, τοῦτον τὸν δεσµὸν αὖ λογισάµενος ὡς ὄντα ἕνα καὶ ταῦτα πάντα ἕν πως ποιοῦντα, µίαν ἐπ’ αὐτοῖς ὡς οὖσαν γραµµατικὴν τέχνην ἐπεφθέγξατο προσειπών.”

9.5.36. ταῦτα µὲν ὁ Πλάτων ἔγραψεν ἐν Φιλήβῳ περὶ συστάσεως τεχνῶν, τῆς κατὰ µέθοδον δηλονότι τὴν λογικήν, οὐ τῆς ἐκ τῆς πολυχρονίου τηρήσεως καὶ τῆς τῶν κατὰ µέρος ἀθροιζοµένης ἐµπειρίας.

9.5.37. ὅτι δ’ οὐκ ἄνευ τοῦ γεγυµνάσθαι περὶ διαίρεσίν τε καὶ σύνθεσιν οἷόν τε γενέσθαι τὴν λογικὴν σύστασιν τῶν τεχνῶν, εὔδηλόν ἐστιν ἐξ ὧν ἄχρι τοῦ δεῦρο λέλεκταί µοι.

9.5.38. καὶ µέντοι καὶ καθ’ ὅλον τὸ βιβλίον τὸν Φίληβον ἐν τοῖς ἑξῆς ἔργῳ δείκνυσι τὴν µέθοδον ἐπὶ τῆς ἡδονῆς ἁπάσας αὐτῆς τὰς διαφορὰς διελθών.

9.6.1. Οὕτω δὲ καὶ ὁ ῾Ιπποκράτης ἔφθασεν ἐν τῷ περὶ διαίτης ὀξέων µεµψάµενος τοὺς Κνιδίους ἰατροὺς ὡς ἀγνοοῦντας τὰς κατ’ εἴδη καὶ γένη διαφορὰς τῶν νοσηµάτων, αὐτὸς δὲ δείκνυσι τοὺς διορισµοὺς καθ’ οὓς τὸ δοκοῦν ἓν εἶναι πολλὰ γίγνεται τεµνόµενον, οὐκ ἐπὶ νοσηµάτων µόνον ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων, ἐν ᾧ τοὺς πλείστους τῶν ἐνδοξοτάτων ἰατρῶν εὑρεῖν ἐστιν ἐσφαλµένους ἄχρι καὶ τῶν βοηθηµάτων.

9.6.2. ἔνιοι µὲν γὰρ ἐπὶ τὰς κατὰ µέρος αὐτῶν ἐλθόντες χρείας ἀµέθοδον εἰργάσαντο τὴν διδασκαλίαν, ἔνιοι δὲ τὸ κοινότατον εἰπόντες ἄχρι µὲν τῆς προχείρου φαντασίας µεθοδικώτερον ἐποιήσαντο τὸν λόγον, τῇ ἀληθείᾳ δὲ µοχθηρότερον.

9.6.3. ἐντεῦθεν δὲ διεφώνησαν ἀλλήλοις, ἔνιοι µὲν ὡς οἰκεῖον βοήθηµα τοῦδέ τινος τοῦ πάθους, οἷον, εἰ τύχοι, πλευρίτιδος, ἀποφηνάµενοι τὴν φλεβοτοµίαν, ἔνιοι δὲ τὴν κάθαρσιν, ὥσπερ γε καὶ πυρίαν οἱ µὲν διὰ σπόγγων, οἱ δὲ διὰ τῶν καλουµένων ὑπὸ τῶν ἰατρῶν µαρσίπων ἤ τινος ἑτέρου.

9.6.4. κατὰ ταὐτὰ δὲ καὶ περὶ λουτρῶν καὶ περὶ ἀλουτίας διηνέχθησαν ὀξυµέλιτός τε καὶ µελικράτου καὶ ὕδατος καὶ οἴνου καὶ πτισάνης ἤτοι τοῦ διηθηµένου χυλοῦ µόνου διδόντες ἢ τῆς κριθώδους µόνης, οἱ δὲ καὶ σιτίων, ἄλλως ἄλλου διορισαµένου τάς τε διαφορὰς τῶν καµνόντων καὶ τῶν εἰρηµένων, <ὧν> ἔδειξε χρῇζον τὸ τῆς πλευρίτιδος πάθος.

9.6.5. ὅπως µὲν οὖν αὐτὸς διῆλθεν ἀτακτότερον πρῶτος εὑρίσκων, ἐν τοῖς ὑποµνήµασιν ἐξήγηµαι τοῦ Περὶ διαίτης ὀξέων, ὅ τινες µὲν ἐπιγράφουσι Πρὸς τὰς Κνιδίας γνώµας, ἔνιοι δὲ Περὶ πτισάνης, ἑκάτεροι µοχθηρῶς.

9.6.6. ἐγὼ δ’ ἵνα καὶ τούτου τοῦ λόγου ἔχωσι διὰ συντόµων σαφῆ τὴν διδασκαλίαν οἱ φιλοµαθεῖς, οὐκ ὀκνήσω δηλῶσαι τὰ κεφάλαια.

9.6.7. τῶν γάρ τοι πλευριτικῶν ἄρτι µὲν ἀρχοµένων ὀδυνᾶσθαι τὴν πλευράν, ὡς ἂν οὐδέπω τῆς διαθέσεως οὔσης σαφοῦς, ἀ<πο>πειρᾶσθαι κελεύει τῶν πυριάσεών τε καὶ θερµασµάτων ὀνοµαζοµένων καὶ διῆλθεν αὐτὸς τὴν ὕλην· εἶτα ἂν µὴ λύηται σκεψάµενον εἴτε “νεοβρῶτι ἐόντι” καὶ εἴτε “ὑποκεχωρηκυίας τῆς κοιλίας” εἴτε µή, διδάσκει τί ποιητέον ἐστίν.

9.6.8. ἐὰν δὲ µὴ ὑπείκῃ πρὸς ταῦτα, διορισµοὺς ἔγραψε τῶν τε φλεβοτοµίας δεοµένων καὶ τῶν καθάρσεως ἐπὶ τίνων τε χρὴ µελικράτῳ ποτῷ χρῆσθαι ἢ ὀξυµέλιτι ἢ ὕδατι µέχρι κρίσεως µηδεµίαν διδόντα τροφήν, ἐπὶ τίνων τε χυλῷ πτισάνης ἢ τῇ κριθῇ χρηστέον τηνικαῦτα καὶ σιτία δοτέον ἐστί· κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ περὶ οἴνου δόσεως διορίζεται τίσι τε χρὴ διδόναι καὶ τίσι µὴ καὶ ὁπότε καὶ ὁποῖον· ὡσαύτως δὲ καὶ περὶ λουτρῶν ὅσα τ’ ἄλλα τοιαῦτα.

9.6.9. Διττῆς δ’ οὔσης ἁµαρτίας ἐν ταῖς διαιρέσεσι διὰ τὸ τοὺς µὲν ἐλλιπέστερον τέµνειν, τοὺς δ’ ὑπερβάλλειν εἰς οὐκ οἰκεῖον τῷ τεµνοµένῳ πλῆθος, ἑκάτερον αὐτῶν ὁ ῾Ιπποκράτης µεµφόµενος ἐν ἀρχῇ µὲν τοῦ βιβλίου τάδε φησί·

9.6.10. “τὰς µέντοι πολυτροπίας τὰς ἐν ἑκάστῃσι τῶν νούσων καὶ τὴν πολυσχιδίαν αὐτῶν οὐκ ἠγνόουν ἔνιοι, τοὺς δ’ ἀριθµοὺς ἑκάστου τῶν νοσηµάτων σάφα ἐθέλοντες φράζειν οὐκ ὀρθῶς ἔγραψαν.

9.6.11. µὴ γὰρ καὶ οὐκ εὐαρίθµητον ᾖ, εἰ τουτέῳ τις σηµανεῖται τὴν τῶν καµνόντων νοῦσον, <τῷ> τὸ ἕτερον τοῦ ἑτέρου διαφέρειν τι, [τὸ] µὴ τωὐτὸ δὲ νόσηµα δοκέειν εἶναι, ἢν µὴ τωὐτὸ οὔνοµα ἔχῃ.”

bannerbanner