
Полная версия:
Сочинения. Том 2
3. Τοῦ µὲν δὴ θερµοῦ νοσήµατος ἐν τῷ καθόλου τὰς αἰτίας εἴποµεν, ἐπὶ δὲ τὸ ψυχρὸν ἤδη µεταβῶµεν. εἰσὶ δὲ καὶ αἱ τοῦδε πλείους τὸν ἀριθµὸν αἰτίαι, οἷον ὁµιλίαι τῶν ψυχόντων, καὶ τῶν ἐσθιοµένων καὶ πινοµένων τό τε ποσὸν καὶ τὸ ποιὸν, καὶ στέγνωσίς τε καὶ µάνωσις, κᾀπὶ τούτοις ἀργία τε καὶ κίνησις ἄµετρος. αὗται γὰρ οὖν δὴ καὶ αὐτὸ τὸ πῦρ σβεννύουσιν αἱ προφάσεις. ἄνθρακι µὲν γὰρ σµικρῷ χιόνα πολλὴν, ἢ κρύσταλλον ἐπιθεὶς, ἢ ὕδωρ ψυχρὸν ἐπιχέας, σβέσεις παραχρῆµα. κᾂν εἰ τὸ περιέχον εἴη ἄκρως ψυχρὸν, οἷον µάλιστα περὶ τὸν ῎Ιστρον χειµῶνος, οὐ µόνον λύχνον ὑπαίθριον ὄψει σβεννύµενον εὐθὺς, ἀλλὰ καὶ πᾶν ἄλλο ὀλίγον πῦρ. οὕτω µὲν ὑπὸ τῆς τῶν ἄγαν ψυχρῶν ὁµιλίας νικᾶται τὸ πῦρ· ὑπὸ δὲ τῆς τῶν τρέφειν αὐτὸ φύσιν ἐχόντων ὑπερβολῆς, ἢ ἐνδείας, ἢ µὴ προσηκούσης ποιότητος ὡδί πως βλάπτεται. ξύλα µὲν ἀθρόα καὶ πολλὰ σωρεύσας ἐπὶ σµικρᾶς φλογὸς ἀποπνίξεις αὐτὴν ὑπερβολῇ ποσότητος ἀµέτρου, µὴ παρέχων δὲ ὅλως ἢ παντάπασιν ὀλίγα, µαραινοµένην ὄψει δι’ ἔνδειαν, ἢ ὀλιγότητα τροφῆς. οὕτω δέ που καὶ τὴν λυχνιαίαν φλόγα θεώµεθα µειουµένην τε καὶ κινδυνεύουσαν σβεσθῆναι ταῖς ἀµετρίαις τῆς οἰκείας τροφῆς. εἴτε γὰρ µὴ παρέχῃς αὐτῇ τοὔλαιον δαψιλὲς, εἴτε ἀθρόως µὲν ἄφθονον αὐτῇ τὴν ὕλην, ἀλλ’ ἤτοι µηδ’ ὅλως καίεσθαι πεφυκυῖαν, ἢ σὺν πολλῷ καµάτῳ, καὶ ταύτην εὐθέως ἐλάττονα ποιήσεις τὴν φλόγα, καθάπερ εἰ καὶ τοὔλαιον ἀναµίξας ὕδατι καταχέεις τοῦ πυρός. καὶ µὲν δὴ καὶ στεγνώσας τὸ περιέχον τὴν φλόγα καὶ µανώσας ἀµέτρως, ὄψει καὶ οὕτως ἐλάττονά τε γιγνοµένην ἐν τάχει καὶ κινδυνεύουσαν σβεσθῆναι. στεγνοῦται µὲν οὖν εἰ σικύαν ἰατρικὴν, ἢ πνιγέαν περιθείης, ἤ τι τοιοῦτον ἕτερον· οὕτω δὲ καὶ τῶν καµίνων εἰ τὰς ὀπὰς ἐµφράξαις. εἰ δὲ ἐν ἡλίῳ πολλῷ καὶ θερινῷ καὶ προσηλίῳ χωρίῳ καταθείης, ἢ µείζονα παραθείης ἑτέραν φλόγα, θεάσῃ καὶ τότε τὴν ἐλάττω µαραινοµένην ἐκ τοῦ µανοῦσθαί τε καὶ δια-φορεῖσθαι σφοδρῶς ὑπὸ τῆς ἔξωθεν φλογὸς ἰσχυροτέρας ὑπαρχούσης. ὅτι δὲ καὶ ῥιπίζων αὐτὴν, ὅπερ ἐστὶ κινῶν, αὐξήσεις µὲν, εἰ µεµετρηµένως αὐτὸ ποιήσεις, ἀµέτρως δὲ ῥιπίσας διαλύσεις τε καὶ σκεδάσεις, οὐδὲ τοῦτο ἄδηλον. οὕτω γοῦν καὶ οἱ ἄνεµοι κατὰ τὸ µέγεθος ἀεὶ τῆς φλογὸς ἐθέλουσιν ὑπάρχειν, εἴ τι µέλλοιεν ὀνήσειν αὐτήν· οἱ δὲ µείζους ἢ κατ’ ἐκείνην σκεδαννύουσιν, οὐ ῥιπίζουσιν. κᾀν τῷδε δῆλον ὡς δεῖται µὲν τῆς ἐπικτήτου κινήσεως ἡ φλὸξ πρὸς αὔξησιν, οὐ µὴν ἀµέτρου γε ταύτης. ἀῤῥωστεῖ µὲν γὰρ οὐδ’ ὅλως ῥιπιζοµένη, σκεδάννυται δὲ καὶ διαφορεῖται πρὸς τῆς ἔξωθεν κινήσεως ἐπιπιπτούσης. κατὰ µὲν δὴ τὸ πρῶτον εἶδος τῆς αἰτίας ὑπὸ παντὸς τοῦ προσπίπτοντος ἔξωθεν ψυχροῦ, τοῦ µὲν κατὰ τὴν θίξιν µόνον, τοῦ δὲ κατὰ τὴν δύναµιν ἔσται τι νόσηµα ψυχρόν. οὕτως ἐν ὕδατι ψυχρῷ νηξάµενός τις ἐβλάβη, καὶ κακῶς λουσάµενος, καὶ διὰ κρύους ὁδοιπορήσας. ἐνίους δὲ καὶ ἀποθανόντας οἶδα πρὶν οἴκαδε παραγενέσθαι. κατὰ δὲ τὸ δεύτερον ἢ ἀπόπληκτος, ἢ ἐπίληπτος, ἢ κίνησιν ἢ αἴσθησιν βεβλαµµένος, ἤ πως ἄλλως κατεψυγµένος ἐξ οἰνοφλυγίας τις ἐγένετο. καί τοί γε αὔξει τὴν ἔµφυτον θερµασίαν ὁ σύµµετρος οἶνος, ὡς ἂν οἰκειοτάτη τροφή. καὶ µὲν δὴ καὶ ἡ τῶν χρηστοτάτων τε καὶ τροφιµωτάτων τῷ ζώῳ σιτίων ἄµετρος προσφορὰ νοσηµάτων ψυχρῶν αἰτία γίγνεται. ὅσα δὲ ψυχρότερα φύσει τῶν ἐσθιοµένων ἢ πινοµένων, καὶ ταῦτα ψυχρῶν νοσηµάτων αἴτια. τῶν τοιούτων δέ ἐστι καὶ µήκων καὶ µανδραγόρα καὶ ὑοσκύαµος καὶ κώνειον, ἃ δὴ καὶ κτείνει τῷ σφοδρῷ τῆς ψύξεως. ἡ δέ γε στέγνωσις ἡ ἐσχάτη, τρίτον γὰρ δὴ τοῦτο νοσηµάτων ψυχρῶν αἴτιον ἐτιθέµεθα, κάρους τε καὶ κώµατα καὶ ἀποπληξίας ἐργάζεται· καὶ τοῦτο ἔστι τὸ πρὸς ῾Ιπποκράτους λεγόµενον, ὡς τῷ ἐξαίφνης ἄφωνον γενέσθαι, φλεβῶν ἀπολήψιες τὸ σῶµα λυπέουσιν. ὀνοµάζει µὲν γὰρ ὁµοίως τοῖς ἄλλοις παλαιοῖς τὰ δύο γένη τῶν ἐναίµων ἀγγείων φλέβας, οὐχ ὥσπερ οἱ νεώτεροι τὸ ἕτερον µόνον τὸ µὴ σφύζον. ἐπειδὰν δὲ ἀποληφθῶσιν αἱ κατὰ τὸ ζῶον ἀρτηρίαι, τοῦτ’ ἔστιν οὕτω πληρωθῶσιν αἵµα-τος, ὡς µηδεµίαν ἔτι κενὴν ἀπολείπεσθαι χώραν ἐν αὐταῖς, εἰς ἣν ἐν τῷ διαστέλλεσθαι τὸν ἔξωθεν ἀέρα ἐπισπᾷν δυνήσονται, καταπνίγεται µὲν ἐν τῷδε καὶ ἔµφυτον θερµὸν, ἀκίνητοι δὲ καὶ ἀναίσθητοι διὰ ταχέων οἱ οὕτω παθόντες ὅλῳ τῷ σώµατι γίγνονται. δέδεικται γὰρ οὖν καὶ τοῦθ’ ἡµῖν ἐν µὲν τῷ περὶ χρείας σφυγµῶν, ὡς ὑπὲρ τοῦ φυλάττεσθαι σύµµετρον ἐν ἅπασι τοῖς µέρεσι τοῦ ζώου τὸ κατὰ φύσιν θερµὸν αἱ ἀρτηρίαι σφύζουσιν· ἐν δὲ τῷ περὶ χρείας ἀναπνοῆς, ὅτι καὶ ἥδε τὴν ἐν τῇ καρδίᾳ θερµότητα φυλάττει σύµµετρον. ὥσπερ οὖν εἰ τὰς ἐκτὸς ταύτας φλόγας ἀποστερήσαις τῆς πρὸς τὸ περιέχον κοινωνίας, ἢ πνιγέαν περιθεὶς αὐταῖς, ἢ σικύαν, ἤ τι τοιοῦτο ἄλλο, διαφθερεῖς παραχρῆµα, κατὰ τὸν αὐτὸν τρόπον, εἰ καὶ τὴν ἐν τοῖς ζώοις θερµότητα καθείρξαις τε καὶ κατακλείσαις, ὡς µηδαµῆ κοινωνεῖν τῷ πέριξ ἀέρι, διαφθερεῖς ἐν τάχει. ἡ µὲν οὖν ἐν τῇ καρδίᾳ θερµασία διὰ τοῦ τῆς φάρυγγος πόρου κοινωνεῖ τῷ περιέχοντι, καὶ εἰ τοῦτον στεγνώσαις, καταπνίξεις τε αὐτὴν αὐτίκα καὶ διαφθερεῖς τὸ ζῶον. ἡ δ’ ἐν ταῖς καθ’ ὅλον τὸν ὄγκον τοῦ σώµατος ἀρτηρίαις θερµασία διά τε τῆς καρδίας αὐτῆς, καθ’ ὃ κοινωνεῖ τῇ φάρυγγι, καὶ διὰ παντὸς τοῦ δέρµατος ἐς τὸ περιέχον ἀναπνεῖ, ῥιπιζοµένη µὲν ἐν ταῖς διαστολαῖς, ἀποχέουσα δὲ τὸ αἰθαλῶδες ἐν ταῖς συστολαῖς, ὑφ’ ὧν ἀµφοτέρων ἡ κατὰ φύσιν αὐτῆς συµµετρία διασώζεται. καὶ δὴ καὶ στεγνωθεισῶν τῶν ἀρτηριῶν ἤτοι, καθάπερ ὀλίγον ἔµπροσθεν ἔφαµεν, ὑπὸ πλήθους αἵµατος, ἢ τινῶν ἐµφραγµάτων ἐν τοῖς στόµασιν αὐτῶν γενοµένων, ὡς µηδαµῆ διαπνεῖσθαι, σβεσθῆναι µὲν ἀνάγκη τὸ θερµὸν, νεκρωθῆναι δὲ τὸ διατεθὲν οὕτω σῶµα. µετρίας µέντοι τῆς στεγνώσεως γενοµένης, οὐκ ἔτι ἐξ ἀνάγκης συστήσεται πάθηµα τοιοῦτον περὶ τὴν ἔµφυτον θερµασίαν. ἀλλ’ εἰ µὲν οἷον αἰθαλῶδές τι καὶ καπνῶδες εἴη, τηνικαῦτα τὸ κατὰ τὸ τοῦ ζώου σῶµα περίττωµα γενόµενον ἕτερον ἔσται πάθηµα τῆς ἐµφύτου θερµασίας· εἰ δ’ ἀτµίζον ἦ µόνον ἡδὺ καὶ χρηστὸν, ἕτερον. ἑκάτερον δ’ αὐτῶν διττὸν, ὡδί πως διαφέρον. ὅταν γὰρ αἷµα χρηστὸν ἀκριβῶς ᾖ κατὰ τὸ σῶµα, µηδενὶ περιττώµατι µοχθηρῷ τεθολωµένον, ἀτµὸς ἐξ αὐτοῦ θερµαινοµένου χρηστὸς ἐγείρεται, µηδὲν ἐπιφερόµενος ἅµ’ ἑαυτῷ πυρῶδες ἢ δριµύ. τὸ µὲν δὴ τοιοῦτον σῶµα µετρίως στεγνωθὲν ἢ πληθωρικὸν ἐν τάχει γένοιτ’ ἂν, ἢ θερµότερον τοῦ κατὰ φύσιν· ἀταλαιπώρως µὲν διαιτωµένοις πληθωρικὸν, ἔνδον µενόντων ὧν ἐχρῆν πονουµένων ἐκκενοῦσθαι· διαπονοῦσι δὲ θερµότερον, ὡς ἂν ἐκ µὲν τῆς κινήσεως αὐξανοµένης τῆς ἐµφύτου θερµασίας, µὴ διαπνεοµένης δὲ τῷ πεπυκνῶσθαι τὸ σῶµα. κατὰ δὲ τὸ καπνῶδες ὑποτρέφον περίττωµα σῶµα στεγνωθὲν ἤτοι πυρετὸς ἐξαφθήσεται, κατακλεισθείσης ἔνδον τῆς λιγνυώδους ἀναθυµιάσεως, ἢ καταπνιγήσεται καὶ σβεσθήσεται τὸ ἔµφυτον θερµόν. ἑκάτερον δ’ αὐτῶν ἀκολουθήσει τῷ τε πλήθει τοῦ περιττώµατος καὶ τῷ ποσῷ τῆς στεγνώσεως. εἰ µὲν γὰρ τὸ καπνῶδες περίττωµα τὸ δεόµενον τῆς κενώσεως εἴη πάµπολυ καὶ ἡ στέγνωσις σφοδρὰ, κίνδυνος ἀποσβεσθῆναι καταπνιγεῖσαν ὑπὸ τοῦ περιττώµατος τὴν ἔµφυτον θερµασίαν·εἰ δ’ ὀλίγον τε εἴη τὸ περίττωµα καὶ ἡ στέγνωσις βραχεῖα, πυρετὸς ἀναφθήσεται. δῆλον οὖν ὡς καὶ τὰς φυσικὰς ἐπίστασθαι χρὴ καὶ τὰς ἐπικτήτους διαθέσεις τοῦ σώµατος, ἐν αἷς ἤτοι λιγνυῶδες, ἢ καπνῶδες, ἢ ἀτµῶδές ἐστι τὸ διαπνεόµενον. ἀλλὰ τοῦτο µὲν ἐν τῇ τῆς θεραπευτικῆς µεθόδου λεχθήσεται πραγµατείᾳ· νυνὶ δὲ ἐπὶ τὸ προκείµενον ἐπανίωµεν. ὥσπερ γὰρ ἡ στέγνωσις ψύξεως αἰτία πολλάκις γίγνεται καθ’ ὃν εἴρηται τρόπον, οὕτω καὶ ἡ µάνωσις, ὅταν ἐπιπλέον ἢ προσῆκε διαφορήσῃ τε καὶ σκεδάσῃ τὸ ἔµφυτον θερµὸν, ψυχρότερον ἀπεργάζεται τὸ σῶµα. γίγνεται δὲ ταῦτα καὶ καθ’ ὅλον µὲν τὸ ζῶον, οὐ µὴν ἀλλὰ καὶ καθ’ ἕκαστον µόριον ὡσαύτως, ἤτοι στεγνούµενον, ἢ µανούµενον. εἰ γὰρ ἥν περ ὅλον ἔσχε τὸ σῶµα διάθεσιν ἐπὶ ταῖς ἐµφράξεσί τε καὶ πληρώσεσι τῶν ἀρτηριῶν, ταύτην σχοίη τὸ µόριον ὑπὸ τῶν ἐν αὐτῷ µόνων πεπονθυιῶν ἀρτηριῶν, ἀνάγκη δήπου καὶ νοσῆσαι παραπλησίως αὐτῷ. καὶ µὲν δὴ καὶ τὰ προσπίπτοντα ἔξωθεν αὐτῷ φάρµακά τε καὶ ὕδατα φαρµακώδη καὶ ψυχρὰ καὶ αὐτὸ τὸ περιέχον ἤτοι στέγνωσιν, ἢ µάνωσιν ἄµετρον ἐναπεργάζεσθαι δυνήσεται τῷ µορίῳ. καί τινες βίαιοι δεσµοὶ ποτὲ µὲν αὐτῷ τῷ µέρει, ποτὲ δὲ τοῖς ὑπερκειµένοις περιτιθέµενοι νεκρώσουσί τε καὶ καταψύξουσιν αὐτὸ, τῆς πρὸς τὴν ἀρχὴν τοῦ ζώου κοινωνίας στερήσαντες, ἐξ ἧς αὐτῷ καὶ ἡ σύµφυτος ἐπέῤῥει θερµασία καὶ ἡ κινοῦσα τὰς ἀρτηρίας δύναµις ἐχορηγεῖτο.
4. Περὶ µὲν δὴ τῶν θερµῶν τε καὶ ψυχρῶν νοσηµάτων αὐτάρκως εἴρηται·περὶ δὲ τῶν ξηρῶν ἐφεξῆς λεγέσθω. εἰ δέ τις διαπονοίη µὲν πλείω καὶ διαπνοίη, τρέφοιτο δὲ ἐλάττω, καὶ ταῦτα ξηρότερα τὴν δύναµιν, ξηρότερος ὢν τὴν κρᾶσιν, εἰς ξηρὸν ῥᾳδίως ὑπαχθήσεται νόσηµα, καὶ µάλιστα εἰ φροντίσειεν, ἢ ἀγρυπνήσειε πλείω. καὶ µὴν καὶ αἱ τοῦ περιέχοντος ἡµᾶς ἀέρος καταστάσεις αἱ ξηραὶ ξηραίνουσι δηλονότι καὶ αὐτὰ τὰ τῶν ζώων σώµατα, καὶ νῆξις ἐν ὕδατι νιτρώδει τε καὶ θειώδει καὶ στυπτηριώδει καὶ ἀσφαλτώδει καί τινος ἑτέρου τοιαύτης ποιότητος µετέχοντι. καὶ µέν γε καὶ ὅσα τῶν φαρµάκων ξηρὰ τὴν δύναµίν ἐστιν, εἴτ’ ἔσωθεν, εἴτ’ ἔξωθεν προσφέροιτο, ξηραίνει καὶ ταῦτα. εἴρηται δὲ ὑπὲρ αὐτῶν ἐπιπλέον ἐν τοῖς περὶ φαρµάκων.
5. Αὗται µὲν καὶ αἱ τῶν ξηρῶν νοσηµάτων αἰτίαι. τῶν δ’ ὑγρῶν αἱ ἐναντίαι σύµπασαι, ἐδεσµάτων µὲν ὑγροτέρων τὴν δύναµιν ἀφθονία, καὶ πλείω τὰ πώµατα, καὶ σύµπασα ἡ ἁβροτέρα δίαιτα, καὶ ἡ θυµηδία, καὶ λουτρὰ γλυκέων ὑδάτων πολλὰ, καὶ µᾶλλον µετὰ τροφήν. οὕτω δὲ καὶ ἀργὸς ὁ σύµπας βίος, καὶ ἄπονος, ὄµβροι τε πολλοὶ, καὶ ἡ πᾶσα κατάστασις ὑγρὰ, καὶ φάρµακα ταὐτὸ τοῦτο δρᾷν δυνάµενα.
6. Πρόδηλον δ’ ὅτι καὶ τὰ τῶν συνθέτων νοσηµάτων αἴτια σύνθετα πάντως ἐστίν. εἰ γὰρ ἅµα θερµὴ καὶ ξηρὰ συνέλθοι ποτὲ αἰτία, θερµὸν καὶ ξηρὸν ἀνάγκη γενέσθαι τὸ νόσηµα, καὶ εἰ θερµὴ καὶ ὑγρὰ, θερµὸν καὶ ὑγρόν· οὕτω δὲ κᾀπὶ τῶν λοιπῶν δυοῖν συζυγιῶν, ὑγρᾶς καὶ ψυχρᾶς καὶ ξηρᾶς καὶ ψυχρᾶς. ὅπερ δ’ ἀναγκαῖόν ἐστιν ἐν τῷ λόγῳ προσθεῖναί τε καὶ διορίσασθαι, τοῦτο ἤδη λεγέσθω, τὸ πολλάκις µὲν ὑπὸ πάντων τῶν αἰτίων ὁµοειδῶν ἀλλήλοις ὄντων ἀλλοιοῦσθαι τὸ σῶµα, πολλάκις δὲ ἐναντίων ταῖς δυνάµεσιν ὑπαρχόντων, ποτὲ µὲν τὰ πλείω κρατεῖν ἐξ αὐτῶν, ἢ τὰ πολυχρονιώτερα, ποτὲ δὲ τὰ ἰσχυρότερα, ποτὲ δὲ τὴν ἀπ’ ἀµφοτέρων βλάβην ὁµοίως ἀναδέχεσθαι τὸ σῶµα. καί τι δόξειεν ἂν εἶναι τοῦτό γε ἀδύνατον ἅµα θερµότερόν τε καὶ ψυχρότερον ἀποτελεῖσθαι τοῦ κατὰ φύσιν ἓν καὶ ταὐτὸν σῶµα, καὶ ὑγρότερον αὖ καὶ ξηρότερον, ἀλλὰ καὶ γίνεται τοῦτο. καὶ δεόντως ἀνώµαλος ὀνοµάζεται δυσκρασία, καὶ ἡµῖν ἰδίᾳ περὶ αὐτῆς ἐν ἑτέρῳ γράµµατι λέλεκται τὰ εἰκότα, καὶ οὐ χρὴ νῦν ἔτι µηκύνειν ὑπὲρ αὐτῶν, ἀλλ’ ἐπὶ τὰ λοιπὰ γένη τῶν νοσηµάτων ἰτέον ἤδη τὰς αἰτίας αὐτῶν σκεψοµένους. ἀναµνησθῆναι δὲ πάλιν κᾀνταῦθα προσήκει τῶν εἰρηµένων ἐν τῷ περὶ τῆς τῶν νοσηµάτων διαφορᾶς, ὡς ἐνίοτε µὲν αὐταῖς µόναις ταῖς τέτταρσι ποιότησιν ἐξίσταται τοῦ κατὰ φύσιν ἔχειν τὰ σώµατα, µηδεµιᾶς ἔξωθεν αὐτοῖς ἐπιῤῥυείσης ἑτέρας οὐσίας, ἐνίοτε δὲ ἐµπίπλαται ῥεύµατος ὑγροῦ µὲν πάντως τὴν ἰδέαν, οὐχ ὑγροῦ δὲ τὴν δύναµιν. εἴρηται µὲν οὖν καὶ τοῖς παλαιοῖς ἰατροῖς τε καὶ φιλοσόφοις ὑπὲρ τῆς τῶν τοιούτων ὑγρῶν δυνάµεως· ἀποδέδεικται δὲ καὶ ἡµῖν ἐν ἄλλοις τέ τισι καὶ ἐν τοῖς περὶ φαρµάκων ὑποµνήµασιν. ὅσον δ’ ἐξ αὐτῶν εἰς τὰ παρόντα χρήσιµον, εἰρήσεται καὶ νῦν, ὡς ἡ µὲν ξανθὴ χολὴ θερµὴ καὶ ξηρὰ τὴν δύναµίν ἐστιν, ἡ δὲ µέλαινα ξηρὰ καὶ ψυχρά· ὑγρὸν δὲ καὶ θερµὸν τὸ αἷµα· καὶ ψυχρὸν καὶ ὑγρὸν τὸ φλέγµα· καὶ ὡς ἐνίοτε µὲν εἰλικρινὴς ἐπιῤῥεῖ τούτων ἕκαστος τῶν χυµῶν, ἐνίοτε δ’ ἀλλήλοις ἐπιµίγνυνται· καὶ ὡς αἱ τῶν οἰδούντων τε καὶ σκιῤῥουµένων καὶ φλεγµαινόντων µορίων διαθέσεις ἐντεῦθεν ἐπὶ πλεῖστον ποικίλλονται. καὶ γὰρ οὖν καὶ ἄνθρακες καὶ καρκῖνοι καὶ ἕρπητες ἐρυσιπέλατά τε καὶ γάγγραιναι καὶ φύγεθλα καὶ φαγέδαιναι καὶ σατυριάσεις ἐκ τούτου τοῦ γένους εἰσί. καὶ µὴν καὶ ἄλφοι καὶ ἀθερώµατα καὶ ἀχῶρες καὶ µελικηρίδες καὶ γαγγλία καὶ στεατώµατα ῥευµάτων εἰσὶν ἔγγονα νοσήµατα. διαφέρει δ’ ἀλλήλων ταῦτα καὶ ἄλλα σύµπαντα τὰ προειρηµένα τῷ τὰ µὲν ἐκ φλέγµατος γίγνεσθαι µόνου, τὰ δὲ ἐξ αἵµατος, τὰ δὲ ἐκ τῆς ξανθῆς χολῆς, τὰ δὲ ἐκ τῆς µελαίνης, τὰ δὲ ἐξ ἄλλου τινὸς χυµοῦ οὐ τελέως παρὰ φύσιν. ἀλλὰ καὶ οὗτος ὅστις ἂν ᾖ, πάντως ἔκ τινος τῶν προειρηµένων ἐστὶ γενῶν· οὐ γὰρ ἐνδέχεται µὴ οὐχὶ θερµὸν εἶναι καὶ ξηρὸν αὐτὸν, ἢ θερµὸν καὶ ὑγρὸν, ἢ ψυχρὸν καὶ ξηρὸν, ἢ ψυχρὸν καὶ ὑγρὸν, ἀλλ’ ὅσον ἐπὶ πλεῖστον ἥκει πάχους καὶ ψύξεως, ἐκπίπτει µὲν τοῦ κατὰ φύσιν φλέγµατος τῆς ἰδέας, ἕτερος δὲ εἶναι δοκεῖ χυµὸς ὅλῳ τῷ γένει παρὰ φύσιν. οὐ µὴν οὕτως γε ἔχει τἀληθές. ὅστις ἂν γὰρ ὑγρὸς ᾖ καὶ ψυχρὸς τὴν δύναµιν, ἐν τῷ τοῦ φλέγµατος γένει περιέχεται. κατὰ δὲ τὰ αὐτὰ καὶ ὅστις ἂν ᾖ ξηρὸς καὶ θερµὸς, ὁµογενής ἐστι τῇ ξανθῇ χολῇ. λέλεκται δὲ καὶ περὶ τούτων ἐπὶ πλέον ἑτέρωθι. καὶ νῦν οὐ χρὴ µηκύνειν ὑπὲρ αὐτῶν, εἰρήσεται γὰρ οὖν καὶ αὖθις ἐπὶ πλέον ὑπὲρ ἁπάντων τούτων ἐν τοῖς τῆς θεραπευτικῆς µεθόδου γράµµασιν· ὃ δ’ ἐστὶν οἰκεῖον τῆς ἐνεστώσης διεξόδου, πάλιν ἐπανίωµεν. ἅπαντα γὰρ τὰ τοιαῦτα νοσήµατα τῆς φύσεως ἀποτιθεµένης ἑκάστοτε τὸ περιττὸν εἰς ἀκυρώτερα µόρια γίγνεται. τοῦτο µὲν δὴ καὶ ἄλλοις ἔµπροσθεν εἴρηται πολλοῖς·ὅστις δὲ ὁ τρόπος ἐστὶ τῆς ἀποθέσεως, οὐκ ἔτ’ εἴρηται· λογισµὸν γάρ τινα καὶ νοῦν τῇ φύσει δώσοµεν, ἐὰν ἁπλῶς αὐτὴν ἀποτίθεσθαι φῶµεν ἐκ κυρίων µορίων εἰς ἄκυρα πᾶν ὁτιοῦν ὑπάρχον µὴ χρηστόν. ἀλλ’ ὅτι µὲν ἐν τοῖς νοσήµασιν αἱ ἀγαθαὶ κρίσεις ὑπό τινος τοιαύτης γίγνονται δυνάµεως ἐναργῶς φαίνεται· τίς δὲ ὁ τρόπος ἐστὶν αὐταῖς τῆς γενέσεως οὐκ ἀκριβῶς οἱ πρὸ ἡµῶν ἐξηγήσαντο, διότι µηδὲ τὰς φυσικὰς δυνάµεις, ὑπὲρ ὧν ἡµεῖς ἐν ἑτέροις ὑποµνήµασι διήλθοµεν, ἀκριβῶς ἠδυνήθησαν ἀποδεῖξαι πόσαι τέ εἰσι καὶ τίνες ὁποῖόν τέ τί ἐστι τὸ ἑκάστου αὐτῶν ἔργον. ἀλλὰ νῦν γε χαλεπὸν οὐδέν ἐστι περὶ τούτων ἁπάντων διελθεῖν, ὑποθέσεσιν εἰς αὐτὰ χρησάµενον τοῖς δι’ ἐκείνων ἀποδεδειγµένοις. οὐσῶν δὲ τεττάρων δυνάµεων, ὧν ἅπαν µετέχει µόριον καὶ ζώου καὶ φυτοῦ, καὶ τῆς µὲν ἑλκούσης τὸ οἰκεῖον, τῆς δὲ ἀλλοιούσης, τῆς δὲ ἀποκρινούσης τὸ περιττὸν, ὄντος δὲ τοῦ περιττοῦ διττοῦ κατὰ γένος· ἢ γὰρ τῷ ποσῷ περιττόν ἐστιν ἢ τῷ ποιῷ· καὶ τοίνυν καὶ τῶν τοῦ σώµατος µορίων οὐκ ἴσην ἁπάντων ἐχόντων τὴν ῥώµην, ἀλλὰ τῶν κυριωτέρων εὐθὺς ἐξ ἀρχῆς ὑπὸ τῆς φύσεως ῥωµαλεωτέρων ἀποτελεσθέντων, εὔλογον ἐν τοῖς ἀκαθάρτοις τε καὶ περιττωµατικοῖς σώµασιν ἐπιῤῥεῖν τι τοῖς ἀκυρωτέροις µορίοις. ἅτε γὰρ ἐξ ἁπάντων τῶν ἰσχυροτέρων µορίων ἐλαυνόµενον τὸ περίττωµα, καὶ µηδαµόθι στῆναι δυνάµενον, εἰς τὸ πάντων ἀσθενέστατον ἀφικνεῖται µόριον. ἄλλο δὲ δι’ ἄλλο τοιοῦτόν ἐστιν, ἢ εὐθὺς ἐν τῇ πρώτῃ συµπήξει τοῦ ζώου πληµµεληθὲν, ἢ ἐξ ὑστέρου βλαβὲν, ἢ καὶ φύσει δεόµενον εἶναι τοιοῦτον, ὥσπερ καὶ τὸ δέρµα. τοῦτο γὰρ ἅτε µηδεµιᾶς ἐνεργείας ἕνεκεν, ἀλλὰ χρείας µόνης γεγενηµένον, ἀσθενέστερον εἶναι προσήκει τῶν ἐνεργούντων. ἔστι γὰρ οἷον σκέπασµά τι καὶ περίβληµα τοῦ ζώου σύµφυτον, οὔτ’ οὖν πέψιν, οὔτε ἀνάδοσιν τροφῆς, οὔτ’ ἐξαιµάτωσιν, οὔτε σφυγµὸν, οὔτε ἀναπνοὴν, οὔτε κίνησιν καθ’ ὁρµὴν, οὔθ’ ὅλως ἐνέργειάν τινα τῷ ζώῳ παρεχόµενον. ἅµα δὲ καὶ πάντων ἔξωθεν κείµενον εὐλόγως ἐκδέχεται τὰ τοῦ σώµατος ὅλου περιττώµατα. πολλὰ µὲν γὰρ εὐθὺς ἐξ ἀρχῆς ἡ φύσις ἐτεχνήσατο τῶν περιττωµάτων καθάρσεως ἕνεκεν ὄργανα, καὶ πρός γε τὴν ὑγείαν ἀρκεῖ µόνα ταῦτα, ἐπειδὰν µήτε τις ἐκ τοῦ περιέχοντος ἐγγίνηται βλάβη τῷ ζώῳ, µήτ’ ἐκ πληµµελοῦς διαίτης περιττωµατικὸν ἀµέτρως ὅλον ἀπεργασθῇ τὸ σῶµα. τοιούτου δέ τινος συµβάντος ἁµαρτήµατος, οὐκ ἔτ’ αὐτάρκη µόνα τὰ φυσικὰ τῶν ὀργάνων ἀποκαθαίρειν τὸ πλῆθος τοῦ περιττώµατος, κᾀν τούτῳ κατασκήπτει ῥεύµατα τοῖς ἀσθενεστέροις µορίοις ἐκ τῶν ἰσχυροτέρων ἐλαυνόµενα· συµβαίνει δέ ποτε καὶ στεγνωθέντων τῶν ἐκκαθαιρόντων αὐτὰ πόρων ἑτέροις ἐπιῤῥυῆναι χωρίοις. αὗται µὲν αἱ ἀρχαὶ τῆς γενέσεως ἁπάντων εἰσὶ τῶν προειρηµένων νοσηµάτων. αὐξάνεται δ’ ἐν αὐτοῖς ἤδη τοῖς µέλεσι τὸ κακὸν, ὡς ἂν σφηνουµένων τε καὶ διασηποµένων τῶν περιττωµάτων, καὶ οὕτως αὐτῶν τε χειρόνων γενοµένων, καὶ τὸν ἐπιῤῥέοντα χυµὸν ἐξ ὑστέρου, κ¿ν χρηστὸς ᾖ, συνδιαφθειρόντων.
7. ᾿Αλλὰ γὰρ ἐπειδὴ καὶ τὰ τῶν ὁµοιοµερῶν σωµάτων ἴδια νοσήµατα διήλθοµεν, ἑξῆς ἂν εἴη λέγειν τὰ τῶν ὀργανικῶν, ἀπὸ τοῦ πρώτου κατ’ αὐτὰ τοῦ παρὰ τὴν διάπλασιν ὑπαρξαµένους γένους. γίγνεται δὲ τοῦτο ποτὲ µὲν τοῦ κατὰ φύσιν σχήµατος ὑπαλλαττοµένου, ποτὲ δὲ λειότητός τινος, ἢ τραχύτητος, ἢ πόρου διαφθειροµένου. τῆς µὲν δὴ τοῦ κατὰ φύσιν σχήµατος ἐξαλλαγῆς αἰτίαι, πρώτη µὲν ἡ κατὰ γαστρὸς ἔτι κυουµένων αὐτῶν διάπλασις µοχθηρὰ, πλήθους ὕλης ἢ ποιότητος οὐκ ἐπιτηδείου ταῖς φυσικαῖς τοῦ σπέρµατος κινήσεσιν ἐµποδὼν γιγνοµένης· δευτέρα δὲ ἥ τε κατὰ τὴν ἀποκύησιν αὐτὴν κᾀν τῷ σπαργανοῦσθαι πληµµέλεια. µαλακὰ γὰρ ἔτι καὶ ὀλίγου δεῖν ῥυτὰ τὰ τῶν νεογνῶν παιδίων ὑπάρχοντα σώµατα ῥᾳδίως ἐκστρέφεται, δεχοµένων τε τῶν µαιῶν αὐτὰ κατὰ τὴν ἀποκύησιν οὐκ ὀρθῶς, ἐνειλιττουσῶν τε τοῖς σπαργάνοις ἔστιν ὅτε µὴ δεόντως, εἶτ’ αὖθις τῶν τροφῶν ἀναιρουµένων τε καὶ ἀποτιθεµένων οὐ κατὰ τρόπον ἔν τε τῷ γάλα παρέχειν καὶ ἐν τῷ λούειν καὶ σπαργανοῦν. ἐν ἅπασι γὰρ τοῖς τοιούτοις εἰ µή τις ἐπιτηδείως µεταχειρίζοιτο, ῥᾳδίως ἐκστρέφεται καὶ διαφθείρεται τὸ κατὰ φύσιν ἑκάστου τῶν µελῶν σχῆµα. καὶ µὲν δὴ κᾀν τῇ µετὰ ταῦτα ἀνατροφῇ συµπάσῃ τὰ µὲν ὑπὸ πλησµονῆς ἀµέτρου, τὰ δ’ ὑπὸ κινήσεως πληµµελοῦς ἢ πρωϊαίτερον τοῦ δέοντος ἵστασθαί τε καὶ βαδίζειν ἐπιτραπέντος αὐτοῖς ἢ σφοδρότερον κινεῖσθαι, πολλὰ τῶν µελῶν διαστρέφεσθαι συµβαίνει, τῶν µὲν πλησµονῶν τὰς φυσικὰς ἐνεργείας ἐµποδιζουσῶν, τῶν δ’ ἀκαίρων ἢ σφοδρῶν κινήσεων κλονουσῶν τε καὶ περιαγουσῶν ἐφ’ ἃ µὴ χρὴ τὰ κῶλα. τὰ µὲν γὰρ σκέλη κᾀξ αὐτοῦ τοῦ βάρους τῶν ὑπερκειµένων σωµάτων ἢ πρὸς τοὐκτὸς ἢ πρὸς τὸ ἐντὸς διαστρέφεται κατὰ τὴν ἀρχαίαν τῆς κνήµης ῥοπήν. οἷς µὲν γὰρ ὀρθότερα τοῦ δέοντός ἐστι φύσει, βλαισοῦται µᾶλλον· οἷς δὲ κοιλότερα, ῥαιβοῦται. καλῶ δὲ βλαισὸν µὲν τὸ ἐπὶ τὰ ἐκτὸς ῥέπον, ῥαιβὸν δὲ τὸ ἐπὶ τἀναντία. καὶ κατὰ τὸν θώρακα δὲ µέλη διαστρέφεται πολλάκις ὑπὸ τῶν σφιγγουσῶν τροφῶν αὐτὰ κακῶς ἔξωθεν ἐν τῇ πρώτῃ ἀνατροφῇ. καὶ µάλι-στα παρ’ ἡµῖν ἔστι τὸ τοιοῦτον ἰδεῖν συνεχῶς γιγνόµενον ἐπὶ τῶν παρθένων. αὐξάνεσθαι γὰρ αὐτῶν αἱ τροφοὶ βουλόµεναι τὰ κατ’ ἰσχία τε καὶ λαγόνας, ὡς πολλῷ µείζω γίγνοιτο τῶν κατὰ θώρακα, ταινίαις τισὶν ὅλον ἐν κύκλῳ περιλαµβάνουσιν ἰσχυρῶς σφίγγουσαι τὰ κατ’ ὠµοπλάτας τε καὶ θώρακα µόρια σύµπαντα, κᾀν τούτῳ πολλάκις ἀνίσου γιγνοµένης τῆς τάσεως, ἢ προπετὲς εἰς τὸ ἔµπροσθεν ἀπέφηναν τὸ στῆθος, ἢ τὰ ἀντικείµενα τὰ κατὰ ῥάχιν κυρτά. συµβαίνει δὲ ἐνίοτε καὶ ὥσπερ διακεκλασµένον καὶ παρηγµένον εἰς τὰ πλάγια γίγνεσθαι τὸ µετάφρενον, ὡς τὴν µὲν ἑτέραν ὠµοπλάτην ἀναυξῆ τε καὶ µιρκὰν καὶ προσεσταλµένην ἱκανῶς φαίνεσθαι, τὴν δ’ ἑτέραν ἐξέχουσάν τε καὶ προπετῆ καὶ πάντῃ µείζονα. αὗται σύµπασαι κακίαι σχηµάτων ἐν θώρακι συνίστανται πληµµελείᾳ καὶ ἀµαθίᾳ τῶν τροφῶν ἀγνοουσῶν ἰσοῤῥόπως ἐπιδεῖν. οὕτω δὲ καὶ οἱ ἰατροὶ πολλάκις οὐκ ὀρθῶς ἐπιδοῦντές τε καὶ διαπλάττοντες τὰ κατεαγότα κῶλα διέστρεψαν, ὥσπερ αὖ πάλιν οὐδὲν ἐξαµαρτάνοντος τοῦ θεραπευόντος, αὐτὸς ὁ κάµνων πρὶν ἀκριβῶς κρατυνθῆναι τὸν πῶρον ἐπιχειρήσας χρῆσθαι τῷ κώλῳ, τῆς διαστροφῆς ἑαυτῷ γίνεται δηµιουργός. ἀλλὰ καὶ θλασθέντα µόρια καθάπερ ῥὶς, ἢ καὶ περιθραυσθέντα καθάπερ οἱ ἄµβωνες τῶν κοτυλῶν, ἔστιν ὅτε δὲ καὶ τῶν ὀστῶν ἐκκοπέντων ἢ σαρκὸς πλείονος, εἶτ’ οὐ κατ’ ἶσον αὐξηθείσης, ἀπόλλυσι τὸ κατὰ φύσιν σχῆµα. ἕτερος δὲ τρόπος βλάβης σχηµάτων ὁ διὰ πλησµονὴν ἄµετρον ἢ ἔνδειαν, ὥσπερ τοῖς ὑπερπαχυνθεῖσιν ἢ συντακεῖσιν ἄγαν, ἤτοι καθ’ ἕν τι µόριον ἢ καὶ σύµπαντι τῷ σώµατι. καὶ γὰρ οὖν καὶ ὁ ἐλέφας ὀνοµαζόµενος καὶ ἡ φθόη φανερῶς ἐξαλλάττουσι τὴν µορφήν. σιµοῦται µὲν γὰρ ἡ ῥὶς, καὶ τὰ χείλη παχέα καὶ ἀπεξυσµένα τὰ ὦτα φαίνεται, καὶ τὸ σύµπαν ὅµοιοι τοῖς σατύροις οἱ ἐλεφαντιῶντες γίγνονται. ῥὶς δ’ ὀξεῖα, καὶ κρόταφοι συµπεπτωκότες, καὶ ὀφθαλµοὶ κοῖλοι, καὶ τὰ κατ’ ὠµοπλάτας τε καὶ βραχίονας οἱονεὶ πτέρυγες ἔξωθεν αἰωρούµεναι τοῖς φθίνουσι φαίνονται. καὶ διαφθείρεται µὲν ἐν τούτοις ἅπασιν κατὰ πρῶτον λόγον τὸ κατὰ φύσιν σχῆµα·κατὰ δ’ αὖ συµβεβηκὸς ἐν µὲν τοῖς παραλελυµένοις ἢ σπωµένοις ἢ φλεγµαίνουσιν ἢ σκιῤῥουµένοις, ἢ νεῦρα διῃρηµένοις ἢ τένοντας, ἢ ὑπὸ σκληρῶν οὐλῶν δεδεγµένοις. ἐν ἅπασι γὰρ τοῖς τοιούτοις ἑτερόῤῥοπον γίγνεται τὸ µόριον ἄλλοτε κατ’ ἄλλην αἰτίαν. ἐν µὲν τοῖς κατὰ θάτερα παραλελυµένοις, ὑπὸ τῶν ἐνεργούντων µυῶν ἑλκόµενον. οὕτω δὲ κᾀν τοῖς ἑτεροῤῥόποις σπασµοῖς ὑπὸ τῶν σπωµένων. καὶ φλεγµοναὶ δὲ καὶ σκίῤῥοι καὶ οὐλαὶ σκληραὶ καὶ πάνθ’ ὅσα τοιαῦτα παθήµατα τείνοντα πρὸς ἑαυτὰ τὸ συνεχὲς, οὕτω διαστρέφει τὸ µόριον. ἐν δ’ αὖ τοῖς διατετµηµένοις νεύροις καὶ τένουσιν, ὥσπερ ἐν τοῖς παραλελυµένοις ἡ τῶν ἀντιτεταγµένων τε καὶ κατὰ φύσιν ἐχόντων ἐνέργεια πρὸς ἑαυτὴν ἐπισπᾶται τὸ µέρος, ὥστε τὰς πολλὰς ταύτας αἰτίας ἑνὶ τρόπῳ συµπάσας ὑπάγεσθαι τῇ διαστρεφούσῃ τὸ µέρος ἑτεροῤῥόπῳ τάσει. καὶ περὶ µὲν τῆς τῶν παρὰ φύσιν σχηµάτων διαφορᾶς ἱκανὰ καὶ ταῦτα. τὰς δ’ ἐντὸς τῶν µορίων κοιλότητας ἢ τοὺς πόρους αὐτῶν ἤτοι διαφθείρεσθαι τελέως ἢ βλάπτεσθαι συµβαίνει κατὰ τάσδε τὰς αἰτίας, σύµφυσιν, στενοχωρίαν, ἔµφραξιν, θλίψιν, συνίζησιν, ἀναστόµωσιν. ἐνίοτε µὲν γὰρ ἑλκωθείσης τῆς ἔνδον ἐπιφανείας ἐν αὐτῇ τῇ κοιλότητι, κᾄπειτα συµφύντων ἀλλήλοις τῶν ἡλκωµένων, ἡ διαφθορὰ γίγνεται τῆς κατὰ φύσιν διαπλάσεως·ἐνίοτε δὲ ἤτοι σαρκὸς ἐπιτραφείσης ἢ ἄλλου τινὸς παρὰ φύσιν βλαστήµατος, ἢ καὶ σκίῤῥου συστάντος, ἢ φλεγµονῆς, ἢ ἀποστήµατος ἐν αὐτοῖς τῶν ὀργάνων τοῖς σώµασι, κᾄπειτα τοῦ παρὰ φύσιν ὄγκου τὴν ἐντὸς κοιλότητα καταλαβόντος, ἡ στενοχωρία γίγνεται·καὶ µὲν δὴ καὶ ἡ τῶν γλίσχρων τε καὶ παχέων ὑγρῶν καί τινων πόρων ἢ θρόµβων ἔµφραξις εἰς τὴν αὐτὴν ἄγει τὰς κοιλότητας διάθεσιν. οὕτω δὲ κᾂν εἴ τι τῶν ἔξωθεν ἐµπιπτόντων θλίβοι σφοδρῶς, ἀναγκαῖον εἰς τὴν ἐντὸς κοιλότητα συνωθεῖσθαι τὰ περιέχοντα αὐτὴν σώµατα. κ¿ν εἰ συνιζάνοι δὲ εἰς ἑαυτὰ τὰ σώµατα, καθάπερ ὑπὸ τῶν στυφόντων πάσχει συναγόµενα, καὶ ὑπὸ τῶν ψυχόντων πιλούµενα, καὶ πρὸς τῶν ξηραινόντων αὐαινόµενα, στεγνώσει δηλονότι κᾀν τούτῳ µάλιστα µὲν τοὺς πόρους, ἤδη δὲ καὶ αὐτὰς τὰς κοιλίας. τὰ µέν γε στόµατα τῶν πόρων οὐ στεγνοῦται µόνον, ἀλλὰ καὶ παντελῶς τυφλοῦται πολλάκις ἐν ταῖς τοιαύταις διαθέσεσιν. ἀτὰρ οὖν καὶ ἡ τῆς καθεκτικῆς ὀνοµαζοµένης δυνάµεως ἄµετρος κίνησις ἐσχάτως συνάγουσα καὶ σφίγγονσα τὰ στόµατα τῶν πόρων, αἰτία καὶ αὕτη ποτὲ γίγνεται στεγνώσεως, ὥσπερ γε καὶ τῆς µανώσεως ἐνίοτε µὲν ἡ τῆς ἀποκριτικῆς δυνάµεως ἄµετρος κίνησις αἰτία γίγνεται, πολλάκις δὲ καὶ ἡ τῆς καθεκτικῆς ἀῤῥωστία, καί τι φάρµακον, ἢ ὕδωρ ἀναστοµωτικὸν, ἢ πλάδος τις ἄµετρος αὐτοῖς τοῖς ὀργάνοις ἐγγενόµενος, ἢ ἡ τοῦ περιέχοντος ἡµᾶς κρᾶσις εἰς ὑγρότητά τε καὶ ἄµετρον θερµότητα µεθισταµένη. αὗται µὲν δὴ καὶ αἱ τῶν κατά τε τὰς κοιλίας καὶ τοὺς πόρους διαθέσεων αἰτίαι. καὶ δῆλον, ὡς ἐκ τῶν εἰρηµένων ἤδη πρόδηλον, ὁποίας τινὰς εἶναι βούλονται τὰς αἰτίας τῶν ἐν τοῖς ὁµοιοµερέσι σώµασι νοσηµάτων, ὅσοι συγκεῖσθαι νοµίζουσιν ἐξ ὄγκων καὶ πόρων αὐτά. ἐµοὶ δὲ περιττὸν ἐδόκει µνηµονεύειν καὶ τούτων ἰδίᾳ, ψευδοῦς ὅλης τῆς ὑποθέσεως αὐτῶν οὔσης. ἀλλ’ ἐπὶ τὸ προκείµενον ἐπανέλθωµεν, εἴπωµέν τε τῶν ὑπολοίπων νοσηµάτων τὰς αἰτίας, ἀπὸ τοῦ κατὰ τὴν διάπλασιν αὖθις ὑπαρξάµενοι γένους. ὑπελείπετο δὲ ἐν αὐτῷ διττὴ νοσηµάτων γένεσις, ἤτοι τραχυνοµένων παρὰ φύσιν, ἢ λειαινοµένων τῶν ὀργάνων. τραχύνεται δὴ τὰ πρότερον λεῖα, καὶ λεῖα γίγνεται τὰ πρότερον τραχέα, τὰ µὲν ὑπὸ δριµύτητος χυµῶν ἢ φαρµάκων ῥυπτόµενα, τὰ δ’ ὑπὸ λιπαρᾶς ὑγρότητος ἢ γλίσχρου χυµοῦ τεγγόµενα. καὶ µάλιστα ἐν ὀστοῖς ἐναργῶς φαίνεται ταῦτα γινόµενα, ποτὲ µὲν ὑπ’ αὐτῶν τῶν ἰατρῶν οὐ δεόντως ἰωµένων, ἔστιν ὅτε δὲ κᾀξ αὐτῆς τῶν ἐν τοῖς ζώοις ὑγρῶν ὁρµᾶται τῆς φύσεως. ὀφθαλµοῖς δὲ καὶ φάρυγγι τραχύτητες οὐκ ἐκ τούτων µόνον, ἀλλὰ καὶ ἐξ ἀτµῶν δριµέων, ἢ κονιορτοῦ καὶ καπνοῦ προσγίνονται, καθάπερ, οἶµαι, καὶ στοµάχῳ καὶ γαστρὶ καὶ ἐντέροις ἔκ τε τῶν ἐν αὐτῷ τῷ σώµατι γεννωµένων περιττωµάτων κᾀκ τῆς τῶν ἐσθιοµένων τε καὶ πινοµένων ποιότητος, ἐν οἷς ἐστι καὶ τὰ δηλητήρια. πρόδηλον δ’ ὡς ἕκαστον τῶν τραχυνόντων αἰτίων σφοδρότερον γενόµενον ἕλκωσιν µέν τινα ἢ διάβρωσιν ἐν τοῖς σαρκώδεσι µορίοις, ἐν τοῖς ὀστοῖς δὲ τερηδόνας ἀπεργάζεται. αὗται µὲν οὖν αἱ τοῦ πρώτου γένους τῶν νοσηµάτων τοῦ παρὰ τὴν διάπλασιν αἰτίαι.
8. Τοῦ δευτέρου δ’ αὖ τοῦ παρὰ τὸν ἀριθµὸν, εἰ µὲν ἀπόλοιτό τι τῶν κατὰ φύσιν, ἤτοι τοµή τις, ἢ καῦσις, ἢ σῆψις, ἢ ψύξις ἰσχυρὰ προηγεῖται. τὰ µὲν οὖν τῆς ψύξεως αἴτια προείρηται. σήπεται δὲ τὰ µὲν ὑπὸ τῶν σήπειν πεφυκότων φαρµάκων, ἢ τῶν ἐν αὐτοῖς τοῖς ζώοις γεννωµένων περιττωµάτων, τὰ δ’ ὑπὸ τοῦ µὴ διαπνεῖσθαι·προείρηται δὲ καὶ τὰ τοῦ µὴ διαπνεῖσθαι προηγούµενα. εἰ δὲ τῶν οὐκ ὄντων τι κατὰ φύσιν ἐπιγίγνοιτο, νόσος µὲν καὶ τοῦτ’ ἐστὶ παρὰ τὸν ἀριθµὸν τῶν µορίων. ἀλλ’ εἰ µὲν τῆς κατὰ φύσιν ἰδέας ἔχοιτο τὸ ἐπιγιγνόµενον, ὕλης χρηστῆς πλῆθος αἴτιον· εἰ δὲ τῆς παρὰ φύσιν, εἴη ἂν καὶ ἡ τῆς ὕλης ποιότης παρὰ φύσιν. ἔῤῥωται δ’ ἐν ἀµφοῖν ἡ δύναµις, ἢ οὐκ ἂν οὔτε διέπλαττε τὸ χρηστὸν οὔτ’ ἀπέτριβε τὸ µοχθηρόν. διαπλάττει µὲν οὖν ἐν ταῖς κυήσεσιν, ἐπειδὰν ἑξαδάκτυλον ἤ τι τοιοῦτον ἕτερον ἀπεργάσηται· κᾀν τοῖς ἤδη τελείοις, ἐπειδὰν ἐπιτρέφῃ σάρκας ἰσχυρὰς τοῖς ἡλκωµένοις µορίοις, ὡς πτερύγιον τοῖς ὀφθαλµοῖς. ἀποτίθεται δὲ τὸ περιττὸν ἐν γαγγλίοις τε καὶ µελικηρίσι καὶ στεατώµασι καὶ ἀθερώµασι καὶ τοῖς τοιούτοις ἅπασι.
9. Καὶ µὲν δὴ καὶ τὸ µέγεθος τῶν µορίων αὐξάνεται µὲν ὑπό τε πλήθους ὕλης χρηστῆς καὶ δυνάµεως ἐῤῥωµένης, µειοῦται δὲ ὑπὸ τῶν ἐναντίων, κᾀπειδὰν ἤτοι τοµή τις, ἢ καῦσις, ἢ σῆψις, ἢ νέκρωσις ἐκ καταψύξεως ἀµέτρου διαφθείρῃ τινὸς ὀργάνου µόριον, ὡς εἶναι τὸ λειπόµενον αὐτοῦ κολοβόν.
10. Τὰ δ’ ἐν τῷ τῆς θέσεως γένει νοσήµατα τινὰ µὲν ἐξαιφνιδίους τε καὶ σφοδρὰς ἔχει προηγουµένας κινήσεις, τινὰ δὲ δι’ ἀµετρίαν τῆς ἐν τοῖς ἄρθροις ὑγρότητος γίγνεται, τεγγούσης µὲν τοὺς συνδέσµους καὶ χαλώσης, ὀλισθηρὰν δὲ τῇ γλισχρότητι τὴν ὅλην διάρθρωσιν ἐργαζοµένης. ἐνίοις δὲ τῶν ἀµφὶ τὰς κοτύλας ὀφρύων περιθραυσθεισῶν ἑτοίµη ταῖς κεφαλαῖς τῶν κώλων ἡ παράλλαξις γίγνεται. τισὶ δ’ εὐθὺς ἐξ ἀρχῆς ὕπτιαί τε καὶ προπετεῖς εἰσι καὶ παντάπασιν ἐπιπολῆς αἱ κοτύλαι. ταυτὶ µὲν οὖν ἅπαντα τῶν ἐξαρθρηµάτων αἴτια. κατὰ δὲ τὰς ἐντεροκήλας τε καὶ τὰς ἐπιπλοκήλας ὀνοµαζοµένας ἀνευρύνεσθαι µὲν τοὐπίπαν, ἔστιν ὅτε δὲ καὶ ῥήγνυσθαι συµβαίνει τὸν ἀπὸ τοῦ περιτοναίου καθήκοντα πόρον ἐπὶ τοὺς ὄρχεις, εἶθ’ οὕτως εἰς αὐτὸν τὸν πόρον, ἢ εἰς τὸν ἐρυθροειδῆ χιτῶνα κατολισθαίνειν ἤτοι τὸ ἐπίπλουν, ἢ καί τι τῶν ἐντέρων. ἐξίσταται δὲ τῆς οἰκείας θέσεως ἔντερα, κᾀπειδὰν τοῦ περιτοναίου διαιρεθέντος προπέσῃ. καὶ πνεύµονος δὲ λοβὸς ἐπὶ ταῖς τοῦ θώρακος τρώσεσιν ἐκπίπτει πολλάκις. καὶ ὁ ῥαγοειδὴς χιτὼν ἐπὶ πλεῖστον χαλᾶται, διαβρωθέντος τοῦ κερατοειδοῦς. εἰ δὲ καὶ τῶν σπλάγχνων ὑποπτύσσεταί τις ἐνίοτε λοβὸς ἐπὶ σφοδραῖς καταπτώσεσιν, ἢ θλίψεσιν, εἴη ἂν καὶ τοῦτο τὸ νόσηµα τῆς τε θέσεως ἅµα καὶ τοῦ σχήµατος ὑπάλλαξις ἐπὶ ταῖς εἰρηµέναις γιγνόµενον. ἡ δὲ πρὸς τὰ παρακείµενα µόρια κοινωνία διαφθείρεται, συµφύντων τινῶν ἀλλήλοις οὐ δεόντως, ἤ τινος ἀρτήµατος, ἢ δεσµοῦ χαλασθέντος, ἢ συνταθέντος, ἢ ἀποῤῥαγέντος. ἐκ τίνων δ’ ἕκαστον τούτων γίγνεται προφάσεων, εὔδηλον.