Читать книгу Сочинения. Том 2 (Гален Гален) онлайн бесплатно на Bookz (46-ая страница книги)
bannerbanner
Сочинения. Том 2
Сочинения. Том 2Полная версия
Оценить:
Сочинения. Том 2

4

Полная версия:

Сочинения. Том 2

2. Περὶ µὲν οὖν τούτων ἤδη λέλεκται, περὶ δὲ τῶν εἰδικῶν συµπτωµάτων ἐν τῷδε γράµµατι πρόκειται διελθεῖν. ἔστι δὲ καὶ τούτων τριττὴ διαφορά· τὰ µὲν γὰρ διαθέσεις εἰσὶν αὐτοῦ τοῦ σώµατος ἡµῶν· τὰ δὲ ἐνεργειῶν βλάβαι· τὰ δὲ ἀµφοτέραις ἑπόµενα, κατά τε τὴν ἀµετρίαν τῶν ἐκκρινοµένων καὶ ἐπεχοµένων καὶ τοὺς ἐν αὐτῷ τῷ ζώῳ συνισταµένους ψόφους, καὶ προσέτι τὰς ἄλλας ἁπάσας αἰσθητὰς διαφοράς. βλάβη δ’ ἀκουέσθω νῦν καὶ ἡ στέρησις. οὐ γὰρ ἡ δυσκινησία µόνον, οὐδὲ ἡ δυσαισθησία, βλάβαι τινὲς τῶν ἐνεργειῶν εἰσιν, ἀλλὰ καὶ ἡ ἀκινησία τε καὶ ἡ ἀναισθησία· κατὰ δὲ τὸν αὐτὸν τρόπον οὐδ’ ἡ δυσπεψία µόνον, ἀλλὰ καὶ ἡ ἀπεψία. ταυτὶ µὲν οὖν τὰ γένη τῶν συµπτωµάτων, ἐν οἷς χρὴ σκοπεῖσθαι τὰς κατὰ µέρος διαφοράς· ἑξῆς δ’ ἂν εἴη προσῆκον ἕκαστον διελθεῖν τῷ λόγῳ, πρότερόν γε ἀναµνήσαντας, ὃ κᾀν τῷ περὶ τῆς τῶν νοσηµάτων διαφορᾶς εἴποµεν, ὡς ὅσοι τὴν ὑγείαν οὐ διάθεσιν σώµατος, ἀφ’ ἧς ἐνεργοῦµεν, ἀλλ’ αὐτὰς ἐνόµισαν εἶναι τὰς ἐνεργείας, ἣν ἡµεῖς νῦν ὑπὲρ τῆς τῶν ἐνεργειῶν βλάβης διδασκαλίαν ἐν τοῖς συµπτώµασι διέξιµεν, αὐτοὶ τῶν νοσηµάτων ποιήσονται, καὶ διενεχθήσονται δηλονότι περὶ τῶν ὀνοµάτων ἡµῖν µόνον, εἰ µηδὲν ἐν αὐτοῖς σφάλλοιντο τοῖς πράγµασιν. ἔστι δὲ, ὡς πολλάκις εἴρηται, τῶν τοιούτων ἁπασῶν διδασκαλιῶν τὰ σφάλµατα παραλειποµένης τινὸς διαφορᾶς. ἐὰν οὖν ἁπάσας αὐτὰς διεξιόντες µὴ συµπτωµάτων, ἀλλὰ νοσηµάτων εἶναι φάσκωσιν, ἐν ὀνόµατι µόνῳ καὶ οὐκ ἐν πράγµατι διαφωνήσουσιν ἡµῖν. λεκτέον οὖν ἤδη τὰς διαφορὰς ἐπ’ ἀρχὴν ἀναγαγόντας τὸν λόγον, ἐπειδὴ τὸ σύµπτωµα προσαγορεύεται γενικῶς µὲν ἅπαν ὅ τι περ ἂν συµβεβήκῃ τῷ ζώῳ παρὰ φύσιν, ὡς καὶ τὰ νοσήµατα, καὶ τὰς αἰτίας αὐτῶν τὰς ἐν τῷ σώµατι συνισταµένας· οὐ γὰρ δὴ τάς γε προκαταρκτικὰς εἶναι συµπτώµατα. καθ’ ἑτέραν δέ τινα καὶ οἷον ἰδικωτέραν ἔννοιαν, ἀφαιρεθέντων τῶν τε νοσηµάτων καὶ τῶν αἰτίων, τὰ λοιπὰ πάντα τὰ παρὰ φύσιν ὀνοµάζεται συµπτώµατα. καὶ νῦν ἡµῖν ὑπὲρ τούτων πρόκειται λέγειν.

3. ᾿Αναµνησθέντας οὖν πρῶτον χρὴ τὸ τριττὸν τῆς φύσεως αὐτῶν οὕτω τέµνειν ἐφεξῆς ἅπαντα, τὴν ἀρχὴν ἀπὸ τῆς βλάβης τῶν ἐνεργειῶν ποιησαµένους. τµητέον δὴ ταύτην εἰς δύο τὰ πρῶτα γένη, διότι καὶ τῶν ἐνεργειῶν αὐτῶν δύο εἰσὶν αἱ πρῶται διαφοραί. αἱ µὲν γὰρ ψυχῆς, αἱ δὲ φύσεώς εἰσι. καὶ καλοῦνται διὰ τοῦτο ψυχικαὶ µὲν αἱ πρότεραι, φυσικαὶ δὲ αἱ δεύτεραι. αὖθις οὖν τὰς ψυχικὰς προτέρας τέµνοντες εἴς τε τὰς αἰσθητικὰς καὶ τὰς κινητικὰς καὶ τρίτας τὰς ἡγεµονικὰς, (οὐδὲν γὰρ χεῖρον οὕτως αὐτὰς ὀνοµάσαι διδασκαλίας σαφοῦς ἕνεκα) καὶ πάλιν ἑκάστην τῶν εἰρηµένων διαιροῦµεν εἰς τὰς ἐν αὐτῇ διαφοράς. ἡ µὲν οὖν αἰσθητικὴ τῆς ψυχῆς ἐνέργεια πέντε τὰς πάσας ἔχει διαφορὰς, ὁρατὰς, καὶ ὀσφρητὰς, καὶ γευστὰς, καὶ ἀκουστὰς, καὶ ἁπτάς· ἡ δὲ κινητικὴ τὸ µὲν προσεχὲς ὄργανον ἓν ἔχει καὶ τὸν τρόπον αὐτοῦ τῆς κινήσεως ἕνα, (δέδεικται γὰρ οὕτως ἐν τοῖς περὶ µυῶν κινήσεως) ποικίλλεται δὲ ἐν τοῖς κατὰ µέρος ὀργάνοις, ὡς φαίνεσθαι πολυειδής. ἡ λοιπὴ δὲ ἐνέργεια τῆς ψυχῆς ἡ κατ’ αὐτὸ τὸ ἡγεµονικὸν εἴς τε τὸ φανταστικὸν καὶ διανοητικὸν καὶ µνηµονευτικὸν διαιρεῖται. καὶ τοίνυν αἱ βλάβαι τῶν αἰσθητικῶν ἐνεργειῶν κοιναὶ µὲν ἁπασῶν ἀναισθησίαι τινές εἰσιν, ἢ δυσαισθησίαι, (καλῶ δὲ δυσαισθησίας µὲν ἁπάσας τὰς µοχθηρὰς αἰσθήσεις) κατὰ µέρος δὲ ἑκάστης ἐν ὀφθαλµοῖς µὲν τυφλότητές τε καὶ ἀµβλυωπίαι καὶ παροράσεις τινές· ἐν ὠσὶ δὲ κωφότητές τε καὶ βαρυηκοΐαι καὶ παρακούσεις τινές. οὕτω δὲ καὶ κατὰ τὴν γλῶτταν καὶ τὰς ῥῖνας καὶ τὴν ἁφὴν, εἰ καὶ µηδὲν ἴδιον ὄνοµα κέκτηνται, ταῖς εἰρηµέναις ἀνάλογον ἔχουσιν. ἢ γὰρ οὐδ’ ὅλως αἰσθήσονται τῶν οἰκείων αἰσθητῶν, ἢ κακῶς. καὶ τὸ κακῶς τοῦτο διττὸν ἔσται, θάτερον µὲν ἀµυδρῶς, θάτερον δὲ παρατυπωτικῶς. ἴδιον δὲ ἐξαίρετον ἡ κατὰ τὴν ἁφὴν ἴδιον δὲ ἐξαίρετον ἡ κατὰ τὴν ἁφὴν ἐνέργεια παρὰ τὰς ἄλλας αἰσθήσεις κέκτηται σύµπτωµα τὴν ὀδύνην, ἐγγινοµένην µὲν καὶ ταῖς ἄλλαις αἰσθήσεσιν ἀπὸ τῶν ἔξωθεν οἰκείων αἰσθητῶν· ἐπὶ δέ γε ταύτης οὐκ ἀπὸ τῶν ἔξωθεν µόνον, ἀλλὰ καὶ πολὺ δὴ µᾶλλον ἀπὸ τῶν ἐν αὐτῷ τῷ σώµατι διαθέσεων, καὶ πολλάκις γε οὕτως ἰσχυρῶς, ὥστ’ ἀποκτεῖναί τινας σφᾶς αὐτοὺς ὑπὸ τοῦ πόνου βιασθέντας. ἐγγίνεται µὲν οὖν καὶ τοῖς ὀφθαλµοῖς ὀδυνηρόν τι πάθος ὑπὸ φωτὸς λαµπροῦ, καὶ τοῖς ὠσὶν ὑπὸ µεγάλου τινὸς ἢ τραχέος ψόφου. καὶ δὴ καὶ κατὰ τὰς γεύσεις καὶ τὰς ὀσµὰς ἕτερα τοιαῦτα παθήµατα συνίσταται λυπηρὰ, πρὸς τῶν ἰδίων αἰσθητῶν ἑκάστης τῶν αἰσθήσεων ὀδυνηρῶς διατιθεµένης. µέγισται δὲ ὀδύναι συµπίπτουσι τῇ τῆς ἁφῆς αἰσθήσει. καὶ γὰρ ὅσα διὰ φλεγµονὴν ὤτων, ἤ τινα ἄλλην ἐν αὐτοῖς διάθεσιν ἀλγοῦµεν ἰσχυρῶς, οὐ τῆς ἀκουστικῆς ἐστιν, ἀλλὰ τῆς ἁπτικῆς αἰσθήσεως ἴδια. κοινὴ γὰρ αὕτη πάντων αἰσθανοµένων ὀργάνων, αἱ δ’ ἄλλαι τέτταρες ἑκάστου κατὰ µόνας. οὕτω δὲ κᾀν τοῖς ὀφθαλµοῖς πολλάκις ὀδύναι γίγνονται σφοδραὶ, τῆς ἐν αὐτοῖς ἁπτικῆς αἰσθήσεως ἀνιωµένης. ὥσπερ δὲ καὶ κατὰ τοὺς ὀδόντας ἐστὶ καὶ τὸ κῶλον ἀλγήµατα. καὶ µὲν δὴ καὶ τὸ κνηστιᾷν ἐκ τούτου τοῦ γένους ἐστὶ τῶν συµπτωµάτων. µὴ τοίνυν ἔτι ζήτει καθ’ ἕκαστον µόριον ἴδιον ὄνοµα τοιοῦτον, οἷον κεφαλαλγίας τε καὶ καρδιαλγίας καὶ ὠταλγίας· οὐ γὰρ εὑρήσεις κείµενον· ἀλλ’ ἀρκεῖ λόγῳ πάνθ’ ἑρµηνεύειν τὰ τοιαῦτα, κύστεως ἀλγήµατα λέγοντα, ἀτὰρ καὶ νεφρῶν καὶ σπληνὸς καὶ γονάτων καὶ ποδὸς καὶ τῶν ἄλλων ὡσαύτως. τοιαῦτα µὲν δὴ καὶ τοσαῦτα τῶν αἰσθητικῶν ἐνεργειῶν τὰ συµπτώµατα. καὶ πρὸς τούτοις ἔτι δύο ἐξαίρετα, τὸ µὲν ἀγρυπνία, τὸ δὲ κῶµα, κατ’ αὐτὸ τὸ πρῶτον αἰσθητικὸν, ὃ δὴ καὶ κοινὸν ἁπασῶν ἐστι τῶν αἰσθήσεων, συνιστάµενα. τῶν δ’ αὖ κινητικῶν ἐνεργειῶν ἀκινησία µὲν καὶ δυσκινησία τὰ πρῶτα συµπτώµατα. δυσκινησίας δὲ τὸ µὲν ἀµυδρὰ καὶ ἄῤῥωστος κίνησις, τὸ δὲ µοχθηρά· καὶ τῆς µοχθηρᾶς ἡ µὲν τροµώδης, ἡ δὲ σπασµώδης, ἡ δὲ παλµώδης, ἡ δὲ κλονώδης. ἔνια δὲ τῶν εἰρηµένων συµπτωµάτων, ἐπειδὰν ἐν ὅλῳ τῷ σώµατι γένηται, διαφόρου τυγχάνει προσηγορίας, ὡς ἐµπροσθουρητικός τε καὶ ὀπισθότονος καὶ τέτανος. εἰ δὲ µὴ µόνον σπασµὸς εἴη τοῦ παντὸς σώµατος, ἀλλὰ καὶ τῶν ἡγεµονικῶν ἐνεργειῶν ἐπίσχεσις, ἐπιληψία τὸ τοιοῦτον προσα-γορεύεται, καθάπερ γε καὶ ἀποπληξία ἡ παντὸς τοῦ σώµατος παράλυσις ἅµα ταῖς ἡγεµονικαῖς ἐνεργείαις. αὗται µὲν αἱ τῶν κινητικῶν ἐνεργειῶν βλάβαι· εἰ δέ τις ἴδιον ἐξαίρετον ὄνοµα οὐ κέκτηται, οὐ χρὴ τούτου χάριν ἐξαπατηθέντας οἰηθῆναι παραλελεῖφθαί τι σύµπτωµα, καθάπερ οὐδὲ τὴν ἄπνοιάν τε καὶ δύσπνοιαν, ἢ τὴν ἰσχουρίαν τε καὶ δυσουρίαν, ἢ τὴν ἀφωνίαν τε καὶ κακοφωνίαν καὶ δυσφωνίαν, ἀλλὰ χρὴ τὰ τοιαῦτα πάντα αὐτὸν τὸν ἰατρὸν ἐξευρίσκειν καθ’ ἑκάστην ἐνέργειαν ψυχικὴν, ὥσπέρ γε καὶ τὰς καθ’ ἕκαστον αὐτῶν διαφορὰς, οἷον εἰ τύχοι τῆς δυσπνοίας ἑνὸς οὔσης συµπτώµατος ἔργου ψυχικοῦ, τῆς ἀναπνοῆς, αἱ πᾶσαι πόσαι γίνονται διαφοραὶ, καθάπερ ἐν τῷ περὶ δυσπνοίας ἐδείξαµεν· ἢ τῆς κακοφωνίας αἱ κατὰ µέρος πόσαι διαφοραὶ, καθάπερ ἐν τοῖς περὶ φωνῆς διῄρηται. πολλαχόθι δὲ καὶ ἀπορήσειεν ἄν τις ἐκ ποίου γένους ἐστὶ τὸ σύµπτωµα, καθάπερ ἐπὶ τοῦ σκορδινᾶσθαι καὶ χασµᾶσθαι καὶ πτάρνυσθαι καὶ βήττειν. ἀλλὰ περὶ µὲν τῶν τοιούτων ἁπάντων ἐπὶ πλέον ἐν τῷ µετὰ ταῦτα λόγῳ τῷ περὶ τῶν ἐν τοῖς συµπτώµασιν αἰτιῶν εἰρήσεται. ἐφεξῆς δ’ ἂν εἴη τὰς τῶν ἡγεµονικῶν ἐνεργειῶν βλάβας διελθεῖν, καὶ πρώτης γε τῆς φανταστικῆς. ἔστι δὲ καὶ ταύτης τὸ µὲν οἷον παράλυσίς τις, ὃ δὴ κάρος καὶ κατάληψις ὀνοµάζεται, τὸ δὲ οἷον µοχθηρά τις ἢ πληµµελὴς κίνησις, ὅπερ δὴ παραφροσύνη καλεῖται, τὸ δὲ οἷον ἐλλιπὴς καὶ ἄτονος, ὡς ἐν κώµασί τε καὶ ληθάργοις. καὶ µέν γε καὶ αὐτῆς τῆς διανοητικῆς ἐνεργείας ἡ µὲν οἷον παράλυσις, ἄνοια, ἡ δ’ οἷον ἐλλιπὴς κίνησις, µωρία τε καὶ µώρωσις, ἡ δ’ οἷον πληµµελὴς, παραφροσύνη καλεῖται. τὰ πολλὰ µὲν γὰρ ἐπ’ ἀµφοῖν ἅµα συνίσταται τὸ παραφρονεῖν, ἔν τε τῷ µὴ καλῶς φαντασιοῦσθαι κᾀν τῷ µὴ δεόντως λογίζεσθαι, ἔστι δ’ ὅτε καὶ κατὰ τὸ ἕτερον αὐτῶν µόνον, ὥσπερ γε καὶ Θεοφίλῳ τῷ ἰατρῷ νοσοῦντι τὰ µὲν ἄλλα σωφρόνως ὑπῆρχε διαλέγεσθαί τε καὶ γνωρίζειν ἀκριβῶς τοὺς παρόντας, αὐλητὰς δέ τινας κατειληφέναι τὴν γωνίαν τοῦ οἰκήµατος ἐν ᾧ κατέκειτο, καὶ διαπαντὸς αὐλεῖν τε ἅµα καὶ κτυπεῖν ἐνόµιζε καὶ τούτους βλέπειν ᾤετο, τοὺς µὲν ἑστῶτας αὐτόθι, τοὺς δὲ καθηµένους, οὕτω διηνεκῶς αὐλοῦντας, ὡς µήτε νύκτωρ ἀνιέναι τι, µήτε δι’ ὅλης ἡµέρας ἡσυχάζειν µὴ τὸ σµικρότατον· ἐκεκράγει δὲ διὰ παντὸς, ἐκβληθῆναι κελεύων αὐτοὺς τῆς οἰκίας. καὶ τοῦτ’ ἦν αὐτῷ τὸ τῆς παραφροσύνης εἶδος. καὶ ὡς ἐῤῥώσθη γε τελέως καὶ ἀπέφυγε τὸ νόσηµα, τά τε ἄλλα πάντα τὰ ὑπὸ τῶν εἰσιόντων ἑκάστου ῥηθέντα καὶ πραχθέντα διηγεῖτο καὶ τοῦ περὶ τοὺς αὐλητὰς ἐµέµνητο φαντάσµατος. ἐνίοις δὲ φάντασµα µὲν οὐδὲν φαίνεται. λογίζονται δ’ οὐκ ὀρθῶς, τοῦ διανοητικοῦ τῆς ψυχῆς αὐτοῖς πεπονθότος· ὥσπερ καὶ τῷ φρενιτικῷ τῷ κλείσαντι µὲν τὰς θύρας ἔνδοθεν, ἕκαστον δὲ τῶν σκευῶν προτείνοντι διὰ τῶν θυρίδων, εἶτα ἐρωτῶντι τοὺς παριόντας, εἰ κελεύοιεν ῥίπτειν. οὗτος γὰρ ἑκάστου µὲν τῶν σκευῶν ἀκριβῶς ἔλεγε τοὔνοµα, κᾀν τῷδε δῆλος ἦν οὔτ’ ἐν τῇ φαντασίᾳ τῇ περὶ αὐτὰ βεβλαµµένος οὔτ’ ἐν τῇ τῶν ὀνοµάτων µνήµῃ. τί δὴ βούλεται αὐτῷ τὸ πάντα ῥίπτειν ἀφ’ ὑψηλοῦ καὶ καταγνύναι; τοῦτ’ οὐκέθ’ οἷός τ’ ἦν συµβαλεῖν, ἀλλ’ ἐν αὐτῷ δὴ τῷ ἔργῳ τῷδε κατάδηλος ἐγίνετο παραπαίων. ὅτι δὲ καὶ περὶ τὸ µνηµονευτικὸν τῆς ψυχῆς γίνεται συµπτώµατα καὶ νοσοῦσιν ἔτι καὶ ἤδη πεπαυµένοις τῶν νοσηµάτων, τοῦτο µὲν καὶ παρὰ Θουκυδίδου µαθεῖν ἔνεστιν ἐνίους τῶν διασωθέντων ἐκ τοῦ λοιµοῦ µέχρι τοσούτου τῶν ἔµπροσθεν ἁπάντων ἐπιλαθέσθαι λέγοντος, ὡς µὴ µόνον τοὺς ἰδίους, ἀλλὰ καὶ σφᾶς αὑτοὺς ἀγνοῆσαι.

4. ᾿Αλλὰ γὰρ ἐπειδὴ καὶ τὰ περὶ τοῦ τῆς ψυχῆς ἡγεµονικοῦ εἴρηται συµπτώµατα, µεταβαίνειν καιρὸς ἤδη ἐπὶ θάτερον γένος τῶν ἐνεργειῶν, ἃς ὀνοµάζουσι φυσικάς. ἔσται δὴ κᾀνταῦθα καθ’ ἑκάστην αὐτῶν ἢ µὴ γινοµένην ἢ κακῶς γινοµένην συµπτώµατα· τούτου µὲν γένους εἰσὶ τῶν συµπτωµάτων κατὰ µὲν δὴ τὴν ὄρεξιν ἀνορεξίαι τε καὶ δυσορεξίαι καὶ ἄµετροι σιτίων ἐπιθυµίαι· κατὰ δ’ αὖ τὴν πέψιν ἀπεψίαι τε καὶ βραδυπεψίαι καὶ δυσπεψίαι. καὶ µὲν δὴ καὶ περὶ τὴν ἀνάδοσιν ὡσαύτως, καὶ περὶ τὴν τοῦ αἵµατος γένεσιν, ἢ µὴ γιγνοµένην ἢ κακῶς γιγνοµένην, συµπτώµατα ἔσται. τούτου τοῦ γένους εἰσὶ τῶν συµπτωµάτων καὶ οἱ ὕδεροι. καὶ µέν γε κατὰ τὴν τῆς θρέψεως ἐνέργειαν ἀτροφίαι µέν τινες καὶ φθίσεις εἰσὶν αἱ ἀποτυχίαι· λευκᾶς δὲ καὶ ὀφιάσεις καὶ ἀλωπεκίας καὶ πᾶν ὅσον τι τοιοῦτον εἶδος συµπτώµατος αἱ µοχθηραὶ θρέψεις ἀποτελοῦσιν. ἀσφυξίαι δὲ καὶ κακοσφυξίαι περὶ τὴν τῶν σφυγµῶν ἐνέργειαν συµπτώµατά εἰσι. καὶ µὲν δὴ καὶ κατὰ τὴν διάκρισιν τῶν περιττωµάτων ἢ µηδ’ ὅλως ἢ µὴ καλῶς ἐπιτελουµένην συµπτώµατα συνίσταται, τὰ µὲν ἀποροῦντα προσηγορίας οἰκείας, καθάπερ τὰ περὶ τὴν µέλαιναν χολὴν, τὰ δὲ ὠνοµασµένα συνήθως, ὥσπερ ὁ ἴκτερος. µέθοδος δὲ κᾀνταῦθα τῆς ἁπάντων εὑρέσεως ἡ γνῶσις τῶν φυσικῶν δυνάµεων, ἃς ἐν τῷ περὶ αὐτῶν λόγῳ τέτταρας ἐν ἑκάστῳ τῶν τοῦ σώµατος µορίων ἐδείξαµεν ὑπάρχειν, ἑλκτικήν τε καὶ καθεκτικὴν καὶ ἀλλοιωτικὴν καὶ ἀποκριτικήν. ἔσται δὴ καθ’ ἑκάστην αὐτῶν διττὸν σύµπτωµα, θάτερον µὲν κακῶς γινοµένης τῆς ἐνεργείας, θάτερον δὲ οὐδ’ ὅλως γινοµένης. ὥστε καθ’ ἕκαστον ὄργανον φυσικὸν ὀκτὼ τὰ πάντα ἔσται συµπτώµατα. εἴπερ οὖν ἐκ τῆς ἀνατοµῆς ἔγνωσται τὸ πλῆθος τῶν τοῦ ζώου µορίων, εὑρεθήσεται ταχέως ἐξ αὐτοῦ τὸ πλῆθος τῶν ἁπάντων συµπτωµάτων. ὅσα µὲν γὰρ τῆς φύσεως µόνης ἐστὶν ὄργανα, τοῖς ὀκτὼ συµπτώµασιν ἁλώσεται µόνοις·ὅσα δὲ τῆς ψυχῆς, καὶ τούτοις µὲν, ἐξ ἐπιµέτρου δὲ ἑτέροις δυσί. δέδεικται γὰρ ὀλίγον ἔµπροσθεν, ὡς καθ’ ἑκάστην τῶν ψυχικῶν ἐνεργειῶν διττὸν εἶδος ἔσται συµπτώµατος, ἤτοι µηδ’ ὅλως αὐτῶν ἢ κακῶς γινοµένων. εἴρηται δὲ καὶ ὡς τὸ κακῶς τοῦτο διττόν ἐστι, τὸ µὲν οἷον ἀµυδρῶς, τὸ δὲ ὡς ἄν τις εἴποι πληµµελῶς. ὥστε πάλιν εἰ καὶ µὴ δύο τὰ συµπτώµατα καθ’ ἑκάστην ἐνέργειάν τε καὶ δύναµιν εἶναι λέγεις, ἀλλὰ τρία πάντα, θάτερον τῶν πρώτων δυοῖν τέµνων δίχα, δώδεκα µὲν ἔσται τὰ πάντα καθ’ ἕκαστον ὄργανον φυσικὸν, πεντεκαίδεκα δὲ ἐν τοῖς ψυχικοῖς. ἡ δ’ εἰς τὰς πρώτας δύο διαφορὰς τοµὴ ὀκτὼ µὲν τὰ τῶν φυσικῶν, δέκα δὲ ἀπεργάζεται τὰ τῶν ψυχικῶν. εἰ δὲ καὶ κατὰ διττὸν εἴη λόγον ὄργανόν τι ψυχικὸν αἰσθητικόν τε ἅµα καὶ κινητικὸν, ὀκτω-καίδεκα µὲν ἔσται τὰ συµπτώµατα κατὰ τὴν δευτέραν τοµὴν, δώδεκα δὲ κατὰ τὴν προτέραν. ἐφ’ ἑνὸς οὖν ἢ δευτέρου µορίου δείξαντες τὸ λεγόµενον, ὅπερ ἐπὶ τούτων ἡµεῖς, τοῦτ’ ἐπὶ πάντων ἀξιώσοµεν ποιῆσαι τὸν βουλόµενον ἐξαριθµήσασθαι τὰ συµπτώµατα, µὴ τοῖς ὀνόµασι προσέχοντα τὸν νοῦν, (οὐ γὰρ εὑρήσει πανταχόθι συνήθεις προσηγορίας) ἀλλ’ εἰς αὐτὴν ἀποβλέποντα τῶν πραγµάτων τὴν φύσιν. ἔστω δ’ ἡ γαστὴρ ὄργανον τῆς πέψεως ἕλκον µὲν, ὡς ἐδείκνυµεν, εἰς ἑαυτὸ τὴν οἰκείαν τροφὴν, ἀποκρῖνον δὲ πᾶν ὅσον ἀλλότριον· ἀλλὰ καὶ κατέχον τουτὶ τὸ ἑλχθὲν καὶ ἀλλοιοῦν τὸ κατασχεθέν. ὅταν οὖν ἤτοι µηδ’ ὅλως ἕλκειν, ἢ κακῶς ἕλκειν αὐτῇ συµβῇ, δύο µὲν ταυτὶ δή µοι νόει περὶ τὴν ἑλκτικὴν δύναµιν τὰ συµπτώµατα. τέµνεται δὲ αὖθις διχῆ θάτερον αὐτῶν τὸ µοχθηρῶς, εἰ καὶ µὴ τοῖς ὀνόµασιν ἔχεις ἐνδείξασθαι σαφῶς· οὐ γὰρ κεῖταί τι κατ’ αὐτῶν οὐδὲν ὄνοµα· λόγῳ γοῦν ὡς οἷόν τε πειρώµενος ἑρµηνεύειν, ὅτι καὶ κατ’ αὐτὸ τοῦτο τὸ µοχθηρῶς, τὸ µὲν οἷον ἀῤῥώστως ἔσται, τὸ δὲ οἷον πληµµελῶς. ἀῤῥώστως µὲν τὸ µόγις καὶ δυσχερῶς καὶ σὺν χρόνῳ πολλῷ· πληµµελῶς δὲ, τὸ οἷον παλµωδῶς, ἢ τροµωδῶς, ἢ σπασµωδῶς, ἢ κλονωδῶς. ἐπὶ δέ γε τῆς ἀλλοιωτικῆς δυνάµεως ἐν τῇ γαστρὶ τὸ µὲν µηδ’ ὅλως ἐστὶν, ὅταν οἷάπερ ἐλήφθη τὰ σιτία τοιαῦτα διαµένῃ κατὰ πᾶσαν ποιότητα· τὸ δ’ ἀῤῥώστως, ἴδιον ὄνοµα κέκτηται τὴν βραδυπεψίαν·ὥσπερ καὶ τὸ πληµµελῶς, εἰς ἀλλόκοτον ποιότητα τῶν σιτίων µεταβολήν·ὥστε γενέσθαι τὰ σύµπαντα συµπτώµατα τρία περὶ τὴν µίαν ἐνέργειαν ἀποτυγχανοµένην. καλεῖται δὲ ἡ µὲν ἐνέργεια, πέψις, ἀλλοίωσις οὖσα τῶν σιτίων εἰς τὴν οἰκείαν τῷ ζώῳ ποιότητα· βραδυπεψία δὲ ἡ ἐν χρόνῳ πλείονι καὶ µόγις εἰς τὴν αὐτὴν ποιότητα µεταβολή· τὸ δ’ ἀλλοιοῦσθαι µὲν εἰς ἑτέραν ποιότητα, µὴ µέντοι κατὰ φύσιν, ἀπεψίαν ὀνοµάζουσιν· ὁµωνύµως δὲ αὐτῇ προσαγορεύεται καὶ ἡ στέρησις τῆς ἐνεργείας. καί τοι σαφέστερον ἦν ταύτην µὲν µόνην ἀπεψίαν ὀνοµάζεσθαι, δυσπεψίαν δὲ τὴν πληµµελῆ µεταβολὴν, βραδυπεψίαν δὲ τὴν ἄῤῥωστον ἀλλοίωσιν· ἀλλὰ γὰρ, ὅπερ ὁ Πλάτων ἔλεγεν, ἀγνοοῦντες οἱ παλαιοὶ τὰ πλεῖστα τῶν πραγµάτων τὰ µὲν οὐδ’ ὅλως, τὰ δὲ οὐκ ὀρθῶς ὠνόµασαν. οὔκουν ἐξαπατᾶσθαι χρὴ τοῖς ὀνόµασιν, ἀλλ’ εἰς αὐτὴν ἀποβλέπειν τῶν πραγµάτων τὴν οὐσίαν. εἴπερ οὖν τοῦτο ποιοῖµεν, εὑρήσοµεν ὡσαύτως καὶ τῆς καθεκτικῆς δυνάµεως ἐνέργειαν µὲν τὴν κατὰ φύσιν, ὅταν ἐξισῶται ὁ χρόνος τῆς περιστολῆς τῷ χρόνῳ τῆς πέψεως, καὶ σφίγγηται πανταχόθεν ἀκριβῶς τὰ σιτία·στέρησιν δὲ παντελῆ τῆς ἐνεργείας, ὅταν µηδ’ ὅλως περιλαµβάνῃ· γίνεται δὲ τοῦτο ἐν ταῖς λειεντερίαις· ἀῤῥωστίαν δὲ, ὁπόταν ἢ µὴ περιστέλληται καλῶς, ἢ µὴ µέχρι τῆς παντελοῦς πέψεως, ἢ ἅµα ἄµφω συµπίπτῃ. ἐπειδὴ γὰρ ἐν δυοῖν τούτοιν ὑπῆρχε τὸ καλῶς ἐνεργεῖν τὴν περισταλτικὴν δύναµιν, τῷ τε µηδεµίαν ἀπολιπεῖν χώραν κενὴν µεταξὺ τῆς τε γαστρὸς καὶ τῶν σιτίων, τῷ τ’ ἐξισοῦσθαι τὸν χρόνον τῆς περιστολῆς τῷ χρόνῳ τῆς πέψεως, ἤτοι κατὰ θάτερον αὐτῶν µόνον ἐνεργήσει κακῶς, ἢ κατ’ ἄµφω, καὶ συµπτώµατα ἀκολουθήσει, κλύδωνες µὲν καὶ πνευµατώσεις ἀῤῥώστοις περιστολαῖς, ἐκκρίσεις δὲ ταχεῖαι καὶ διαφθορὰ τῶν σιτίων ἐν τῇ κάτω γαστρὶ, ταῖς ὀλιγοχρονίοις. ἔνθα σε καὶ τούτῳ κελεύω προσέχειν τὸν νοῦν, ὡς ἕπεται πολλάκις ἕτερον ἑτέρῳ οἱ κλύδωνες ἕπονται, ποτὲ δὲ αἱ πνευµατώσεις· τῇ δ’ ὀλιγοχρονίῳ πάντως µὲν αἱ ἐλλιπεῖς πέψεις, ἐφεξῆς δὲ ἤτοι ταχεῖα διέξοδος τῶν σιτίων, ἢ διαφθορὰ κατὰ τὴν κάτω γαστέρα. ταχείας µὲν οὖν διεξόδου συµπτώµατα ἀχώριστα διαχωρήσεως ὑγρότης καὶ ἀνάδοσις ἐλλιπής· διαφθορᾶς δὲ δυσωδία µὲν ἐν τοῖς διαχωρουµένοις ἐξ ἀνάγκης, οὐκ ἐξ ἀνάγκης δὲ δήξεις ἢ πνευµατώσεις, ἀλλ’ ἔστιν ὅτε µὲν οὐδέτερον αὐτῶν, ἔστιν ὅτε δὲ θάτερον, ὁτὲ δ’ ἀµφότερα. διὰ τί δὲ κᾀν τούτοις κᾀν τοῖς ἔµπροσθεν εἰρηµένοις τινὰ µὲν ἐξ ἀνάγκης ἕπεται, τινὰ δ’ οὐκ ἐξ ἀνάγκης, ἐν τῷ µετὰ τοῦτον διέξιµεν λόγῳ τῷ περὶ τῶν ἐν τοῖς συµπτώµασιν αἰτιῶν. ἐν δὲ τῷ παρόντι µετιέναι καιρὸς ἐπὶ τὴν λοιπὴν διαφορὰν τῶν συµπτωµάτων τῆς καθεκτικῆς δυνάµεως. ὅταν οὖν περιστέλληται ἡ γαστὴρ τοῖς σιτίοις, ἀλλὰ µετὰ παλµοῦ τινος, ἢ οἷον σπασµοῦ τε καὶ τρόµου καὶ κλόνου, πληµµελὲς ἂν εἴη τὸ τοιοῦτον τῆς περιστολῆς ἔργον. τοῦ µὲν οὖν παλµοῦ τῆς γαστρὸς σαφῶς αἰσθανόµεθα, καὶ µέν γε καὶ τοῦ σπασµοῦ, λυγµὸς γὰρ ὀνοµάζεται τὸ σύµπτωµα· τοῦ δὲ οἷον τρόµου, παθήµατος αὐτῆς, οὐκέτ’ ἐναργῶς, ἀλλ’ εἰ προσέχοις τῷ λόγῳ τὸν νοῦν, οὐκ ἂν οὐδὲ τοῦτο φωράσαις χαλεπῶς. ὅταν οὖν ἐδηδοκότι σοι µήτε κλύδων τις ἐνοχλῇ, µήτε πνευµάτωσις, ἀλλὰ µήτε παλµός τις εἴη, µήτε λὺγξ, ἀήθους δ’ ἀπορίας αἴσθησις ὑπάρχῃ κατὰ τὴν γαστέρα, καὶ οἷον βαρύνηταί τε καὶ κάµνῃ καὶ ποθῇ θᾶττον ὑπελθεῖν κάτω τὸ βάρος ἢ ἄνω ἅµα τῷ τινα ἐρυγὴν προσγενέσθαι, καί που καὶ δυσχέρεια περὶ τὴν ἀναπνοὴν δύσφορος δή τις καὶ δύσφραστος ἕπηται, τόθ’ ἡγοῦ τὴν γαστέρα περιεστάλθαι µὲν τοῖς σιτίοις, ἀλλ’ οἷον τροµωδῶς. ἡ δὲ οἷον κλονώδης κίνησις ἐν τοῖς ῥίγεσι µάλιστα καταφανής ἐστιν, ἅπαντα τοῦ ζώου καταλαµβάνουσα τὰ µόρια. περὶ µὲν δὴ τούτων ἐπιπλέον ἐν τοῖς µετὰ τοῦτο λεχθήσεται γράµµασι· νυνὶ δὲ ἐπὶ τὴν τετάρτην ἤδη τῆς γαστρὸς µετέλθωµεν δύναµιν, τὴν ἀποκριτικήν τε καὶ προωστικὴν ὀνοµαζοµένην, ἧς ἡ µὲν οἷον στέρησις ἔν τισιν ἰδέαις εἰλεῶν γίνεται· ἡ δὲ ἀῤῥωστία συνεχῶς ἐγγίγνεται ἐν βραδείαις τισὶ περιττωµάτων διεξόδοις· ἡ δ’ οἷον πληµµελὴς κίνησις, ὅταν ἤτοι πρὶν τελειωθῆναι τὴν πέψιν ἐξορµήση πρὸς τὴν ἐνέργειαν, ἢ βραδύνῃ καὶ µέλλῃ τελειωθείσης, ἢ µετά τινος ἤδη τῶν εἰρηµένων γίνεται συµπτωµάτων, ἢ ἄλλως πως ἀνωµάλως, ἢ οἷον ἀκρατῶς αὐτοῖς ἐµπίπτει τοῖς σιτίοις ἡ γαστὴρ, ἀταµίευτον ἔχουσα τὴν κίνησιν ὁµοίως τοῖς εἰς τὸ κάταντες θέουσιν, εἶτα στῆναι µὴ δυναµένοις, ἐπὶ µὲν δὴ τῆς γαστρὸς, ὡς ὀργάνου πέψεως, εἴρηται τὰ συµπτώµατα· καθότι δὲ καὶ τρέφεσθαι δεῖται, καὶ τὸ θρέψον ἕλκειν εἰς ἑαυτὴν, καὶ κατέχειν γε, µέχρι περ ἂν ἀλλοιώσῃ καὶ ἀποκρίνῃ τὸ περιττὸν, ἕτερον ἶσον ἀριθµὸν κτήσεται συµπτωµάτων, ὡς ὁµοιοµερὲς σῶµα. τάχα οὖν ἂν εἴη κάλλιον ἅπαντα τὰ περὶ τὴν θρεπτικὴν ἐνέργειαν διελθεῖν συµπτώµατα, τῷ τε γαστρὸς σώµατι καὶ τοῖς ἄλλοις ἅπασι µορίοις ὑπάρχοντα κοινά· σαφέστερος γὰρ ὁ λόγος οὕτως ἂν γένοιτο τοῖς ἐντυγχάνουσιν, ἐναργέστερόν τ’ ἄν τις διδάξειε τὸ µικρῷ πρόσθεν εἰρηµένον, ὡς ἔστι καὶ σύµπτωµα συµπτώµατος αἴτιον. ἑνὸς γοῦν συµπτώµατος τῆς ἀτροφίας, εἴτε καθ’ ὅλον αὕτη γίνοιτο τὸ ζῶον, εἴτε καθ’ ἕν τι µόριον αὐτοῦ, πλείω προηγεῖται συµπτώµατα. δεοµένου γὰρ τοῦ µέλλοντος θρέψεσθαι καλῶς ἕλκειν τε πρὸς ἑαυτὸ τὴν οἰκείαν τροφὴν καὶ κατέχειν αὐτὴν ἄχρις ἂν ἀλλοιῶσαν ἐξοµοιώσῃ, καὶ µέντοι καὶ ἀποκρίνειν τὸ περιττόν·ὄντος δὲ καὶ αὐτοῦ τοῦ περιττοῦ διττοῦ κατὰ γένος, ἢ γὰρ τῷ ποσῷ περιττόν ἐστιν, ἢ τῷ ποιῷ, ἀνάγκη πᾶσα τὸ ἀτροφοῦν µόριον ἢ δι’ ἕν τι τῶν εἰρηµένων τοῦτο πάσχειν, ἢ διὰ πλείω. εἴτε γὰρ ἐλλιπῶς ἕλκει τὸ θρέψον, ἢ µηδ’ ὅλως, ἢ µοχθηρῶς ἀτροφήσει τὸ µόριον·εἴτε τοῦτο µὲν ὅσον τε ἐχρῆν εἶναι καὶ οἷον ἐπάρδοιτο, σύµπτωµα δέ τι περὶ τὴν καθεκτικὴν δύναµιν εἴη τοῖς ἐπὶ τῆς γαστρὸς εἰρηµένοις ἀνάλογον, ἀτροφήσει καὶ οὕτως. εἰ δὲ καὶ τούτων τῶν δυνάµεων ἀµέµπτως ἐνεργουσῶν ἡ ἀποκριτικὴ σφάλλοιτο πλέον ἢ προσῆκε κενοῦσα, καὶ οὕτως ἂν ἰσχνὸν καὶ ἄτροφον ἀποδειχθείη τὸ µόριον. ἀλλὰ µὴν καὶ τῆς ἀλλοιωτικῆς δυνάµεως τὰ συµπτώµατα, τὸ µὲν οἷον στέρησις, ὅπερ ἀπεψίαν ἔφαµεν ὀνοµάζεσθαι, ἄντικρυς δῆλον, ὡς ἰσχνὸν ἐργάζεται τὸ µόριον·τὸ δ’ οἷον ἀῤῥωστία τις, ὅπερ καλοῦµεν βραδυπεψίαν, ἐν χρόνῳ µὲν πλείονι, σαφῆ δ’ οὖν καὶ αὐτὴ ποιήσει ποτὲ τὴν ἰσχνότητα· τῷ δὲ τρίτῳ συµπτώµατι, τῆς δυσπεψίας ἀνάλογον, οὐκ ἰσχνὸν καὶ ἄτροφον, ἀλλ’ ἐξηλλαγµένον τὴν ἰδέαν ἀποδείξει τὸ µόριον, ὥσπερ ἔν τε ταῖς λεύκαις καὶ ταῖς ἐλεφαντιάσεσι φαίνεται. προσέχειν δὲ ἐνταῦθα χρὴ τὸν νοῦν καὶ διορίζειν, πότερον χυµοῦ τινος ἐπιῤῥυέντος, ἢ τῶν στερεῶν αὐτῶν οὕτω διακειµένων ἐξήλλακται τὰ τῆς χροιᾶς. εἰ µὲν γὰρ διὰ χυµὸν, ἐξ ἑτέρου γένους τὸ σύµπτωµά ἐστι, καὶ οὐ τῆς ἀλλοιωτικῆς δυνάµεως τὸ σφάλµα· εἰ δ’ ὅλον δι’ ὅλου τὸ µόριόν ἐστιν οἷον οὐκ ἐχρῆν εἶναι, τῆς ἀλλοιωτικῆς δυνάµεως. γίνεται µὲν γὰρ κᾀν τοῖς ἰκτερικοῖς ἐξάλλαξις τοῦ κατὰ φύσιν χρώµατος, ἀλλὰ τοῦτο µὲν σύµπτωµά ἐστι τῆς δια-κριτικῆς ἐνεργείας, πλὴν εἰ µὴ τῶν φλεβῶν αὐτῶν πάθος ποθ’ ὑπάρχει, τηνικαῦτα γὰρ τῆς ἀλλοιωτικῆς ἐστιν· ἡ δὲ καθ’ ἕκαστον µόριον ἴδιος ἄχροια, εἰ µὴ διά τινα χυµὸν ἔξωθεν ἐπίῤῥυτον γίνεται, οἷον δυσπεψία τίς ἐστι τῆς ἐν αὐτῷ δυνάµεως ἀλλοιωτικῆς τε καὶ πεπτικῆς. ἐξέλωµεν δὴ ταύτην ἐν τῷ παρόντι λόγῳ τὴν ἀτροφίαν κακοτροφίαν τινὰ οὖσαν· ἐπὶ δὲ τὴν στερητικὴν τῆς θρέψεως ὀνοµαζοµένην ἀτροφίαν ἐπανελθόντες ἀναµνήσωµεν, ὡς αὕτη τε σύµπτωµά ἐστι καὶ ἕπεται συµπτώµασιν ἄλλοτ’ ἄλλοις, ἤτοι περὶ τὴν ἑλκτικὴν, ἢ περὶ τὴν καθεκτικὴν, ἢ τὴν ἀποκριτικὴν δύναµιν, ἢ καὶ περὶ τὴν ἀλλοιωτικὴν αὐτὴν γιγνοµένοις. ἁπάντων δὲ τούτων τῶν συµπτωµάτων αἴτια τὰ νοσήµατα. φέρε γὰρ ἐλλιπῶς ἐπί τι µόριον ἕλκεσθαι τὴν τροφὴν, καὶ διὰ τοῦτ’ ἀτροφεῖν αὐτὸ, νόσηµα ἐξανάγκης προηγεῖταί τι ταύτης τῆς ἐλλιποῦς ἕλξεως· εἴρηται γὰρ ὅταν αὐτὸ τὸ µόριον ἀῤῥωστότερον ἐφ’ ἑαυτὸ τὴν τροφὴν ἐπισπᾶται, πάντως δή που δύσκρατον ὑπάρχειν· νόσος δὲ ἡ δυσκρασία· εἰ δ’ εὔκρατον µὲν εἴη τὸ µόριον, ἔµφραξις δέ τις ἐν τοῖς τῆς ἀναδόσεως ὀργάνοις ὑπάρχουσα παρεµποδίζει τὴν ἀνάδοσιν, ἡ µὲν ἔµφραξις νόσηµα, σύµπτωµα δ’ αὐτῆς ἡ βλάβη τῆς ἀναδόσεως. οὐ µόνον δὲ ἐπερχόµενος ἕκαστον τῶν συµπτωµάτων, ὅσα διά τινα βλάβην ἐνεργείας γίνεται, µάθοις ἂν ὡς προηγεῖταί τι νόσηµα πάντως αὐτῶν, ἀλλὰ κᾀξ αὐτῆς τῆς οὐσίας τῶν πραγµάτων ἔνεστί σοι χωρὶς ἐπαγωγῆς συλλογίζεσθαι. τὴν µὲν γὰρ ὑγείαν αἰτίαν ἐνεργείας ἐθέµεθα, τὴν δὲ νόσον αἰτίαν ἐνεργείας βλάβης· ἀλλὰ καὶ τὰ συµπτώµατα, περὶ ὧν δὴ νῦν τὸν λόγον ποιούµεθα, βλάβας ἐνεργειῶν ὑπάρχειν ἔφαµεν. ἐκ δὲ τούτων ὑποκειµένων συµβαίνει, τοῦ τοιούτου γένους τῶν συµπτωµάτων αἰτίας εἶναι τὰς νόσους.

5. ῞Οτι δὲ καὶ τὰ τῶν λοιπῶν δύο γενῶν αἱ νόσοι προηγοῦνται, λόγον αἰτίας ἔχουσαι πρὸς αὐτὰ, καὶ τοῦτο δείξοµεν ὀλίγον ὕστερον, ἐπειδὰν πρότερον ἅπαντα τὸν περὶ αὐτῶν ἐπέλθωµεν λόγον, ἀρξάµενοι πάλιν ἀπὸ τῶν ἐν ταῖς διαθέσεσι τοῦ σώµατος συνισταµένων συµπτωµάτων. εἰσὶ δ’ αὐτῶν αἱ πρῶται διαφοραὶ τέτταρες. τὰ µὲν γὰρ ὁρατὰ, τὰ δ’ ἀκουστὰ, τὰ δ’ ὀσφραντὰ, τὰ δὲ γευστὰ, τὰ δ’ ἁπτὰ τετύχηκεν ὄντα. τὰ µὲν οὖν ὁρατὰ τὴν γένεσιν ἐν ταῖς παρὰ φύσιν ἴσχει χροιαῖς, ἤτοι παντὸς ἅµα τοῦ σώµατος, ἤ τινων µορίων ἤ τινος· ἅπαντος µὲν οὖν, ὡς ἐπὶ τῶν ἰκτεριώντων ἔχει, καὶ τῆς ἡπατίτιδός τε καὶ σπληνίτιδος ὀνο- µαζοµένης νόσου, καί τισιν ὑδέρων εἴδεσιν· ἔν τινι δὲ, καθάπερ ἔν τε τῇ γλώττῃ µόνῃ πολλάκις ὁρᾶταί τις ἐξαίρετος ἄχροια, καὶ τοῖς ἐξ ἀποστηµάτων µορίοις µελανθεῖσιν ἢ πελιδνοῖς γενοµένοις, οὕτω δὲ κᾀν τοῖς ἄνθραξι, κᾀν τοῖς ἕρπησί τε καὶ γαγγραίναις ὑπαλλάττεται τὰ κατὰ φύσιν χρώµατα. τούτου τοῦ γένους ἐστὶ καὶ ἀλφὸς, καὶ λεύκη, καὶ ἐλέφας, καὶ τἄλλα ὅσα τοιαῦτα. καὶ γὰρ καὶ ταῦτα τὰς κατὰ φύσιν ὑπαλλάττει χροιάς. καὶ µὲν δὴ καὶ πολλοῖς ἅµα µορίοις ἐστὶν εὑρεῖν ποτε συµβαίνουσαν ἄχροιαν ἐν πολλοῖς τῶν νοσηµάτων, ἤτοι περὶ τὰ σκέλη µᾶλλον, ἢ περὶ τὸ πρόσωπον, ἢ σύµπαν γε τὸ ἄνω τοῦ σώµατος, ἢ σύµπαν τὸ κάτω. τὰς µὲν οὖν ὁρατὰς διαφορὰς ἐν τούτοις ἐπισκεπτέον, τὰς δ’ ὀσφρητὰς ἐπί τε τῆς ἀναπνοῆς καὶ τῆς διαπνοῆς πρῶτον. ὀνοµάζω δὲ τὴν µὲν διὰ λάφυγγος ὁλκήν τε καὶ αὖθις ἔκπεµψιν τοῦ πέριξ ἀέρος, ἀναπνοήν· τὴν δὲ καθ’ ὅλον τὸ σῶµα, διαπνοήν. αἱ τοίνυν κατὰ ταύτας γινόµεναι δυσωδίαι παρὰ φύσιν ἐν τῷ τῶν συµπτωµάτων τετάξονται γένει, µετὰ δὲ ταύτας αἱ κατὰ τὰ ὦτα καὶ ῥῖνας καὶ µασχάλας καὶ ὅσα µόρια κατὰ πάθος σήπεται. καὶ µὲν δὴ κᾀν ταῖς ἐρυγαῖς ἔστιν εὑρεῖν ταὐτὸ τοῦτο γένος τῶν συµπτωµάτων, ἤτοι καπνώδους, ἢ ὀξώδους, ἢ βροµώδους, ἢ ἰχθυώδους, ἤ τινος ἑτέρας τοιαύτης ποιότητος ἐξοζούσης τῆς ἐρυγῆς. κατὰ δὲ τὰς γευστὰς διαφορὰς αὐτῷ τῷ κάµνοντι τεκµαίρεται τὰ συµπτώµατα. καὶ γὰρ ἱδρῶτος ἐγεύσαντό ποτε παραῤῥυέντος εἰς τὸ στόµα, καὶ τοῦ κατ’ αὐτὴν τὴν γλῶτταν σιάλου τῆς ποιότητος ἐξηλλαγµένης. ὥσπερ οὖν καὶ τοῦ αἵµατος, οἷς καὶ τοῦτο διὰ στόµατος ἐκκενοῦται καθ’ ὁντιναοῦν τρόπον, οἱ µὲν ἐπισήµως γλυκέος ἢ ἁλµυροῦ γέ τινος ἢ πικροῦ τὴν αἴσθησιν ἴσχουσιν· οὕτω δὲ καὶ τῶν ἐκ πνεύµονος ἀνα-γοµένων καὶ τῶν ἐκ γαστρὸς ἐµουµένων οἱ µὲν ὀξέων, οἱ δ’ ἁλικῶν, οἱ δὲ πικρῶν, οἱ δὲ γλυκέων, οἱ δ’ αὐστηρῶν αἰσθάνονται. πολλοὶ δὲ τῶν ἰατρῶν καὶ ἱδρῶτος γεύεσθαι δικαιοῦσιν αὐτοὶ καὶ προσέτι τοῦ κατὰ τὰ ὦτα ῥύπου· τεκµαίρεσθαι γάρ τι κᾀκ τούτου. καὶ µὴν καὶ τὰς ἁπτὰς διαφορὰς ἐν τούτοις τοῖς συµπτώµασιν ἀριθµητέον, ἐπειδὰν ἐξιστῶνται τοῦ κατὰ φύσιν, οἷον δέρµα σκληρὸν καὶ περιτεταµένον καὶ καρφαλέον. οὕτω δὲ καὶ πλαδαρὸν ἢ ῥυσσὸν ἤ τινα τοιαύτην ἑτέραν ἔχον διαφοράν. ἐξ οὖν τῶν εἰρηµένων δῆλον, ὡς καὶ τοῦτο τὸ γένος ἅπαν ὑπὸ νοσηµάτων γίνεται. τὰς µὲν γὰρ κατά τε τὴν χροιὰν καὶ ἀτµὸν καὶ χυµὸν ἁπάσας διαφορὰς αὐτῶν τῶν στερεῶν σωµάτων ἐν τοῖς φυσικοῖς λόγοις ἐµάθοµεν ἑποµένας ταῖς κράσεσιν·οὕτω δὲ καὶ τὰς ἁπτὰς, καὶ πολύ γ’ ἔτι µᾶλλον ἁπασῶν τῶν εἰρηµένων, ὅτι ταῖς δραστικαῖς ποιότησιν ὁµογενεῖς αὐτὰς εἶπον, ὡς ὑπὸ τῆς αὐτῆς αἰσθήσεως κρινοµένας· καὶ γὰρ µαλακότης καὶ σκληρότης ὑπὸ τῆς ἁφῆς δοκιµάζονται, καθάπερ αἱ δραστικαὶ ποιότητες ὁµογενεῖς ὑπάρχουσαι. ὥσθ’ ὅσον ἐν αὐταῖς παρὰ φύσιν, ἔκγονον ἅπαν τοῦτο δυσκρασίας ἐστὶν, ὥσπέρ γε καὶ τὸ κατὰ φύσιν εὐκρασίας. ἀλλ’ ἔστιν ἅπασα δυσκρασία νόσος. ὥστε καὶ τὰ τοιαῦτα συµπτώµατα νοσηµάτων ἔκγονα. τὰ δ’ ἐξ ἐπιῤῥύτου τινὸς ὑγρότητος ἐγγινόµενα τοῖς µορίοις, ὁµογενῆ τοῖς εἰρηµένοις ὑπάρχοντα συµπτώµασι, τὰ µὲν γὰρ ἐµφράξεσιν, ἢ θλίψεσιν ἑπόµενα, τὰ δὲ τοῖς τῶν ἑλκτικῶν τε καὶ ἀποκριτικῶν δυνάµεων ἔργοις κακῶς γινοµένοις, ἀνάγκη καὶ ταῦτα τὴν οἷον πηγὴν τῆς γενέσεως ἔχειν τὰ νοσήµατα. ἡ µὲν οὖν κατὰ τὸ ἧπαρ ἔµφραξις νόσηµα οὖσα συνθέτου τε καὶ ὀργανικοῦ σώµατος, αἰτία τῆς κατὰ τὸν ἴκτερον ἀχροίας ἐστίν. ἡ δὲ καθ’ ἕκαστον τῶν µορίων δυσκρασία, νόσηµα οὖσα καὶ αὐτὴ τῶν τοιούτων σωµάτων, ἄλλοτ’ ἄλλην αὐτῶν ἐµποδίζει δύναµιν, ἤτοι τὴν ἕλκουσαν, ἢ τὴν ἀποκρίνουσαν, ἤ τινα ἑτέραν, ἐφ’ αἷς ἀνωµάλως τε καὶ ἀτάκτως τῶν ἐν τῷ σώµατι διαῤῥεόντων ὑγρῶν ἄλλοτ’ ἄλλο µόριον ἀλλοιοῦται κατὰ χροιὰν καὶ ἀτµὸν καὶ χυµὸν καὶ τὰς ἁπτὰς ἁπάσας διαφοράς. ἀλλὰ µὴν καὶ ὅσον ὑπόλοιπόν ἐστι συµπτωµάτων γένος, ἤτοι περὶ φωνὰς καὶ ψόφους τοὺς κατὰ τὸ ζῶον, ἤτοι κᾀν τοῖς ἐκκρινοµένοις τοῦ σώµατος ἢ ἐπεχοµένοις, ἔκγονον ἅπαν καὶ τοῦτο νοσηµάτων ἐστὶν, ἢ αὐτῶν ἄντικρυς, ἢ διὰ µέσων τινῶν συµπτωµάτων. ἐν µὲν γὰρ ταῖς φωναῖς αἵ τε κατὰ τὸ στόµα καὶ τὴν φάρυγγα καὶ τὴν τραχεῖαν ἀρτηρίαν καὶ τὸν πνεύµονα καὶ τὸν θώρακα νόσοι τὰ συµπτώµατ’ αὐτῶν ἐργάζονται, κλονώδεις τέ τινας καὶ τροµώδεις καὶ βραγχώδεις καὶ κλαγγώδεις ἀποτελοῦσαι φωνάς· ἐν ἄλλοις δέ τισι τοῦ ζώου µορίοις ἦχοί τε καὶ βορβορυγµοὶ καὶ τρυσµοὶ καὶ ὅσα τοιαῦτα, τὰ µὲν ὑπὸ στενοχωρίας ὀργάνων ἢ κινήσεως πληµµελοῦς, τὰ δὲ ὑπὸ πλεονεξίας φυσώδους πνεύµατος, ἢ καί τινων ἢ καὶ πάντων ἅµα τούτων συνιόντων ἀποτελεῖται περὶ ὧν ἐπιπλέον ἐν ταῖς τῶν συµπτωµάτων αἰτίαις εἰρήσεται.

bannerbanner