Читать книгу Сочинения. Том 2 (Гален Гален) онлайн бесплатно на Bookz (25-ая страница книги)
bannerbanner
Сочинения. Том 2
Сочинения. Том 2Полная версия
Оценить:
Сочинения. Том 2

4

Полная версия:

Сочинения. Том 2

4. Οἱ δ’ ἐπὶ χυµοῖς ἀναπτόµενοι πυρετοὶ καλοῦνταί τ’ αὐτὸ τοῦτο πυρετοὶ καί εἰσιν οὐ συµπτώµατα νοσηµάτων, ἀλλ’ αὐτοὶ νοσήµατα. τούτων δὲ τινὲς µὲν ἄνευ συµπτωµάτων, οἵπερ δὴ καὶ ἐπιεικέστατοί εἰσι· τινὲς δ’ ἅµα συµπτώµασιν ἐνοχλοῦσιν. εἰρήσεται δ’ ἡµῖν περὶ προτέρων τῶν ἄνευ συµπτωµάτων πυρετῶν· ἐν οἷς µάλιστα µὲν εἰ οἷόν τε κατὰ τὴν πρώτην ἡµέραν διαγνωστέον οἷός τίς ἐστιν ὁ πυρετὸς, ἆρά γε χρόνιος ἢ ὀξύς, καὶ πότερον τῶν διαλειπόντων καλουµένων ἢ τῶν συνεχῶν. εἰ δὲ µὴ οἷόν τε περὶ τὴν ἡµέραν τὴν πρώτην, ἀλλὰ τῇ δευτέρᾳ γε πειρατέον ἐξευρεῖν τὴν ἰδέαν τοῦ πυρετοῦ. µηδενὸς δὲ µηδ’ ἐν ταύτῃ βεβαίως διαγνωσθέντος, ἐν γοῦν τῇ τρίτῃ πάντως φανήσεταί σοι σαφέστερόν τι. παντελῶς γὰρ ὀλίγοι πυρετοὶ τῆς τετάρτης ἡµέρας δέονται πρὸς ἀκριβῆ διάγνωσιν. ἐρῶ δέ σοι καθόσον οἷόν τε διὰ βραχέων σηµεῖα, δι’ ὧν ἐπιγνώσῃ τὸ εἶδος τοῦ πυρετοῦ. µακρότερον δὲ καὶ σαφέστερον ἑτέρωθι πάντα λέλεκται. Τοὺς µὲν οὖν µετὰ ῥίγους εἰσβάλλοντας οὐκ ἂν ἀπὸ τρόπου τῶν κατὰ περίοδον ἐνοχλούντων ὑπολάβοις εἶναι. τριταῖοι γὰρ καὶ τεταρταῖοι µετὰ ῥίγους τοὐπίπαν παροξύνουσιν. ἀλλ’ οἱ µὲν τριταῖοι εὐθὺς ἐν τῇ πρώτῃ καταβολῇ πολλάκις µετὰ σφοδροῦ τοῦ ῥίγους ὑπήρξαντο. τεταρταῖον δ’ οὐκ οἴδαµεν µετὰ σφοδροῦ ῥίγους ἀρξάµενον, ἀλλ’ ἐν τῷ χρόνῳ τὸ µέγεθος αὐτῷ προσγίνεται, σὺν τῷ µηδ’ εὐθὺς ἀπ’ ἀρχῆς τὰ πολλὰ τὸν πυρετὸν τοῦτον εἰσβάλλειν, ἀλλ’ ἑτέρων προηγησαµένων συµπίπτειν. ὁ µὲν οὖν τεταρταῖος τοῖς καλουµένοις πλάνησί τε καὶ πλανήταις ἐπιγίνεται πυρετοῖς διὰ φλέγµα. ὁ δ’ ἀµφηµερινὸς οὐδὲ χωρὶς τοῦ τὸ στόµα τῆς γαστρὸς πεπονθέναι τὰ πολλὰ συνίσταται· καθάπερ ὁ τεταρταῖος περὶ σπληνὶ κακοπραγοῦντι· ὁ δὲ τριταῖος περὶ ἥπατι. τὸν µὲν δὴ µετὰ σφοδροῦ τοῦ ῥίγους ἀρξάµενον εἰκὸς µᾶλλον τριταῖον ἢ τῶν ἄλλων τινὰ εἶναι πυρετῶν. εἰ δὲ καὶ τἄλλα τὰ ἐφεξῆς εἰρησόµενα µαρτυροίη, τοῦτον µὲν ἂν ἐναργῶς εὐθὺς ἐν τῇ πρώτῃ τῶν ἡµερῶν διαγινώσκοις εἶναι τριταῖον. εἰ δὲ µετὰ βραχέος ἄρξεται ῥίγους, τότε δεῖ καὶ µᾶλλον τοῖς ἄλλοις γνωρίσµασι τὸν νοῦν προσέχειν, ὡς οὐκ ἀµφηµερινοῦ καὶ τεταρταίου µόνον, ἀλλὰ καὶ ἡµιτριταίου καὶ ἄλλου τινὸς τῶν συνεχῶν εἶναι δυναµένου. τὰ δ’ ἄλλα γνωρίσµατα τό τε τῆς θερµασίας ἐστὶ ποιὸν καὶ ποσὸν καὶ ἡ τῶν ἀρτηριῶν κίνησις, αὐτό τε τοῦ ῥίγους τὸ εἶδος αἰσθανοµένου, ὥρα τε καὶ χώρα καὶ κατάστασις καὶ ἡ φύσις τοῦ νοσοῦντος καὶ ἡ ἡλικία καὶ τὰ προηγησάµενα καὶ τὰ παρακολουθοῦντα. τὴν µὲν γὰρ θερµασίαν πολλὴν καὶ δριµεῖαν εἶναι χρή· τοὺς δὲ σφυγµοὺς µεγάλους καὶ θερµοὺς καὶ σφοδροὺς καὶ ταχεῖς καὶ πυκνοὺς καὶ χωρὶς πάσης ἀνωµαλίας, πλὴν τῆς πυρεκτικῆς. τὸ δὲ ῥῖγος, οἷον νυττοµένου τοῦ χρωτὸς ὡς ὑπό τινος ὀξέος µᾶλλον ἢ ψυχροῦ, τῶν ἐν τεταρ-ταίοις τε καὶ ἀµφηµερινοῖς ψυχροῦ τοῦ ῥίγους αἰσθανοµένων. τὴν δ’ ὥραν θερινὴν, ὥσπερ οὖν καὶ τὸ χωρίον θερµὸν καὶ τήν γε παροῦσαν κατάστασιν· ἔστω δὲ καὶ ἡ φύσις τοῦ κάµνοντος θερµοτέρα τε καὶ χολωδεστέρα, καὶ ἡ ἡλικία νεανίσκου· καὶ γυµνασία µᾶλλον ἢ ἀργία προηγείσθω, καὶ ἔγκαυσις µᾶλλον ἢ ψύξις, καὶ ἔνδεια µᾶλλον ἢ πλησµονή. καὶ ἀγρυπνίαι δὲ καὶ λῦπαι καὶ κόποι καὶ σύντονοι φροντίδες εἰς τοῦτο συντελοῦσιν. εἰ δὲ καὶ πολλοῖς ἄλλοις τῶν νοσούντων ἐν ἐκείνῳ τῷ χρόνῳ τριταίοις ἁλῶναι συµβαίη καὶ τοῦτ’ ἂν εἴη πρὸς τοῖς εἰρηµένοις µέγιστον γνώρισµα. εἰ δὲ τούτων ἁπάντων ὑπαρχόντων ἢ τῶν µεγίστων τε καὶ ἐπικαιροτάτων δίψος τε αὐτοὺς ἔχει σφοδρὸν, ἔµετός τε χολῆς ἢ ἱδρὼς ἐπιγένηται ἢ ἀµφότερα, νῦν µὲν ἂν καὶ σαφῶς εἴη δῆλος. εἰ δὲ καὶ παύσαιτο µὲν πυρέττων ἐπὶ τοῖσδε ὁ ἄνθρωπος τοῦτον δὴ τὸν φανερὸν ἅπασι καὶ ἐν κινήσει πυρετὸν, ὑπολείποιτο δ’ αὐτῷ κατὰ τὴν τῶν ἀρτηριῶν κίνησιν ἡ ἴδιος ἀνωµαλία τῶν πυρετῶν, βεβαίως ἂν οὕτως ἀποφαίνοις τριταῖον ὑπάρχειν αὐτὸν, ὡς εἰ καὶ διὰ τρίτης ἤδη παροξυνόµενον ἑώρας.

5. ῾Ο δὲ τεταρταῖος, χρὴ γὰρ καὶ τούτου τὰ γνωρίσµατά σοι γράψαι, τὸ µὲν ἐναργέστατον ἑαυτοῦ τεκµήριον ἐνδείκνυται κατὰ τὴν ἀρχὴν τῶν παροξυσµῶν, ἡνίκα ῥιγῶσιν ἔτι οἱ νοσοῦντες. ἱκανῶς γὰρ ἀραιοὶ καὶ βραδεῖς αὐτῶν οἱ σφυγµοὶ γίγνονται· κατὰ δὲ τὰς ἀκµὰς ἢ καὶ αὐξανοµένων ἔτι ταχεῖς µὲν ἀνάγκη καὶ πυκνοὺς εἶναι· σώζεται δ’ ὅµως καὶ τότε ἡ ἴδιος αὐτῶν βραδύτης τε καὶ ἀραιότης, εἰ τὸ προσγεγονὸς τάχους καὶ τῆς πυκνότητος τῶν παροξυσµῶν λογίσαιο. καὶ γὰρ οὖν καὶ εἰ παραβάλοις τὴν ἀκµὴν τοῦ τεταρταίου πυρετοῦ, τῇ τοῦ τριταίου ἀκµῇ πολλῷ τινί σοι δόξουσι θᾶττόν τε καὶ πυκνότερον ἐν τοῖς τριταίοις αἱ ἀρτηρίαι σφύζειν· καὶ αὐτῆς δὲ τῆς µιᾶς κινήσεως ἐν τῷ τεταρταίῳ πυρετῷ τὸ ἀνώµαλον ἐνδείκνυται τὴν ἰδέαν αὐτοῦ. τὴν γὰρ κοινὴν ἁπάντων τῶν πυρετῶν ἐν µιᾷ προσβολῇ τῆς ἀρτηρίας ἀνωµαλίαν ἐναργεστάτην ἐστὶν εὑρεῖν ἐν τούτῳ. πολλῷ γάρ τινι τήν τε ἀρχὴν τῆς κινήσεως καὶ τὸ τέλος ὠκύτερον εὑρήσεις τῶν µέσων· οὐ µὴν δὲ ἐπὶ τῶν τριταίων ὧδ’ ἔχει βραχεῖα γὰρ ἐν αὐτοῖς ἡ ὑπεροχὴ τοῦ τάχους ἐστὶ καὶ µάλιστα κατὰ τὰς ἀκµάς. ἀλλὰ καὶ τὰ τῆς θερµασίας γνωρίσµατα διαφερόντως αὐτοῖς ἔχει. τὸ γὰρ θερµὸν καὶ τὸ διακαὲς καὶ τὸ οἷον ζέον τῶν τριταίων πυρετῶν οὐκ ἂν εὕροις ἐν τεταρταίοις. ταυτὶ µὲν οὖν τὰ µέγιστα σηµεῖα, τὰ δ’ ἄλλα τὰ ἔξωθεν, οὐδὲ γὰρ χρὴ ταῦτα παραλιπεῖν, ἀλλὰ τήν τε φύσιν ἐπισκοπεῖσθαι τοῦ νοσοῦντος, εἰ µελαγχολικωτέρα· καὶ τὸν καιρὸν τοῦ ἔτους, εἰ φθινόπωρον· καὶ τὴν παροῦσαν κατάστασιν, εἰ ἀνώµαλος. οὕτω δὲ καὶ τοῦ χωρίου τὴν φύσιν καὶ τῶν ἐπιδηµούντων νοσηµάτων· καὶ εἰ σπλὴν µέγας εἴη καὶ ἄτακτοι πυρετοὶ προηγήσαντο καὶ ἡ ἡλικία τῆς ἀκµῆς ἐπέκεινα καὶ εἰ µεθ’ ἱδρῶτος παύοιντο· χολῆς δὲ ξανθῆς ἔµετον ἐν τούτοις τοῖς πυρετοῖς µὴ προσδοκᾷν, ὥσπερ οὐδ’ ἐν τοῖς ἀµφηµερινοῖς, ἴδιον γὰρ τῶν τριταίων τοῦτο. παυσαµένων δὲ τοῦ πυρέττειν, εἰ τὸ τοῦ πυρετοῦ σηµεῖον ἔτι παραµένοι καὶ οἱ σφυγµοὶ τῶν κατὰ φύσιν ἀραιότεροί τε καὶ βραδύτεροι γίγνονται, τεταρταῖος ἂν εἴη σαφῶς ὁ τοιοῦτος πυρετός.

6. ᾿Αµφηµερινὸν δὲ πυρετὸν τοῖσδ’ ἂν µάλιστα γνωρίσαις· ὑγροτέραν γὰρ εἶναι χρὴ τὴν θερµασίαν αὐτοῦ µετά τινος δριµύτητος, οὐ κατὰ τὴν πρώτην ἐπιβολὴν εὐθὺς ὑποπιπτούσης, ἀλλ’ ἐγχρονιζούσης τῆς χειρός. καπνώδη γάρ τινα θερµασίαν ἀτµῷ πολλῷ συµµιγῆ δόξαις ἀνιέναι, καταπνιγοµένου µᾶλλον ἐν ὑγρότητι τοῦ πυρὸς πολλῇ ἢ αὐτοῦ τῆς ὕλης κρατοῦντος. ἀλλὰ καὶ οἱ σφυγµοὶ τούτοις µικρότεροι τῶν ἐν τεταρταίοις εἰσὶ πλέον ἢ ἐκεῖνοι τῶν ἐν τριταίοις. ἀραιότεροι δ’ αὖ πάλιν οἱ ἐν τοῖς ἀµφηµερινοῖς τῶν ἐν τριταίοις τοσοῦτον, ὅσον τούτων οἱ ἐν τοῖς τεταρταίοις. βραδύτητος δὲ ὡσαύτως ἐν ἀµφοῖν ἔχουσιν. ἧττον δὲ διψώδης ὁ πυρετὸς οὗτος. λείπεται οὖν τεταρταίου τοσοῦτον, ὅσον ἐκεῖνος τριταίου. καὶ ἡ γλῶσσα καὶ τὸ σύµπαν σῶµα ξηρότατον µὲν ἐν τριταίοις, ὑγρότατον δ’ ἐν τούτοις ἐστὶ τοῖς πυρετοῖς· καὶ οἱ ἔµετοι φλεγµατώδεις καὶ ὅσα διὰ γαστρὸς ἐκκρίνεται ψυχρότερα καὶ ὑγρότερα καὶ ὠµότερα καὶ ὑδατωδέστερα καὶ φλεγµατωδέστερα. καὶ τὸ σύµπαν ἀπέπτων χυµῶν ἀνάπλεων ἐν τούτοις τοῖς πυρετοῖς εὑρήσεις τὸ σῶµα. καὶ γὰρ οὖν καὶ ἡλικίαις καὶ φύσεσι καὶ χώραις καὶ ὥραις ἔτους καὶ κράσεσιν ὑγροτέραις συµπίπτουσι. νεανίσκον µέν γε χολώδη καὶ ξηρὸν τῇ κράσει οὐκ εἶδον οὐδέπω ποτε ἁλόντα τούτῳ τῷ πυρετῷ. παῖδες δὲ καὶ µάλιστα οἱ µικρότεροι καὶ ὅσοι τῶν τελείων φλεγµατικώτεροί τέ εἰσι καὶ τὴν ἕξιν τοῦ σώµατος παχεῖς καὶ ἀργὸν τὸν βίον ἔχοντες ἐν πλησµοναῖς καὶ µέθαις καὶ λουτροῖς συνεχέσι καὶ µάλιστα τοῖς ἐπὶ τροφῇ ἀµφηµερινοῖς εὐάλωτοι· ἀτὰρ οὖν καὶ χωρία τὰ ὑγρότερα καὶ τῶν ὡρῶν τοῦ ἔτους ὁ χειµὼν καὶ τῶν καταστάσεων αἱ ὑγρότεραι, µάλιστα φέρουσι τὸν πυρετὸν τοῦτον· εἰ δὲ καὶ ἐπιδηµοίη τηνικαῦτα, καὶ τοῦτό σοι πρὸς τὴν διάγνωσιν ἐπὶ τοῖς εἰρηµένοις οὐ µικρὰ συντελέσει. οὐ µὴν οὐδὲ παύουσι τὰς παρακµὰς τούτων τῶν πυρετῶν οἱ ἱδρῶτες, ὥσπερ ἐν τριταίοις καὶ τεταρταίοις, ὅθεν οὐδ’ εἰς ἀπυρεξίαν ἔρχονται σαφῆ, πλὴν ὀλίγων δή τινων. τὰ δ’ οὖρα τὰ µὲν ἐπὶ προήκουσιν αὐτοῖς γιγνόµενα τοὺς καιροὺς τῆς ὅλης νόσου διδάσκει· τὰ δ’ ἐν ἀρχαῖς ἐνδείξεταί σοι καὶ αὐτὸ τὸ εἶδος τοῦ πυρετοῦ. τοῖς µὲν γὰρ ἀµφηµερινοῖς ἢ λευκὰ ἢ λεπτὰ ἢ παχέα καὶ θολερὰ ἢ ἐρυθρά. τοῖς δὲ τριταίοις ἢ πυῤῥὰ ἢ ὑπόπυῤῥα. τοῖς δὲ τεταρταίοις πολυειδῆ µὲν, ἀλλ’ ἄπεπτα πάντα. καὶ ταῦτα µὲν τῶν διαλειπόντων πυρετῶν ἐστι γνωρίσµατα.

7. Τοὺς συνεχεῖς δ’ ἂν γνωρίζοις µάλιστα µὲν ἐκ τοῦ µηδὲν αὐτοῖς παρεῖναι σηµεῖον, ὧν εἴποµεν ὑπάρχειν χρῆναι τοῖς διαλείπουσι, καὶ εἰ µὴ παύοιτο δὲ τῶν τεττάρων καὶ εἴκοσιν ὡρῶν ἐντὸς ὁ πυρετός· εἰ δὲ καὶ ἀνώµαλον ποιήσαιτο τὴν αὔξησιν, οὗτος µέν γε καὶ πρὸς τοῖς ἄλλοις γνωρίσµασι καὶ χρόνον ὑποσηµαίνει πλείονα· καὶ µὲν δὴ καὶ εἰ τὸ ἴδιον τῶν πυρετῶν σηµεῖον ἐν τοῖς σφυγµοῖς ἐναργὲς ἔχοιεν. εἰ δὲ καὶ ἀταξία τις ἢ ἀνωµαλία προσείη αὐτοῖς ἢ ἀῤῥυθµία, καὶ τοῦτ’ ἂν εἴη σηµεῖον τοῦ µεγέθους ἅµα καὶ ὡς οὐκ εἰσὶ τῶν διαλειπόντων. εἰ δὲ τοιοῦτοι µείναντες ἐν τῇ τρίτῃ τῶν ἡµερῶν µείζονα τὸν παροξυσµὸν ἐνδείξαιντο ἢ εἰ καὶ τὰ διαχωρήµατα καὶ τὰ οὖρα παντάπασιν ἄπεπτα φαίνοιτο, τοὺς τοιούτους πυρετοὺς οὐκ ἐνδέχεται παρὰ τὴν ἑβδόµην κριθῆναι. εἰ δὲ καὶ ἡ τετάρτη τῶν ἡµερῶν ὁµοία φαίνοιτο τῇ τρίτῃ, καὶ ὁ πυρετὸς οἷον σµυχόµενος εἴη, καὶ τὸ πρόσωπον ἥ τε πᾶσα ἕξις τοῦ σώµατος ἀσύµπτωτος, ὁ τοιοῦτος εἰς πλείονα χρόνον ἐκτείνεσθαι φιλεῖ. τοιαῦται µέν τινες αἱ διαφοραὶ τῶν ἄνευ συµπτωµάτων πυρετῶν.

8. ῾Η θεραπεία δὲ καθ’ ἕκαστον αὐτῶν ἐφεξῆς γεγράψεται· πρῶτον µὲν τῶν διαλειπόντων, δεύτερον δὲ τῶν συνεχῶν λεγοµένων. ἐπὶ µὲν οὖν τοῖς διαλείπουσιν ὀξύτατός τε ἅµα καὶ ἐπιεικέστατος ὁ τριταῖός ἐστι· µακρότατος δὲ καὶ ἀκίνδυνος ὅσον ἐφ’ ἑαυτῷ ὁ τεταρταῖος. ὁ δ’ ἀµφηµερινὸς µακρὸς καὶ οὐκ ἀκίνδυνος, ὥστε καὶ τὴν δίαιταν εὐθὺς ἐξ ἀρχῆς καθίστασθαι προσήκει, πρὸς τὸν ξύµπαντα χρόνον τοῦ νοσήµατος ἀποβλέποντας. τὰ µὲν γὰρ ὀξέα καὶ ταχέως ἀκµάζοντα, κᾂν εἰ πάνυ λεπτῶς θέλοι τις διαιτᾷν, οὐκ ἄν τι µέγα βλάψει. ὅσα δὲ χρονιώτερα, ταῦτ’ εἰ µὴ κατ’ ἀρχὰς ἁδρότερον διαιτήσειας, ἢ συναναιρήσεις τῷ νοσήµατι τὸν ἄνθρωπον ἢ οὐκ ἐν καιρῷ τὴν δίαιταν ὑπαλλάξεις. οὐ γὰρ χρὴ προσιούσης τῆς ἀκµῆς ἁδρότερον ἢ πρόσθεν διαιτᾷν, ἀλλὰ τοὐναντίον τῆς ὅλης τοῦ πάθους διαίτης τὸ λεπτότατον εἰς τὴν ἀκµὴν ἀποτίθεσθαι χρή· τοῦτο µὲν οὖν κοινὸν ἁπάντων. πρὸς αὐτῷ δὲ δεῖ καὶ τὰ ἴδια τῶν διαλειπόντων ἐπισκοπεῖσθαι, οἷον εὐθὺς ἐν τοῖς τριταίοις, οὐδὲν γὰρ χεῖρον ἐντεῦθεν ἄρξασθαι, διοριζέσθω σοι κατ’ ἀρχὰς εἰ ἀκριβής ἐστι καὶ ὡς ἄν τις εἴποι γνήσιος, ἢ οὐκ ἀκριβὴς, ἀλλ’ οἷον νόθος τις. ὁ µὲν γὰρ ἀκριβὴς τριταῖος τὸ µακρότατον ἐν ἑπτὰ περιόδοις κρίνεται, πρὸς τῷ καὶ ἀκινδυνότατος εἶναι. τὸν ἕτερον δὲ τὸν οὐκ ἀκριβῆ οἶδά ποτε φθινοπώρου µὲν ἀρξάµενον, ἦρος δὲ παυσάµενον· εἶτα οἷα εἰκὸς ἐν τοσούτῳ χρόνῳ, τὸ µέν τι καὶ αὐτοῦ τοῦ νοσοῦντος οὐ πάνυ τι πειθοµένου τοῖς τῶν ἰατρῶν προστάγµασιν, ἀλλὰ καὶ ἁµαρτάνοντός τι· τὸ δέ τι καὶ ὑπὸ τῆς αἰτίας τοῦ χειµῶνος βλαπτοµένου, σπλήν τε µέγιστος ἐξήρθη καὶ ὑποχόνδρια διεφυσᾶτο· καί τις ἤδη καὶ ὕποιδος ἦν ἄχροια περί τε τὸ πρόσωπον καὶ οὐχ ἥκιστα τοῖς σκέλεσιν, ὥστε δεῖσαί τε ἡµᾶς ἀµφὶ τῷ µειρακίῳ καὶ δεηθῆναι µειζόνων βοηθηµάτων. οὕτως οὐδὲν ὅµοιον ἔχει ὁ τοιοῦτος τριταῖος τῷ ἀκριβεῖ· διὰ τοῦτο οὖν φηµι χρῆναι κατὰ τὰς ἀρχὰς αὐτοὺς διορίζειν. εἰς ὅσον γὰρ τῇ φύσει διαφέρουσιν, εἰς τοσοῦτον εὔλογόν ἐστι καὶ τὸν τῆς διαίτης τρόπον ὑπαλλάττεσθαι. ὅπως οὖν ἄριστα διορισθεῖεν, ἀρκεῖ µοι τὰ τῷ µειρακίῳ συµπεσόντα γράψαι, παράδειγµά τε ἅµα τῶν οὐκ ἀκριβῶν τριταίων καὶ ὑποµνήµατά σοι γενησόµενα. ἦν µὲν δὴ τοῦ ἔτους τὸ µεταξὺ πλειάδων τε δύσεως καὶ τῆς προγεγενηµένης ἰσηµερίας· ἤρξατο δὲ µετὰ φρίκης ὁ πυρετὸς τῷ µειρακίῳ περὶ αὐτὴν σχεδὸν τὴν ἕω· ὥστε µήτε τῇ θερµασίᾳ τριταίῳ τι δόξαι ἐοικέναι µήτε τοῖς σφυγµοῖς· ἀλλ’ οὐδὲ χολῆς ἔµετος ἠκολούθησεν οὔτε ἱδρὼς ἱκανός· ἀλλὰ µόνον ἐν τῇ δευτέρᾳ τῶν ἡµερῶν ὥρᾳ που τρίτῃ βραχεῖαι νοτίδες ἐγίγνοντο, ἐφ’ αἷς διεπνεῖτο µὲν ὁ πυρετὸς ἀτρέµα οὕτως, ὥστε περὶ τὴν ἑσπέραν µόγις ἀπύρετον εἶναι δοκεῖν· ἔµενε δὲ δηλαδὴ κατὰ τοὺς σφυγµοὺς τό τε τοῦ πυρετοῦ σηµεῖον αὐτῷ σαφὲς ἱκανῶς. ἀλλὰ τἄλλα γε πάνυ εὐφόρως εἶχε κατὰ τὴν ἑσπέραν καὶ δι’ ὅλης τῆς νυκτός. αὖθις δὲ περὶ τὴν ἕω τῆς τρίτης ἡµέρας δευτέρα καταβολὴ γίνεται, τὰ πάντα τῇ πρώτῃ παραπλησία, πλὴν τοῦ χρόνου· τῆς γὰρ ἐπιούσης νυκτὸς ὀλίγον πρὸ τῆς ἡµέρας νοτίδες ἐγίγνοντο καὶ ὁ πυρετὸς ἐπαύετο περὶ τὴν ἕω τῆς τετάρτης ἡµέρας· καὶ τοῦ λοιποῦ δὲ παντὸς φθινοπώρου καὶ χειµῶνος, ἐν ᾧ διενόσησε, τά τ’ ἄλλα πάντα καὶ ὁ χρόνος τῆς καταβολῆς καὶ τῆς λύσεως τοῦ πυρετοῦ κατὰ ταὐτὰ διέµενον. ἦν δὲ τὸ µειράκιον ἡλικία µὲν ἀµφὶ τὰ ὀκτωκαίδεκα ἔτη, λευκὸν δ’ ἰδέσθαι καὶ πῖον, ἀργότερον τῷ βίῳ καὶ πολλάκις ἔµπροσθεν ἐν µέθαις τε καὶ λουτροῖς συνεχέσι καὶ πλησµοναῖς γεγενηµένον, ὥστ’ οὐδὲ χρηστῶς ἔπεττε τὰ σιτία. συνεισέβαλε δ’ αὐτῷ καὶ σκληρὸς σφυγµὸς ἐν µὲν τῇ πρώτῃ καὶ δευτέρᾳ τῶν ἡµερῶν µετρίως, ἐν δὲ τῇ τρίτῃ καὶ τετάρτῃ καὶ ταῖς ἐφεξῆς µέχρι τῆς ἑβδόµης εἰς τοσοῦτον ἧκε σκληρότητος, ὡς ἄν τινα δόξαι τῷ σφυγµῷ µόνῳ πιστεύσαντα πολλῶν εἶναι τὸ νόσηµα µηνῶν· καὶ τοιοῦτος παρέµενεν ἄχρι τῆς κατὰ τὸ ἔαρ ἰσηµερίας, ἐν ᾗ πρῶτον ἤρξατο µαλάττεσθαι. καὶ αὖθις ὕστερον ἡµέρᾳ τεσσαρακοστῇ τελέως ἀπαλλάττεται τοῦ τριταίου, κατὰ βραχὺ τοῦ τε σφυγµοῦ µαλαχθέντος καὶ τοῦ παροξυσµοῦ µικροτέρου γιγνοµένου καὶ τῶν οὔρων ὑπόστασιν χρηστὴν ἐχόντων· καὶ γὰρ οὖν καὶ ταῦτα κᾀν τῷ πρόσθεν χρόνῳ πάντα δεινῶς ἦν ἄπεπτα. τοιοῦτος µὲν δὴ ὁ ἐναντιώτατος τῷ ἀκριβεῖ τριταίῳ. τοὺς δ’ ἄλλους τοὺς µεταξὺ παµπόλλους ὄντας ἐκ τῶν ἄκρων ἀφωρισµένων οὐ χαλεπῶς ἂν εὑρήσεις. ἃ γὰρ ἐν ἀρχῇ τοῦ λόγου τριταίων πυρετῶν ἔγραψα γνωρίσµατα, ταῦτα σύµπαντα εἰ παρείη, τὸν ἀκριβῆ τριταῖον οὐκ ἐργάζεται, ᾧ πάντως καὶ ὁ τοῦ παροξυσµοῦ χρόνος βραχὺς ὡρῶν τεττάρων ἢ πέντε ἢ ἓξ ἢ τὸ µήκιστον ἕνδεκά που ἢ δώδεκα. καὶ µὲν δὴ καὶ τὰ οὖρα τῶν τοιούτων ἐν τῇ τρίτῃ τῶν ἡµερῶν ἢ πάντως γε τῇ τετάρτῃ φέρει τι σηµεῖον πέψεως. οὕτω µὲν οὖν ἀκριβῆ τε καὶ οὐκ ἀκριβῆ γνωρί ζοις τριταῖον. ἀνάλογον δὲ καὶ τεταρταῖον καὶ ἀµφηµερινόν. ᾧ µὲν γὰρ ὑπάρχει πάνθ’ ὅσα πρόσθεν ἔγραψα τεταρταίων πυρετῶν γνωρίσµατα, γνήσιός τε καὶ ἀκριβὴς τεταρταῖος. ᾧ δὲ µὴ, νόθος τις ἐκεῖνος καὶ οὐκ ἀκριβής. καὶ ἀµφηµερινῶν δὲ ὅτῳ µὲν πάνθ’ ὅσα γέγραπται πάρεστιν, ἀκριβής· ᾧ δὲ µὴ, ὁ τοιοῦτος οὐκ ἀκριβής. οὐκ οὖν οὐδὲ χρόνιοι ὁµοίως τεταρταίῳ καὶ ἀµφηµερινῷ οἱ οὐκ ἀκριβεῖς, ἀλλ’ ὥσπερ τριταῖος ὀξὺς ὁ ἀκριβὴς, οὕτω τεταρταῖός τε καὶ ἀµφηµερινὸς χρόνιοι. ταῦτα µὲν ἐν τοῖς κατὰ περίοδόν τινα πυρέττουσι σκοπεῖσθαι. τῶν δ’ ἄλλων πυρεττόντων οὖρά τε καὶ διαχωρήµατα καὶ τὴν ὅλην ἕξιν τοῦ σώµατος ὁρᾷν· καὶ τὴν θερµασίαν καὶ τὴν τῶν ἀρτηριῶν κίνησιν, ὅσα τ’ ἄλλα πρὸς τούτοις ὁ ῾Ιπποκράτης τε καὶ ἡ µακρὰ πεῖρα κελεύει σκοπεῖσθαι, χώρας καὶ ὥρας καὶ καταστάσεις καὶ ἡλικίας καὶ κράσεις σωµάτων, ἔθη τε καὶ τὰ προηγησάµενα τῶν αἰτίων καὶ τὰ συνεισβάλλοντα τοῖς νοσήµασι καὶ ὅσα µεταξὺ ἐπιφαίνεται. παρῄνηται µὲν οὖν ὡς ἄν τινι δόξῃ τὸ πᾶν, οὐ µὴν πρός γε τὴν ἀλήθειαν ὧδ’ ἔχει. τὸ γάρ τοι µέγιστον µὲν ἁπάντων τούτων, ῥηθῆναι δὲ µικρότατον, οὐδέπω γέγραπται. τί δ’ ἐστὶ τοῦτο; ποσότης νοσήµατος καὶ δυνάµεως· πρᾶγµα πρὸς µὲν τὴν δήλωσιν ἑνὸς ὀνόµατος δεόµενον· εἰς δὲ τὴν χρείαν µέγιστον. οὐδὲ γὰρ οἷόν τε προγνῶναι καλῶς, ἄνευ τοῦ τὸ ποσὸν ἑκάστου τῶν εἰρηµένων ἀκριβῶς ἐκλογίζεσθαι. καὶ γὰρ εἴτ’ ὀλέθριόν ἐστι τὸ νόσηµα, εἴτε µὴ, καὶ ὁπηνίκα µᾶλλον δυνατὸν ἢ τεθνήξεσθαι τὸν ἄνθρωπον ἢ ἀπαλλαγήσεσθαι τοῦ πάθους, εἰ µὴ πάντων τῶν προειρηµένων τὸ ποσὸν ἀκριβῶς διασκεψάµενος ἀνάγοις εἰς δύο κεφάλαια τήν τε νόσον αὐτὴν καὶ τοῦ νοσοῦντος τὴν δύναµιν, οὐκ ἂν οἷός τ’ εἴης προγνῶναι καλῶς. τῆς µὲν γὰρ δυνάµεως οὕτως ἰσχυρᾶς οὔσης ὡς περιγίγνεσθαι τοῦ νοσήµατος, ἀνάγκη σωθῆναι τὸν ἄνθρωπον. εἰ δὲ τοὔµπαλιν εἴη, πάντως τεθνήξεται. µὴ τοίνυν ὁποῖόν τι τὴν ἰδέαν ἐστὶ τὸ νόσηµα σκόπει µόνον, ἀλλὰ καὶ πηλίκον. οὐ µικρᾶς δὲ τοῦτό γε δεῖται τριβῆς, τά τ’ ἄλλα καὶ τῷ µήτε γραφῆναι µήθ’ ὅλως διδαχθῆναι λόγῳ δύνασθαι τὸ ποσὸν ἑκάστου. καὶ εἴτι ἄρα τὸ ἡµέτερόν ἐστιν, οὐχ ὑπ’ ἄλλου τινὸς εἰς τοσοῦτον ἀκριβείας ἥκει ἢ ἐκ τοῦ µάλιστα ἠσκῆσθαι περὶ τὸν τῆς ποσότητος στοχασµόν· τοῦτο µὲν δὴ καὶ ἐπ’ αὐτῶν τῶν ἔργων καὶ µαθεῖν καὶ διδάξαι δυνατόν. ὅσα δ’ ἐν τῇ ποιότητι τὸν διορισµὸν ἔχει, ταῦτα γράψοµεν ἀκριβῶς τε ἅµα καὶ σαφῶς εἰς ὅσον ἐγχωρεῖ διὰ βραχέων.

9. Τὸν µὲν οὖν ἀκριβῆ τριταῖον, ὡς ἂν ὑπὸ τῆς ξανθῆς χολῆς κινουµένης δυναστευόµενον, ὑγραίνειν τε καὶ ψύχειν εἰς τοσοῦτον, εἰς ὅσον ἂν οἷόν τε µάλιστα. τὰ γὰρ ἐναντία τῶν ἐναντίων ἰάµατά ἐστι, κολάζοντα µὲν τὸ ὑπερβάλλον, ἀντεισάγοντα δὲ τὸ λεῖπον. ὁ δὲ τῆς ξανθῆς χολῆς χυµὸς ἁπάντων τῶν ἐν τῷ σώµατι χυµῶν θερµότατος καὶ ξηρότατός ἐστι. προτρέπειν οὖν χρὴ τὸν µὲν εἰς τὴν γαστέρα συῤῥέοντα, κενοῦσθαι δι’ ἐµέτων· τὸν δὲ κάτω ὑπιόντα ὡσαύτως διὰ τῆς κάτω ἐκκρίσεως· τοῦτο µὲν δὴ καὶ αὐτόµατον ἐν τοῖς ἀκριβέσι γίνεται τριταίοις. καὶ τοῖς οὔροις δὲ καὶ τοῖς ἱδρῶσι ποδηγεῖν· ἀγαθὴ δὲ καὶ ἡ διὰ τῶν κάτω τῆς χολῆς κάθαρσις. ἀλλὰ τὴν µὲν γαστέρα µαλακοῖς κλύσµασι κενοῦν· τὰ οὖρα δὲ προτρέπειν σελίνου τε καὶ ἀνήθου τοῖς πόµασιν ἐναποβρέχοντα. καὶ ἤν σοι πέψεως σηµεῖα προφαίνηται, θαῤῥῶν ἤδη καὶ τοῦ ἀψινθίου διδόναι· τοῦτο µὲν δὴ καὶ ἄλλως µέγιστον ἴαµα τοῦ στοµάχου διὰ χολῆς δῆξιν καὶ µᾶλλον εἰ τῆς κόµης αὐτοῦ λαµβάνων ὅσον αὔταρκες ἐναποβρέχοις µελικράτῳ. λουτρὰ δὲ θερµὰ δι’ ὕδατος ποτίµου τὸ µέν τι κενοῖ τῆς χολῆς ἀπάγοντα, τὸ δέ τι καὶ τῇ ποιότητι µεγάλως ὀνίνησιν· ὑγραίνει γὰρ καὶ ψύχει κατὰ δύναµιν, ὅσα τοιαῦτα λουτρά. τὰ δὲ θαλάττια καὶ ἁλµώδη καὶ νιτρώδη καὶ θειώδη πλεῖον µὲν ἀπάγει τῆς χολῆς, πολὺ δ’ ἧττον ὠφελεῖ τῶν ποτίµων. ἄµεινον δ’ εἰπεῖν, οὐδ’ ὠφελεῖν αὐτὰ µειζόνως βλάπτοντα ταῖς ποιότησιν ἢ βοηθοῦντα ταῖς κενώσεσιν. ἀτὰρ οὖν καὶ οἶδά τινα κιβδήλῳ λογισµῷ τοιοῖσδε χρήσασθαι λουτροῖς ἀναπεισθέντα· εἶτα ξηρανθέντα τὴν ἕξιν τοῦ σώµατος; εἰς τοσοῦτόν τε διαφθαρέντα, ὥστε µαρανθεὶς ἀπέθανεν. ἐπέτεινε δὲ αὐτῷ καὶ ἡ ἄλλη πᾶσα δίαιτα πρὸς τὴν κένωσιν τῆς χολῆς. ἀεὶ δὲ χρὴ ποιότητας ἐναντίας τῇ κρατούσῃ παρὰ φύσιν ἀντεισάγειν· καὶ ὡς τὸ πολὺ βέλτιον τοῦτο τοῦ κενοῦν ὁπωσοῦν· ὅπερ οὔτ’ αὐτὸς ἐγίνωσκεν, οὔθ’ ἑτέρων ἐµάνθανε λεγόντων. ἔν τε οὖν τοῖς λουτροῖς οὗτος ὁ σκοπὸς γιγνέσθω, διαβρέξαι τε καὶ ὑγρᾶναι τὸ σῶµα· καὶ διὰ τοῦτο µήτε νίτρου µήθ’ ἁλῶν µήτε νάπυος προσπάττειν, οἷα δὴ τοὺς πλείστους ἐστὶν ἰδεῖν λυµαινοµένους τοῖς ἀῤῥώστοις, ἀλλ’ ὅτι µάλιστα θερµὸν ἔλαιον περιχέοντας ἐµβιβάζειν τε τῷ ὕδατι καὶ διαβρέχεσθαι, καὶ εἴ γ’ ἐθέλοιεν νήχεσθαι ἐν αὐτῷ, συγχωρεῖν αὐτοῖς εἰς ὅσον δύνανται. τοὺς δὲ φιλολουτροῦντας, οὐδ’ εἰ δὶς τῆς ἡµέρας λούειν ἐθέλοις, ἁµαρτάνοις· ἀλλ’ ἐν καιρῷ µάλιστά σοι τοῦτο µνηµονευέσθω. εἰ δὲ καὶ πέψεως τῆς νόσου σηµεῖα φαίνοιτο, κᾂν εἰ πλεονάκις λούοις, οὐκ ἂν ἁµάρτοις. οἴνου δὲ πρὶν µὲν πέττεσθαι τὸ νόσηµα παντάπασιν εἴργειν, ἀρξαµένου δὲ πέττεσθαι, λεπτὸν καὶ ὑδαρῆ καὶ ὀλίγον τὴν πρώτην διδόναι· πλησίον δ’ ἤδη τοῦ λύεσθαι γενοµένου πλείονα. σιτία δὲ ὅσα ὑγραίνει τε καὶ ψύχει, πάντα χρήσι-µα τριταίοις ἀκριβέσι. τὸ δὲ ποσὸν ἐν αὐτοῖς τοσοῦτον ὅσον πλεῖστον καλῶς πέψαι δύνανται. λαχάνων µὲν ἀτράφαξίς τε καὶ βλίτον καὶ λάπαθον καὶ µαλάχη καὶ θριδακίνη καὶ κολοκύνθη. τῶν δ’ ἄλλων ὅ τε πτισάνης χυλὸς καὶ τὰ διὰ τοῦ χόνδρου ῥοφήµατα, καὶ ἰχθύων οἱ πετραῖοι, καὶ τῶν πτηνῶν τὰ µαλακόσαρκα, καὶ τῶν µὴ τοιούτων τὰ πτερά. καὶ µὲν δὴ καὶ ἀλεκτρυόνων τοὺς ὄρχεις διδόναι καὶ τῶν συῶν τοὺς πόδας τε καὶ τοὺς ἐγκεφάλους· τῶν µικροτέρων δὲ εἰ καὶ τὰς σάρκας δοίης τακερὰς, οὐδὲν βλάψειας. ἀλλὰ καὶ ὠὰ συγχωρεῖν ῥοφεῖν καὶ µάλιστα τὰς λεκίθους· ῥᾷον γὰρ αὗται πέπτονται τοῦ λευκοῦ. καὶ τῶν ὀπωρῶν δέ γε συγχωρεῖν γεύεσθαι, τῶν γε µὴ παντάπασι δυσπέπτων. ἀπέχειν δὲ µέλιτός τε καὶ νάπυος καὶ ταρίχου καὶ τῶν δριµέων ἁπάντων καὶ οἴνων δὲ τῶν παλαιῶν ἱκανῶς καὶ ὅσοι θερµοὶ φύσει. αὕτη µὲν οὖν ἡ δίαιτα τῶν πολλῶν ἐστόχασταί σοι. ὅσοι δὲ µὴ τρυφῶσι, διαιτητέον ἐστὶ ὡς οἶσθα κᾀµὲ διαιτηθέντα ποτὲ ἐν ἀκριβεῖ τριταίῳ πυρετῷ κατὰ τὸν ῾Ιπποκράτειον λόγον ἐν χυλῷ πτισάνης ἄχρι κρίσεως. ταῦτα µὲν ἐν τοῖς ἀκριβέσι τριταίοις.

10. ᾿Εν δὲ τοῖς µὴ ἀκριβέσι προνοεῖσθαι χρὴ µάλιστα καθ’ ὅσον οἷόν τε µήτ’ αὐξῆσαι τὸ νόσηµα µήτε καταβαλεῖν τοῦ νοσοῦντος τὴν δύναµιν ἐν χρόνῳ πλείονι ταλαιπωρεῖσθαι µέλλουσαν. ἔστι µὲν οὖν χαλεπὸν ἀµφοῖν κρατεῖν, ὡς ἂν τῶν µὲν ἀσιτιῶν ὅσον εἰς τὴν πέψιν τοῦ νοσήµατος ὠφελουσῶν, τοσοῦτον ἢ καὶ ἐπὶ πλεῖον ἀδικουσῶν τὴν δύναµιν· τῶν δὲ τροφῶν ὅσον εἰς ῥώµην συντελουσῶν τῷ νοσοῦντι, τοσοῦτον ἐµποδιζουσῶν τὰς πέψεις. ἀλλὰ κᾀνταῦθά σοι γνωστέον, εἰς ὅσον µὲν ἥκει µεγέθους ἡ νόσος, εἰς ὅσον δὲ καὶ ἡ δύναµις αὐτοῦ τοῦ νοσοῦντος· ἵνα πρὸς τὰ µείζονος ἐπικουρίας δεόµενα ἀποβλέπων ἀσιτίαις µὲν ἐν ἰσχυροτέρᾳ τῇ δυνάµει καὶ δυσπέπτῳ νοσήµατι θαῤῥαλεώτερον χρήσῃ· τροφαῖς δὲ πλείοσιν ἐν ἀσθενεστέρᾳ µὲν τῇ δυνάµει, νοσήµατι δὲ µὴ πάνυ δυσπέπτῳ. ταῦτα µὲν δὴ κᾀν τοῖς ἄλλοις ἅπασι νοσήµασι χρὴ σκοπεῖν. ἐν δὲ τοῖς οὐκ ἀκριβέσι τριταίοις οὐδὲ λούειν εὐθὺς κατ’ ἀρχὰς ἀγαθὸν, ἀλλ’ ἡνίκα ἂν φαίνοιτο ἤδη τὰ σηµεῖα τῆς πέψεως, οὐδὲ καθ’ ἡµέραν τρέφειν, ἀλλ’ ἀρκεῖ παρὰ µίαν. ἡσυχία δὲ καὶ θάλψις τῶν καθ’ ὑποχόνδριον αὐτοῖς συµφέρει καὶ ῥοφήµατα τὰ εὔπεπτα καὶ κλύσµατα τῆς κάτω γαστρὸς µὴ πάνυ µαλακά. καὶ εἰ αἵµατος ἀφαιρέσεως δέοιντο, µηδὲ τοῦτο παραλείπειν, ἀλλ’ εὐθὺς κατ’ ἀρχὰς διορισάµενος ἐξ ὧν οἶσθα ἀποχεῖν αἵµατος ὅσον τοῖς παροῦσι µέτριον. ἡ δ’ ὅλη τῆς διαίτης κατάστασις οὐ ψύχουσα καὶ ὑγραίνουσα τὸ σύµπαν σῶµα ὡς ἐπὶ τῶν ἀκριβῶν ἐστι τριταίων, ἀλλά τι καὶ τοῦ τµητικωτέρου καὶ τοῦ θερµοτέρου τρόπου προσεπιλαµβανέσθω. µάλιστ’ οὖν ἁρµόσειεν αὐτοῖς ὁ τῆς πτισάνης χυλὸς ἐµβαλλοµένου πεπέρεως· ἢ καὶ ὑσσώπου ποτὲ καὶ ὀριγάνου ἢ στάχυος νάρδου ἐµβαλὼν µελικράτῳ καὶ συναφεψῶν διδόναι πίνειν καὶ τἄλλα δ’ ὅσα οὖρα κινεῖ πλὴν τῶν ἄκρως θερµαινόντων τε καὶ ξηραινόντων. µάλιστα δὲ τοῦ ἀψινθίου διδόναι συνεχέστατα µετὰ τὴν ἑβδόµην ἡµέραν. καὶ µὲν δὴ καὶ ὀξύµελι πολλοὺς ὤνησε πινόµενον καί τι τῶν ἐπιεικῶν ὑπηλάτων, οἷς οἶσθα καὶ ἡµᾶς χρωµένους συνεχῶς. ὁ δὲ ἐπὶ τοῖς σιτίοις ἔµετος εἰς τοσοῦτον ἄρα τοῖς ἐν τῷδε πυρετῷ χρονίζουσι χρήσιµος, ὥστε πολλοὺς οἶδα τελέως ἀπαλλαγέντας εὐθέως ἐπὶ τοῖς ἐµέτοις.

11. ῾Εξῆς δὲ περὶ τῶν τεταρταίων ἐροῦµεν, οὓς καὶ αὐτοὺς κατ’ ἀρχὰς µετρίως τε καὶ πρᾴως ἄγειν χρὴ, µήτε φάρµακόν τι τῶν ἰσχυρῶν µηδὲν προσφέροντας µήτε κένωσιν, εἰ µή τι ἄρα πάνυ σφόδρα φαίνοιτο πλεονάζον αἷµα. καὶ εἰ διελόντι φλέβα τὸ ῥέον εἴη µέλαν καὶ παχὺ, µάλιστα δ’ ἐν τοῖς σπληνώδεσι τοιοῦτον εὑρίσκεται, θαῤῥεῖν τῇ κενώσει· ξανθοῦ δὲ καὶ λεπτοῦ φανέντος, ἐπέχειν αὐτίκα. τέµνειν δὲ φλέβα ἤτοι τὴν ἐντὸς ἢ τὴν µέσην ἀγκῶνος ἀριστεροῦ, καὶ δίαιταν ἐφεξῆς ἄφυσόν τε καὶ χρηστὴν διαιτᾶσθαι, µαλάττοντας τὴν γαστέρα, καθ’ ὅσον οἷόν τε διὰ τῶν συνηθῶν. εἰ δὲ µηδὲν ἀνύοι ταῦτα, κλύσµασι χρῆσθαι κατ’ ἀρχὰς µὲν µαλακοῖς, ὕστερον δὲ καὶ δριµυτέροις. χοιρείων δ’ εἴργειν αὐτοὺς κρεῶν καὶ πάντων ὅσα γλίσχρα καὶ βραδύπορα καὶ τῶν ψυχόντων καὶ τῶν ὑγραινόντων ἐδεσµάτων ἁπάντων, οἴνῳ δὲ χρῆσθαι λευκῷ τε καὶ λεπτῷ καὶ συµµέτρως θερµῷ. καὶ πτηνῶν τοῖς εὐχύµοις καὶ οὐχ ἑλείοις· καὶ ἰχθύων τοῖς εὐπέπτοις τε καὶ µαλακοσάρκοις καὶ µηδὲν γλίσχρον ἔχουσι. καὶ ταρίχει δὲ χρῆσθαι καὶ νάπυϊ καὶ δι’ ἡµερῶν τινων τῆς διὰ τριῶν πεπέρεων προσλαµβάνειν ἢ τοῦ διοσπολιτικοῦ φαρµάκου· καὶ εἰ πεπέρεως µόνου σὺν ὕδατι καθ’ ἑκάστην ἡµέραν λαµβάνοιεν, ὀρθῶς ἂν ποιοῖεν. τρίψεων δὲ καὶ περιπάτων καὶ λουτρῶν καὶ τῶν ἄλλων τῶν συνηθῶν µὴ παντελῶς εἴργειν. εἰ δὲ καὶ παντάπασιν ἀπέχεσθαι λουτρῶν δύναιντο, ταῖς τρίψεσιν ἀρκούµενοι µάλιστ’ ἂν ὀνίναιντο. καὶ εἰ βραχὺς εἴη καὶ µὴ πάνυ βίαιος ὁ τεταρταῖος πυρετὸς, ἐν ταῖς µέσαις τῶν ἡµερῶν οὐδὲν χεῖρον ἅπτεσθαι τῶν συνηθῶν γυµνασίων. ταῦτα µὲν δὴ κατὰ τὰς ἀρχὰς καὶ µέχρι τῆς ἀκµῆς πρακτέον. εἰ δ’ ἐν ἀκµῇ µάλιστά που δοκοίη τοῦ νοσήµατος εἶναι ὁ κάµνων, τότε χρὴ διαιτᾷν µὲν λεπτότερον ἢ πρόσθεν τε καὶ ὄπισθεν· εὐθὺς δὲ καὶ ἡσυχάζειν εἰς µακρὸν κελεύειν· καὶ τῶν σπλάγχνων προνοεῖσθαι, καταιονῶντά τε καὶ καταπλάττοντα τοῖς µαλάττειν τε καὶ χαλᾷν δυναµένοις. ἐφεξῆς δὲ τοῖς διουρητικοῖς καλουµένοις χρῆσθαι φαρµάκοις· καὶ εἰ τὰ τῆς πέψεως τοῦ νοσήµατος σηµεῖα φαίνοιτο, καθαίρειν τηνικαῦτα τοῖς τοὺς µέλανας χυµοὺς κενοῦσι φαρµάκοις χρὴ οὐχ ἅπαξ µόνον, ἀλλὰ καὶ πολλάκις, ἢν οὕτως δέῃ. χρῆσθαι δὲ καὶ τοῖς ἀπὸ τῶν σιτίων ἐµέτοις τηνικαῦτα συνεχῶς, καὶ µηδενὸς κωλύοντος ἐλλέβορον λευκὸν διδόναι τὴν πρώτην ἐπιµιγνύντα ῥαφανίσιν· εἰ δὲ µηδὲν ἀνύει καὶ αὐτὸν τὸν ἐλλέβορον. οἷς δ’ ἐµεῖν ἀδύνατον, τούτους σφοδρότερον καθήσαντας κάτω τοῦ διὰ τῶν ἐχιδνῶν φαρµάκου πίνειν διδόναι καὶ τῶν ἄλλων ὅσα πρὸς τοὺς τοιούτους ἐπαινεῖται πυρετούς· ἐν οἷς ἐστι καὶ τὸ σύνηθες ἡµῖν ἁπάντων δοκιµώτατον, ὀποῦ τοῦ Κυρηναϊκοῦ λαµβάνον. ὅσοι δὲ κατ’ ἀρχὰς τῶν τοιούτων τι φαρµάκων ἔδοσαν ἢ ὅλως πρὸ τῆς ἀκµῆς, ἁπλοῦν µὲν ὄντα τὸν τεταρταῖον διπλοῦν πολλάκις ἐποίησαν, ἢ πάντως µείζονά τε καὶ χαλεπώτερον εἰργάσαντο· διπλοῦν δὲ ὄντα τριπλοῦν ἐποίησαν, ἢ πάντως γε τοὺς δύο χαλεπωτέρους τε καὶ µείζονας. οἶδα δέ τινα ἰατρὸν, ὅστις ἐτόλµησεν ὑπὸ τριῶν ἐχοµένῳ τεταρταίων δοῦναι τοῦ διὰ τῶν ἐχιδνῶν φαρµάκου οὔπω τοῦ νοσήµατος ἀκµάζοντος· εἶτα οἷα εἰκὸς αὐξηθέντων ἁπάντων συνεχὴς διαδεξάµενος πυρετὸς ἀπέκτεινε τὸν ἄνθρωπον.

12. ᾿Αµφηµερινὸν δὲ θεραπεύων ὀξυµέλιτί τε χρῶ κατὰ τὰς πρώτας ἡµέρας καὶ τοῖς οὖρα καλῶς προτρέπειν δυναµένοις καὶ τὸ σύµπαν σοι τῆς διαίτης κεφάλαιον τµητικώτερον ἔστω. περὶ δὲ τὴν ἀκµὴν προνοεῖσθαι χρὴ τῆς γαστρὸς, µάλιστα δὲ τοῦ στόµατος αὐτῆς. κᾄπειτ’ ἐµεῖν ἀπό τε ῥαφανίδων καὶ σιτίων κελεύειν καὶ τοῖς φλέγµα κενοῦσιν ὑπηλάτοις χρῆσθαι. τὰ δ’ ἄλλα τῆς διαίτης πρὸς τοὺς κοινοὺς ἀποβλέπων σκοποὺς ἐξευρήσεις. Τοὺς δὲ συνεχεῖς πυρετοὺς, οἷς µὲν ἡ ἀκµὴ τοῦ νοσήµατος οὐ ποῤῥωτέρω τῆς ἑβδόµης ἔσεσθαι µέλλοι καὶ ἔστιν ἡ δύναµις ἰσχυρὰ καὶ τὰ τῆς ἡλικίας ὁµολογεῖ, τούτους µὲν ἀκριβῶς τε πάνυ διαιτᾷν καὶ λεπτῶς. ὅσοις δ’ ἤτοι ποῤῥωτέρω τῆς ἑβδόµης ἡ ἀκµὴ τοῦ ὅλου νοσήµατος ἢ τὰ τῆς δυνάµεως οὐκ εὔρωστα, κατ’ ἀρχὰς µὲν ἁδρότερον, ἐγγὺς δὲ τῆς ἀκµῆς λεπτότερον, ἀκµαζόντων δ’ ἤδη λεπτότατον διαιτᾷν. εἶτ’ αὖθις ἁδροτέραν ἀεὶ καὶ µᾶλλον ὁµοίαν τὴν αὔξησιν ποιούµενον τῇ πρὸ τῆς ἀκµῆς µειώσει. αἵµατος δὲ ἀφαίρεσις διά τε τὸ µέγεθος τοῦ νοσήµατος καὶ οἷς πολὺ πλέον ἔρευθός ἐστι τοῦ κατὰ φύσιν καί τις ὄγκος ἀήθης ὅλου τοῦ σώµατος µετέωροί τε καὶ τεταµέναι φλέβες, τούτων ἀφαιρεῖν, ἢν µή σε τὰ τῆς δυνάµεως ἢ τὰ τῆς ἡλικίας ἤ τι τῶν ἄλλων ὧν κατ’ ἀρχὰς εἶπον ἀπείργει. ὑγραὶ δὲ δίαιται ὅτι τοῖς ὀξέσι πυρετοῖς ἅπασι συµφέρουσιν ὀρθῶς εἴρηται πάλαι. πτισάνης τε οὖν χυλὸν οἷς οὐκ ὀξύνεται διδόναι καὶ µελίκρατον οἷς οὐκ ἐκχολοῦται καὶ τὰ διὰ τοῦ χόνδρου ῥοφήµατα καὶ ἄρτον δι’ ὕδατος, ὅσα τ’ ἄλλα τῆς αὐτῆς ἢ παραπλησίας ἐστὶ δυνάµεως. τοῖς δ’ ἰσχυρῶς θερµοῖς καὶ καυσώδεσιν, ὅταν πρῶτον ἴδῃς τὰ τῆς πέψεως σηµεῖα, θαῤῥῶν ὕδατος ἤδη ψυχροῦ διδόναι πίνειν τῆς δόσεως τὸ πλῆθος, µετρῶν ὥρᾳ τε καὶ χώρᾳ καὶ ἡλικίᾳ καὶ φύσει καὶ ἔθει. τοιαύτη µέν τις ἐν τῷ καθόλου φάναι τῶν ἄνευ συµπτωµάτων πυρετῶν ἐπιµέλεια.

bannerbanner