Читать книгу Сочинения. Том 2 (Гален Клавдий) онлайн бесплатно на Bookz (18-ая страница книги)
bannerbanner
Сочинения. Том 2
Сочинения. Том 2Полная версия
Оценить:
Сочинения. Том 2

3

Полная версия:

Сочинения. Том 2

7. Πάλιν οὖν ἀναµνήσοµαι ἡµᾶς αὐτοὺς, ὡς κᾀν τοῖς ἄλλοις ἅπασιν, ὧν ἐν συνθέσει τὸ τῆς οὐσίας εἶδός ἐστιν, ἐδείχθη τὰ σύµπαντα γένη τέτταρα, τῆς ὅλης οὐσίας αὐτῶν αἴτια, καὶ προσέτι τοῦ κατωρθωµένου τε καὶ διηµαρτηµένου σχήµατος ἐν αὐτοῖς· ἔπειτα δ’, ὅτι καὶ αὐτῶν τῶν ἁπλῶν ἑκάστου µορίων ἀναγκαῖόν ἐστιν ἐπίστασθαι τὴν φύσιν, εἰ καὶ τὴν τούτων τις ἀρετήν τε καὶ κακίαν ἱκανός ἐστι γνωρίζειν, ἐπανορθοῦσθαί τε τὰ παθήµατα. πεπονθυίας γοῦν ἐν οἰκίᾳ κεραµίδος ἢ πλίνθου τινὸς, ὠµῆς ἢ ὀπτῆς, ἐπίστασθαι χρὴ τὸν τεχνίτην, ὅπως τε δηµιουργήσει τοιαύτην ἑτέραν, ὅπως τε τὴν µὲν πεπονθυῖαν ἐξαιρήσῃ, καταθήσεται δ’ εἰς τὸν ἐκείνης τόπον ἑτέραν ἀπαθῆ. τῷ µέντοι γε τὴν περὶ τὸ σῶµα τἀνθρώπου τέχνην συνισταµένῳ πρὸς τοῖς ἄλλοις καὶ ἀναγκαῖον τοῦτο ἔσται, γιγνώσκειν, εἴτε δυνατόν ἐστιν ἀντιτιθέναι τι µόριον, εἴτε ἀδύνατον ἀντ’ ἄλλου τίθεσθαι. σάρκα µὲν ἐκκόψας πεπονθυῖαν, ἑτέραν ἐργάσασθαι δύνασαι. νεῦρον δὲ ἢ σύνδεσµον κόψας, ἕτερον ἀποτελέσαι τοιοῦτο οὐ δυνήσῃ. τῇ µὲν γὰρ ἐξ αἵµατος ἡ γένεσις, τοῖς δὲ ἐκ σπέρµατος. ἔστι δὲ καὶ ὀστοῦν ἕν τι τῶν ἐν τῇ πρώτῃ διαπλάσει συνισταµένων, ἀλλ’ εἰς τὴν χώραν αὐτοῦ καταθεῖναί τι δυνάµεθα παραπλήσιον ὀστῷ. καὶ ταῦτα ἐγὼ µὲν νῦν ἀπεφηνάµην ἐκ προχείρου λαβὼν ἕνεκα παραδείγµατος. ὁ δὲ λόγος αὐτόν γε κελεύει ζητῆσαι τὸν συνιστάµενον τὴν τέχνην, καὶ ἤδη γε τὰς ἀρχὰς τῆς εὑρέσεως ὑπεγραψάµην, ἐπὶ τὴν πρώτην τοῦ ζώου γένεσιν ἀναπέµψας, καὶ συµβουλεύσας ζητῆσαι, τίνα µὲν ἐκ σπέρµατος ἐγένετο, τίνα δ’ ἐκ τροφῆς ἀεὶ γίγνεται. ἔτι δὲ δὴ µᾶλλον ἡ µέθοδος ἀναγκάζει τε καὶ κελεύει ζητεῖν ἡµᾶς. εἴθ’ ἕν ἐστιν ἕκαστον τῶν ὁµοιοµερῶν τε καὶ ἁπλῶν φαινοµένων µορίων, εἴτ’ ἐκ πλειόνων σύγκειται, καὶ τίς ὁ τρόπος αὐτοῖς ἐστι τῇ συνθέσει. εὔδηλον γὰρ, ὡς καὶ ταῦτα τοῖς ὀργανικοῖς ὀνοµαζοµένοις ἀνάλογα, ἔν τε τῇ ποσότητι καὶ διαπλάσει καὶ µεγέθει καὶ θέσει τῶν συνιστάντων αὐτὰ, τήν τ’ ἀρετὴν ἕξει καὶ τὴν κακίαν, εἴπερ ἀνάλογος ὁ τρόπος αὐτῶν ἐστι τῆς γενέσεως. εἰ δ’ οὐχ οὕτως, ἀλλ’, ὡς ἡ τετραφάρµακος ὀνοµαζοµένη, δι’ ὅλων κερασθέντων ἁπάντων ἐγένετο, καθ’ ἕτερον τρόπον ἐξευρήσεις αὐτῶν τὴν ἀρετήν τε καὶ κακίαν, καὶ τὴν νόσον. ὥσπερ, οἶµαι, εἰ µὴ κερασθέντων, ἀλλ’ ἐκ παραθέσεως ἀκριβοῦς ἡ ἕνωσις αὐτῶν ἐστιν, ὁµοίως τῷ κεφαλικῷ τῷ καλουµένῳ φαρµάκῳ ξηρῷ, καὶ οὕτως ἐξεύροις τὴν ἀρετήν τε καὶ κακίαν, καὶ νόσους οἰκείας τῇ γενέσει τοῦ πράγµατος. εἰ δὲ µήτε ἐκ πολλῶν διαφερόντων κατ’ εἶδος, ἀλλ’ ὁµοειδῶν ἁπάντων σύγκειται, καθάπερ εἰ οὕτως ἔτυχεν οἰκία τις ἐξ ὀπτῆς πλίνθου µόνης, ἢ λίθων, ἐν τῇ συνθέσει µόνῃ δηλονότι ἐξευρήσεις τῶν ὁµοιοµερῶν τὴν ἀρετήν τε καὶ κακίαν, καὶ νόσους οἰκείας τῇ γενέσει τοῦ πράγµατος. ὅτι µὲν δὴ τῶν εἰρηµένων ἕν τι τοῖς ὁµοιοµε ρέσιν ὑπάρχει σώµασιν, ὁ λόγος ἡµῖν ὑφηγεῖται. τί δ’ ἐξ αὐτῶν ἐστιν ἀληθὲς, ἀκριβοῦς δεῖται σκέψεως. ὁρῶµέν γέ τοι καὶ τοὺς φιλοσόφους, ἐπὶ τὴν τοιαύτην µὲν ἀφικοµένους ζήτησιν, ὥσπερ καὶ τῶν ἰατρῶν ἐνίους, ἐπιπλέον ἀλλήλων διενεχθέντας. διό µοι καὶ δοκοῦσιν οἱ πλεῖστοι τῶν ἰατρῶν ἀποστῆναι τῆς τοιαύτης ζητήσεως, ἀπογνόντες εὑρήσειν τὸ ζητούµενον. ἔνιοι δ’ οὐ µόνον ὡς ἀδυνάτου τῆς εὑρέσεως ἀπέστησαν, ἀλλὰ καὶ ὡς ἀχρήστου. ὅτι µὲν οὐκ ἄχρηστος, εἰ µέλλοι τις οὐ διὰ πείρας τινος, ἀλλὰ µεθόδῳ συστήσασθαι τὴν τέχνην, ἤδη µοι δοκεῖ πρόδηλον ὑπάρχειν· ὅτι δὲ οὐδ’ ἀδύνατος, ἐφεξῆς σκοπῶµεν, ὀλίγον τι πρότερον ἡµῖν διαλεχθέντες. εἰ γάρ τί µοι πιστεύεις, ὥσπερ οὖν πιστεύεις, ὁρῶν µε οὐδὲν πρὸς δόξαν ἀνθρώπων, ἀλλὰ καὶ πρὸς ἀλήθειαν ἅπαντα πράττοντα, µὴ καταπληττέτω σε τὸ πλῆθος τῶν διαφωνησάντων ἰατρῶν τε καὶ φιλοσόφων. εἰ µὲν γὰρ ἐξ ὧν χρὴ γνῶναι τἀληθὲς, ἅπασιν ὑπῆρξεν, εἶτ’ οὐχ εὗρον, εὔλογον ἦν ἀπογνῶναι τῆς εὑρέσε-ως. εἰ δὲ τινὰ µὲν οὐδ’ ὅλως ἔσχον, ὥσπερ οὖν ὁµολογοῦσι καὶ αὐτοὶ, τινὰ δ’ ἄδηλον εἰ ἔσχον, ἡµεῖς δὲ σύνισµεν αὑτοῖς ἔχουσιν ἅπαντα, θαῤῥούντως χρὴ προσιέναι τῇ ζητήσει. τίνα τοίνυν ἐστὶν, ἃ χρὴ συνελθεῖν, ἵνα ζητῶν ὁτιοῦν τις ἤτοι γνῷ τἀληθὲς, ἢ µὴ γνοὺς οὐκ ἀπογνῷ τῆς εὑρέσεως; ἑπτὰ δηλονότι. πρῶτον µὲν ὀξεῖα φύσις, ὥστε ὅπερ ἂν ἐκδιδάσκηται µάθηµα λογικὸν ἑτοίµως ἕπεσθαι. δεύτερον δὲ ἡ ἐκ τῆς παιδικῆς ἡλικίας ἀγωγή τε καὶ ἄσκησις, ὡς ἐν τοῖς πρώτοις γενέσθαι µαθήµασι. µάλιστα δ’ αὐτὸν ἐν ἀριθµητικῇ τε καὶ γεωµετρίᾳ γυµνάσασθαι δεῖ, καθάπερ καὶ Πλάτων συµβουλεύει. τρίτον ἐπὶ τούτοις ἅπασιν ὑποσχεῖν τὰ ὦτα τοῖς κατὰ τὸν ἑαυτοῦ χρόνον ἀρίστοις εἶναι δοκοῦσιν. εἶτα τέταρτον αὐτὸν εἶναι φιλοπονώτατον, ὡς µηδὲν µήθ’ ἡµέρας, µήτε νυκτὸς ἐκµελετᾷν ἄλλο πλὴν τῶν µαθηµάτων. εἶτα πέµπτον, ὅπερ ὀλιγίστοις ὑπῆρξεν, ἀληθείας ὀρεχθῆναι, καὶ τοῦτο σπουδάσαι µόνον ἐν ἅπαντι τῷ βίῳ, καταφρονήσαντα τῶν ἄλλων ἁπάντων, ἃ τοῖς πολλοῖς διεσπούδασται. πρὸς τούτοις ἕκτον, ἐκµαθεῖν τινα µέθοδον, ᾗ διακρίνεται τὸ ἀληθές τε καὶ τὸ ψεῦδος. οὐ γὰρ δὴ ἀποχρήσει γε µόνον εἰς τὴν εὕρεσιν ὧν ζητοῦµεν ἐπιθυµῆσαι τῆς ἀληθείας, ἀλλὰ χρὴ καὶ δύναµίν τινα τῆς εὑρέσεως πορίσασθαι. ἕβδοµον ἐπὶ τούτοις ἅπασιν, ἀσκῆσαι τὴν µέθοδον, ὡς µὴ γιγνώσκειν µόνον, ἀλλὰ κεχρῆσθαι δύνασθαι. εἰ γὰρ δὴ τοῖς µὲν ῥήτορσιν ἐλάττονα τέχνην µετερχοµένοις οὐχ ἱκανὸν εἶναι δοκεῖ τὸ γνῶναι τὴν µέθοδον, ἀλλ’ ἐν ἅπαντι τῷ βίῳ τὴν ἄσκησιν αὐτῆς µεταχειρίζονται, πολὺ µᾶλλον τοῖς οὕτω µεγάλα ζητοῦσιν οὐκ ἀποχρήσει µόνως ἐκµαθεῖν τὴν µέθοδον. εἰ µὲν οὖν ἕν τι τῶν εἰρηµένων ἐνδέοι τῷ καθηγουµένῳ τῆς ἐπὶ τὴν ἀλήθειαν ὁδοῦ, δίκαιόν ἐστι µὴ πάνυ τι τυχεῖν ἐλπίζειν, ὧν ἐφίεται. εἰ δὲ ἅπαντα ὑπάρχει, τί κωλύει ζητεῖν τὸ ἀληθὲς ἐπ’ ἐλπίσιν ἀγαθαῖς;

8. ᾿Εστὶ µὲν δὴ τὸ προκείµενον, ὥσπερ τοῦ σύµπαντος σώµατος ἐξ ἀνατοµῆς ἐµάθοµεν ἅπαντα τὰ µόρια µέχρι τῶν ἁπλουστάτων, ὡς πρὸς τὴν αἴσθησιν, οὕτω καὶ αὐτὸ τοῦτο ἐξευρεῖν, ὁποῖα τὰ πρὸς τὴν φύσιν ἐστὶ τὰ πρῶτά τε καὶ ἁπλούστατα µόρια. µὴ τοίνυν ἐπὶ πάντων, ἀλλ’ ἐφ’ ἑνὸς, ὡς ἐπὶ παραδείγµατος, ὁ λόγος ἡµῖν γιγνέσθω. τῆς σαρκὸς ἐπισκεπτοµένης, πρῶτον µὲν, εἰ ἕν τι τὴν ἰδέαν ἐστὶ τὸ γεννῆσαν αὐτὴν στοιχεῖον. οὐδὲν γὰρ χεῖρον οὕτως ὀνοµάσαι τὸ πρῶτόν τε καὶ ἁπλούστατον ἐν αὐτῇ µόριον. εἶθ’ ἑξῆς, εἴπερ µὴ φαίνοιτο τοιοῦτον, εἰ πολλά. κᾄπειτα, πόσα γε, καὶ τίνα, καὶ ὅστις ὁ τρόπος αὐτοῖς ἐστι τῆς συνθέσεως. ἐπεὶ τοίνυν ἡ σὰρξ ὀδυνᾶται τεµνοµένη τε καὶ θερµαινοµένη σφοδρῶς, ἀδύνατον ἓν εἶναι τῷ εἴδει τὸ στοιχεῖον, οἷον ᾿Επίκουρος ὑπέθετο τὴν ἄτοµον. ὅτι γὰρ οὐχ ἓν τῷ εἴδει τὸ στοιχεῖόν ἐστι τοιοῦτον, ἐνθένδε δῆλον. οὐδεµία τῶν ἀτόµων αὐτὴ καθ’ ἑαυτὴν οὔτε θερµὴ τὴν φύσιν ἐστὶν, οὔτε ψυχρὰ, οὐ µὴν οὐδὲ λευκή τίς ἐστιν ἐξ αὐτῶν ἢ µέλαινα. καὶ τί διατρίβω, καὶ καταµηκύνω κατακερµατίζων τὸν λόγον; ὅλως γὰρ οὐδεµία ποιότης ἐστὶν αὐτῇ τῇ ἀτόµῳ, ὡς οἱ πατέρες αὐτῶν βούλονται. τῶν γὰρ δὴ τοιούτων ποιοτήτων πᾶσαι δι’ ὅλων φαίνονται διεληλυθέναι τῶν σωµάτων· ὡς ἥ γε κατὰ τὸ σχῆµα ποιότης ὑπάρχει πάσαις αὐταῖς, ὑπάρχει δὲ καὶ ἀντιτυπία, καὶ βάρος. ἀλλ’ εἴτε ποιότητα χρὴ καλεῖν, εἴτε ἄλλο τι τὰ τοιαῦτα, πρός γε τὸ προκείµενον οὐδὲν διαφέρει. πάσαις γὰρ αὐταῖς ὑπάρχει τὰ εἰρηµένα, καὶ οὐ διαφέρουσιν ἀλλήλων εἴδει, καθάπερ αἱ ὁµοιοµέρειαι τοῖς ἐκείνας ὑποτιθεµένοις, ἢ τὰ τέτταρα στοιχεῖα τοῖς τιθεµένοις ταῦτα. φησὶν οὖν ὁ ῾Ιπποκράτης, ἐγὼ δέ φηµι, εἰ ἓν ἦν ἄνθρωπος, οὐδέποτ’ ἂν ἤλγεεν, ὀρθότατα λέγων. τὸ γὰρ ἓν ἀµετάβλητον εἰς ἕτερον, οὐκ ἔχον γε εἰς ὃ µεταβάλοι. τὸ δὲ ἀµετάβλητον ἀναλλοίωτον καὶ ἀπαθὲς, τὸ δὲ ἀπαθὲς ἀνώδυνον. γίγνεται τοίνυν ἐκ τῶν εἰρηµένων προτάσεων συµπέρασµα, τὸ ἓν ἀπαθὲς ὑπάρχειν ἐφ’ ᾧ πάλιν ἕτερος ἐρωτηθήσεται λόγος τοιόσδε. εἰ ἓν ἦν τῷ εἴδει τὸ στοιχεῖον, οὐδὲν ἐν τοῖς πᾶσιν οὐδέποτε ὀδυνήσεται· ἀλλὰ µὴν ὀδυνᾶται· οὐκ ἄρα ἕν ἐστι τὸ στοιχεῖον. ἐπεὶ δ’ ὑπέκειτο περὶ σαρκὸς ποιεῖσθαι τὸν λόγον, ἐπ’ ἐκείνης ἐξεταζέσθω. εἰ ἓν ἦν τῷ εἴδει τὸ τῆς σαρκὸς στοιχεῖον, οὐδέποτε ἡ σὰρξ ὀδυνήσεται· ἀλλὰ µὴν ὀδυνᾶται· οὐκ ἄρα ἕν ἐστι τῷ εἴδει τὸ τῆς σαρκὸς στοιχεῖον. ὁ δ’ αὐτὸςλόγος καὶ καθ’ ἕτερον ἐρωτηθήσεται τρόπον.εἰ ἀπαθές ἐστι τὸ τῆς σαρκὸς στοιχεῖον, οὐκ ὀδυνηθήσεται· ἀλλὰ µὴν ὀδυνᾶται· οὐκ ἄρα ἐστὶν ἀπαθές. εἰ δὲ καὶ πλείω λέγοι τις εἶναι τὰ στοιχεῖα, µὴ µέντοι γε ἀλλοιούµενα, καὶ ἐπ’ ἐκείνων ὁ αὐτὸς λόγος ἐρωτηθήσεται κατὰ τὸν αὐτὸν τρόπον. εἰ ἀπαθῆ τῆς σαρκός ἐστι τὰ στοιχεῖα, οὐκ ἀλγήσει· ἀλλὰ µὴν ἀλγεῖ· οὐκ ἄρα ἐστὶν ἀπαθῆ τὰ τῆς σαρκὸς στοιχεῖα. ὁ µὲν οὖν πρότερος λόγος ἀνατρέπει τήν τε τῶν ἀτόµων, καὶ τὴν τῶν ἀνόρµων, καὶ τὴν τῶν ἐλαχίστων ὑπόθεσιν. κατὰ δὲ τὸν δεύτερον ἥ τε τῶν ὁµοιοµερειῶν ἀναιρεῖται δόξα, καὶ ἡ ᾿Εµπεδοκλέους. καὶ γὰρ οὗτος ἐκ τῶν τεσσάρων στοιχείων βούλεται συνίστασθαι τὰ σώµατα, µὴ µεταβαλλόντων εἰς ἄλληλα. πρόσεχε νοῦν ἤδη τῷ λόγῳ, ὡς θᾶττον ἐλπίδος ἐξεῦρε τὸ µέγιστον µέρος ὧν ἐζήτεις. οὐκ ἀπαθῆ γὰρ ἀπέδειξεν εἶναι δεῖν τὰ στοιχεῖα τῆς σαρκός. οὔκουν ἔτι κα θέξουσι τὸ προκείµενον κατὰ τὸν λόγον ἐν τῇ συνθέσει τῶν ἀπαθῶν ἐκείνων σωµάτων, ἃ δὴ στοιχεῖα τῆς τῶν ὄντων ἁπάντων φύσεως ὑποτίθενται, τὰς ὀδύνας γεννᾶσθαι φάσκοντες. ἀπαθὲς γὰρ ὀδυνώµενον οὔθ’ ἡ διάνοια παραδέχεται, καὶ πολὺ δὴ µᾶλλον οὐδὲν τῶν αἰσθητῶν µαρτυρεῖ. τοὺς γοῦν δακτύλους εἰ συµπλέξῃς ἀλλήλοις, εἶτ’ αὖθις ἀποχωρίζοις, οὔθ’ ἡ σύνοδος, οὔθ’ ὁ διαχωρισµὸς ὀδύνην ἐργάσεται. τὸ µὲν γὰρ ὀδυνᾶσθαι σὺν τῷ πάσχειν ἐστίν. πάσχει δὲ οὐδὲν τὸ ψαῦον, ἐπειδήπερ ἐν δυοῖν τούτοιν ἐστὶ τὸ πάσχειν, ἀλλοιώσει τε τῇ δι’ ὅλων καὶ λύσει τῆς συνεχείας. ὁπότ’ οὖν οὐδ’ ἐν τοῖς παθητικοῖς ἐναργῶς σώµασιν οὔθ’ ἡ σύνοδος, οὔθ’ ἡ ἄφοδος ὀδύνην ἐργάζεται, σχολῇ γε ἂν ἐν τοῖς ἀπαθέσιν ἐργάσαιτο. οὐ µὴν οὐδὲ τὸ ἄναρµον τὸ ᾿Ασκληπιάδου θραυστὸν ὂν ὀδυνήσεται θραυόµενον, ἀναίσθητον γάρ ἐστιν. ὥστε οὐδὲ τούτῳ πλέον ὀδύνης ἔσται ἐξ ὧν πάσχει, τῆς αἰσθήσεως ἀπούσης, ὥσπερ ὀστῷ καὶ χόνδρῳ, καὶ πιµελῇ, καὶ συνδέσµῳ, καὶ θριξί. καὶ γὰρ ταῦτα πάντα πάσχει µὲν, οὐκ ὀδυνᾶται δὲ, διότι µηδὲ αἰσθάνεται. χρὴ τοίνυν τὸ µέλλον ὀδυνήσεσθαι παθητὸν εἶναι καὶ αἰσθητόν. οὐ µὴν ἐξ αἰσθητικῶν γε τῶν πρώτων ἀναγκαῖον εἶναι τὸ αἰσθητικὸν, ἀλλ’ ἀρκεῖ τὸ παθητικὸν µόνον. αἰσθητικὸν γὰρ δύναται γενέσθαι ποτὲ, µεταβάλλον τε καὶ ἀλλοιούµενον. ἐπεὶ δ’ ἀπείρους ἐγχωρεῖ τὸ πλῆθος γενέσθαι τὰς ἐκ τῶν στοιχείων ἀλλοιώσεις τε καὶ κράσεις, ἄπειροι τῶν κατὰ µέρος σωµάτων αἱ ἰδιότητες συστήσονται, καθ’ ἃς οὐδὲν ἄτοπον ἀναίσθητα γενέσθαι πολλὰ, καὶ τῶν αἰσθανοµένων τὸ µὲν µᾶλλον αἰσθάνεσθαι, τὸ δ’ ἧττον. ὅτι µὲν οὖν ἀναγκαῖόν ἐστι καὶ πλείω τοῦ ἑνὸς εἶναι τὰ στοιχεῖα, καὶ ἀλλοιοῦσθαι φύσιν ἔχοντα, δεδήλωται σαφῶς, τοῖς γε, ὡς ὀλίγον ἔµπροσθεν εἴρηται, τὴν παρασκευὴν ἔχουσιν ἅπασαν, ἐξ ὧν ἄν τις ἐπιστηµονικὸς γένοιτο. τοὺς δ’ εἰς τοσοῦτον ἥκοντας ἀναισθησίας, ὡς µηδ’, εἴ τίς ἐστιν ἀποδεικτικὴ µέθοδος, ζητῆσαι πρότερον ἐθέλειν, ἢ παρ’ ἄλλου µαθεῖν, ἢ ἀσκηθῆναι, τούτους οὐδὲ κοινω νοὺς τοῦ λόγου ποιητέον. οὐ γὰρ ἐρίζοντες ἄλλοις, ἢ νικᾷν ἐθέλοντες, ἀλλὰ τὴν ἀλήθειαν αὐτὴν εὑρεῖν σπουδάζοντες, ἐπὶ τόνδε τὸν λόγον ἀφικόµεθα. τῷ γὰρ βουλοµένῳ καὶ τὰς ἀπαιδεύτους ὑπολήψεις αὐτῶν ἐξελέγχειν ἴδιον γέγραπται βιβλίον, ἐν ᾧ περὶ τῶν καθ’ ῾Ιπποκράτην στοιχείων ἐπισκεπτόµεθα.

9. Πάλιν οὖν ἐπανελθόντες ἐπὶ τὸ προκείµενον, ἐπιθῶµεν αὐτῷ τέλος. ἐπειδὴ τὸ στοιχεῖον ἀλλοιωτόν ἐστι δι’ ὅλου, πόσα τὰ πάντ’ ἐστὶ στοιχεῖα, διέλθωµεν ἑξῆς, ἀρχὴν κᾀνταῦθα τῶν λόγων τῶν ἐναργῶς τι φαινοµένων ποιησάµενοι. τοῖς ἀλλοιοῦσιν ὁτιοῦν ἀναγκαῖον καὶ ἁψαµένοις ὧν πρῶτον ἀλλοιῶσι, ποιήσασθαι τὴν µεταβολὴν, ὥσπερ ἡ αἴσθησις διδάσκει, καὶ αὐτὴ τῶν πραγµάτων ἡ φύσις ἐνδείκνυται. παρὰ γὰρ τὴν ἔννοιάν ἐστιν ὑπὸ τῆς ἐνταῦθα φλογὸς ἀλλοιοῦσθαί τι τῶν ἐν Αἰγύπτῳ. καὶ µὴν εἰ ἁψάµενον ἀλλοιοῖ τὸ µεταβάλλον, ἀναγκαῖον αὐτῷ κατά τινας τῶν ἁπτῶν ποιότητας ἐνεργῆσαι. τί οὖν τὸ κωλῦον ἐστὶν ἐπισκέψασθαι πάσας αὐτάς; ὀξὺ µὲν οὖν τέµνει τὸ πλησιάζον, ἀλλ’ οὐκ ἀλλοιοῖ τὴν οὐσίαν αὐτοῦ, καθάπερ οὐδὲ τὸ βάρος, ἀλλὰ θλᾷ µὲν καὶ τοῦτο, δι’ ὅλου δ’ οὐκ ἐργάζεται τῆς πασχούσης οὐσίας τὴν µεταβολήν. οὐ µὴν οὐδὲ σκληρότης οὕτω ἀλλοιῶσαι δύναται τὸ πλησιάζον, ὡς εἰς ἕτερον εἶδος µεταστῆσαι. θερµότης µέντοι καὶ ψυχρότης ὅλην ἀλλοιῶσαι δύναται τὴν πλησιάζουσαν οὐσίαν. ὡσαύτως δὲ ὑγρότης καὶ ξηρότης, εἰ καὶ µὴ διὰ τάχους ὁµοίως ταῖς εἰρηµέναις, ἀλλ’ ἐν χρόνῳ γε καὶ αὗται µεταλλάττουσι τὰ ὑποκείµενα. ἆρ’ οὖν καὶ ἑτέραν τινὰ ἔχοµεν ἀλλοιοῦν δυναµένην; ἢ τὸ σύµπαν πλῆθος ἐν ταύταις ἐστί; καὶ µόνας ὀνοµάζεσθαί τε καὶ νοµίζεσθαι προσήκει τὰς εἰρηµένας ποιότητας δραστικὰς, καὶ µάλιστ’ ἐν αὐταῖς τὴν πρώτην ἀντίθεσιν, καὶ κατ’ αὐτὴν µᾶλλον τὴν θερµότητα, δραστικωτάτη γὰρ αὕτη τῶν ποιοτήτων ἐστίν. ἑξῆς δ’ αὐτῆς ψυχρότης, εἶθ’ ὑγρότης, καὶ ξηρότης. ἄλλη δὲ οὐδὲ µία ποιότης ἀλλοιοῖ τὰ πλησιάζοντα δι’ ὅλων αὐτῶν. εἰ γάρ τι διασπᾷ, καὶ θλᾷ, καὶ τέµνει, καὶ νύττει, δρᾷ µέντοι καὶ τοῦτο, δι’ ὅλου δὲ οὐκ ἐκτείνει τοῦ πάσχοντος τὴν ἀλλοίωσιν, ὅθεν οὐδ’ εἰς ἕτερον εἶδος οὐσίας αὐτὸ µεθίστησιν, ἀλλ’ εἰς πλείστας διαιρεῖ. τὴν γοῦν χιόνα διαιρῶν µὲν εἰς ἐλάχιστα µόρια, φυλάξεις χιόνα, θερµῄνας δὲ παύσεις τοῦ εἶναι χιόνα. καὶ γὰρ καὶ ἡ γένεσις ἐξ ὕδατος αὐτοῦ ψυχθέντος, οὐκ εἰς ἓν ἀθροισθέντος. αὔξησις µὲν γὰρ οὐσίας τοῦτο, γένεσις δὲ ἐκεῖνο. καὶ δὴ καὶ τῶν ἐναντίων, ἡ µὲν εἰς σµικρὰ διαίρεσις, µείωσις τῆς οὐσίας ἐστὶν, ἡ δὲ θέρµανσις, ἑτέρας οὐσίας ἐστὶ γένεσις, ὅταν ἀλλοιώσῃ τὸ προϋπάρχον εἶδος. ὅσα τοίνυν σώµατα πρῶτον τὰς τοιαύτας ἔχει ποιότητας, ἐκεῖνα στοιχεῖα τῶν ἄλλων ἁπάντων ἐστὶ, καὶ τῆς σαρκός. ἔστι δὲ ταῦτα γῆ, καὶ ὕδωρ, καὶ ἀὴρ, καὶ πῦρ, ἅπερ ἅπαντες οἱ µὴ φεύγοντες ἀπόδειξιν φιλόσοφοι στοιχεῖα τῶν γεννωµένων τε καὶ φθειροµένων ἔφασαν εἶναι. καὶ µεταβάλλειν εἰς ἄλληλά φασιν αὐτὰ, καὶ εἶναί τι κοινὸν ἅπασιν ὑποκείµενον. ἀλλ’ οὐ περὶ τούτων ὁ λόγος· ὅτι δὲ οὐ χρὴ δυσωπεῖσθαι τὸ πλῆθος τῶν ἁµαρτανόντων τῆς ἀληθείας, ἀλλ’ εἰ µὲν ἔχει τις ἀπόδειξιν, ἐκείνῃ πιστεύειν. εἰ δὲ οὐκ οἶδεν ὅλως οὐσίαν ἀποδείξεως, ὥσπερ ἔνιοι τῶν φιλοσοφεῖν φασκόντων ὁµολογοῦσι, µὴ τολµᾶν ἀποφαίνεσθαι πάντως. παραπλήσιον γὰρ τοῦτό γε τῷ βούλεσθαι µαθεῖν, ὅπως χρὴ προγιγνώσκειν ἔκλειψιν ἡλίου, πρὶν ἐπ’ ἀριθµῶν καὶ γραµµῶν γυµνάσασθαι. φευκτέον οὖν σοι τοιούτους ἀνθρώπους, ὥσπερ τὰ βάραθρα· συγκατασπῶσι γὰρ αὑτοῖς ἐνίοτε τοὺς πλησιάζοντας, ἢ πάντως γε ῥυπαίνουσι, εἰ µή τις ἱκανῶς εἴη γεγυµνασµένος ἐν θεωρίᾳ λογικῇ. ταύτῃ τοι καὶ ἀσκητέον ἡµῖν οὕτως, ὡς οὐδὲν ἕτερον, ἐκείνην τὴν θεωρίαν. ἀλλὰ τοῦτο µὲν οἶδ’ ὅτι πάρεργον.

10. ᾿Επὶ δὲ τὸ προκείµενον ἐπανίωµεν. ἐκ τῶν τεσσάρων στοιχείων ἀλλήλοις κεραννυµένων ἓν ὁµοιοµερὲς γίγνεται σῶµα, κατὰ τὸ τῆς κράσεως ποιὸν, ἤτοι γε αἰσθητικὸν, ἢ ἀναίσθητον. ὡσαύτως δὲ καὶ κατὰ µέρος ἐν ἑκατέρῳ τῷ γένει διαφοραὶ πᾶσαι τῇ τῆς κράσεως ἕπονται διαφορᾷ. κατὰ γοῦν τὴν ταύτης ἰδιότητα τὸ µὲν γίγνεται ὀστοῦν, τὸ δὲ σὰρξ, τὸ δὲ ἀρτηρία, τὸ δὲ νεῦρον. ἀλλὰ καὶ ἡ καθέκαστον αὐτῶν ἰδιότης ἐν τῇ τῆς κράσεώς ἐστιν ἰδιότητι. ξηροτέρα µὲν γὰρ καὶ θερµοτέρα σὰρξ ἡ τοῦ λέοντος· ὑγροτέρα δὲ καὶ ψυχροτέρα τοῦ προβάτου· µέση δ’ ἀµφοῖν ἡ τοῦ ἀνθρώπου. καὶ αὐτῶν δὲ τῶν ἀνθρώπων ἡ µὲν τοῦ Δίωνος, εἰ οὕτως ἔτυχε, θερµοτέρα, ψυχροτέρα δ’ ἡ τοῦ Φίλωνος. ὥστε γίγνεσθαι τὰς διαφορὰς τῶν ὁµοιοµερῶν σωµάτων ἁπλᾶς µὲν, ὅσα πέρ ἐστι τὰ στοιχεῖα, θερµοτέρας, καὶ ψυχροτέρας, καὶ ὑγροτέρας, καὶ ξηροτέρας· συνθέτους δ’ ἄλλας τέτταρας, ὑγροτέρας τε ἅµα καὶ ψυχροτέρας, θερµοτέρας τε καὶ ὑγροτέρας· ἄλλην τέ τινα τρίτην ξηροτέραν τε ἅµα καὶ θερµοτέραν· ἐφ’ ᾗ τετάρτην ψυχροτέραν τε ἅµα καὶ ξηροτέραν· ἐφ’ αἷς πρώτην ἁπασῶν εἶναι τὴν εὐκρατοτάτην. ἀλλὰ περὶ µὲν τούτων ὁ λόγος ἱκανὸς ἐξείργασται σύµπας ἐν τοῖς περὶ κράσεων. ὁ δὲ νῦν ἐνεστὼς, ἐπειδὴ τῶν ὁµοιοµερῶν τὴν ἀρετήν τε καὶ τὴν κακίαν ἐξεῦρεν ἐν τῇ συµµετρίᾳ τε καὶ ἀµετρίᾳ τῶν στοιχείων, ἑξῆς ζητήσει διορίσαι τῆς κακίας αὐτῶν τὴν νόσον. ὁ διορισµὸς δὲ ἀπὸ τῆς ἐννοίας ἑκατέρων τῶν πραγµάτων, ὡς ἐν τῷ περὶ ἀποδείξεως ἐδείκνυτο, τὴν πρώτην ἀρχὴν ἕξει. τίς οὖν ὑγιαινούσης κατασκευῆς τοῦ σώµατος ἔννοια, καὶ τίς ἤδη νοσούσης; ἡ µὲν οὖν ὑγιαίνουσα κατασκευὴ τοῦ σώµατος ἀβλαβεῖς ἔχει τὰς κατὰ φύσιν ἐνεργείας· ἡ δὲ νοσοῦσα βεβλαµµένας. ὥστ’, ἐπειδάν τις ὑγιαίνων ἀσθενεστέρας µὲν ὑγιαίνοντος ἑτέρου τὰς ἐνεργείας ἔχῃ, µηδέπω δ’ ἤδη βεβλαµµένας, δυσκρατότερος µέν ἐστι, νοσεῖ δ’ οὐδέπω. µία µὲν οὖν ἡ εὐκρατοτάτη τῶν ἕξεών ἐστι τῶν ὑγιεινῶν, ὀκτὼ δὲ δύσκρατοι. νόσος δὲ εὔκρατος µὲν οὐδεµία, δύσκρατοι δὲ σύµπασαι, τοσαῦται τὸν ἀριθµὸν, ὅσαι περ αἱ ὑγιειναὶ δυσκρασίαι. εἰ δ’ οὐκ ἀρέσκει τινὶ τῶν ὑγιαινόντων τοὺς µὲν εὐκράτους τίθεσθαι, τοὺς δὲ δυσκράτους, οὗτος ἀναγκασθήσεται δυοῖν δογµάτων ἑλέσθαι θάτερον, ἢ διαπαντὸς ἅπαντας νοσεῖν, ἢ µίαν ἁπάντων εἶναι κρᾶσιν ἀνδρῶν καὶ γυναικῶν, ἀκµαζόντων, γερόντων, παίδων, ἀθλητῶν, ἰδιωτῶν, ἐργατῶν, ἀργῶν, ἰσχυρῶν, ἀσθενῶν, ἀλλ’ ἑκάτερον ἄτοπον. ἀναγκαῖον οὖν τρίτον εἶναί τι πλάτος ὑγείας, ὡς παµπόλλας ἐν αὐτῷ περιέχεσθαι διαφορὰς τῶν ὑγιαινόντων σωµάτων, ἐν τῷ µᾶλλόν τε καὶ ἧττον. οὕτω δὲ κᾀν τοῖς ἄλλοις ἅπασιν ἔχει. καὶ γὰρ οἰκία, καὶ ναῦς, καὶ σκίµπους, καὶ κιβωτὸς, ἱµάτιόν τε, καὶ ὑπόδηµα, καὶ δίφρος, ἤτοι βέλτιόν ἐστιν, ἢ χεῖρον τῇ κατασκευῇ, πρὶν νοσεῖν. καὶ τρεῖς ταύτας ὑποθετέον ἡµῖν ἐστι κατασκευὰς σώµατος ἅπασι τοῖς οὖσι, τὴν ἀρίστην, τὴν φαύλην, τὴν νοσοῦσαν. ἀλλ’ ἡ µὲν ἀρίστη µία, τὸ χεῖρον γὰρ οὐκ ἐγγίγνεται τῷ τελεωτάτῳ· τῶν δὲ ἄλλων ἀµφοῖν οὐκ εὐαρίθµητον µὲν τὸ πλῆθος, αἱ διαφοραὶ δ’ ἐν τῷ µᾶλλόν τε καὶ ἧττον.

11. Οπότ’ οὖν ἐν τῷδε τῷ λόγῳ γεγόναµεν, ἐπιστήσαντες αὐτὸν ἀναλάβωµεν ἐν κεφαλαίοις τὰ εἰρηµένα. γνωσόµεθα γὰρ οὕτως, ὁπόσον τε τοῦ ζητουµένου τὸ εὑρηµένον ἤδη, καὶ ὁπόσον ἔτι τὸ ὑπολειπόµενόν ἐστι. προὔκειτο µὲν ἡµῖν συστήσασθαι τέχνην ὑγείας ποιητικὴν, ἀλλ’ οὐχ οὕτως, ὡς ἡ οἰκοδοµικὴ τῆς οἰκίας δηµιουργική ἐστιν, ἀλλ’ ὡς τοῦ διαφθειροµένου µέρους αὐτῆς ἐπανορθωτική. καὶ οὐδ’ ἐνταῦθα πάντη τὸν αὐτὸν τρόπον, ἀλλ’ αὐτὸ δὴ τοῦτο τὸ ζητούµενον ἦν ἐξευρεῖν, ἄχρι πόσου παραπλησίως οἰκοδόµῳ τὰ σφάλµατα τοῦ σώµατος ἐπανορθοῦσθαι δυνατός ἐστιν ὁ τὴν ὑγιαστικὴν τέχνην µεταχειριζόµενος. ἐπεὶ δ’ ἀναγκαῖον εἰς ἅπαντα τὰ τοιαῦτα προεγνῶσθαι τὴν φύσιν τοῦ σώµατος, οὗ τὰ σφάλµατα µέλλει θεραπεύειν ἡ τέχνη, διὰ τοῦτ’ αὐτὸ ἐζητήσαµεν. εὑρόντες δ’, ὡς ἐνέργειαί τε καὶ κατασκευαὶ µορίων εἰσὶ κατὰ φύσιν, ὧν ἀντιποιεῖσθαι χρὴ παντὶ τρόπῳ τῆς φυλακῆς τε καὶ τῆς ἐπανορθώσεως, ἐπειδὰν πάσχοιεν, ἐκ πόσων συµπληροῦται τὸ κατὰ φύσιν, ἐζητήσαµεν. εὑρόντες δ’, ὡς τοῖς ὀργανικοῖς µορίοις ἐκ συνθέσεώς ἐστι τῶν ἐν αὐτοῖς ἁπλῶν ἡ οὐσία, τοῖς δ’ ἁπλοῖς ἐκ τῶν τεσσάρων στοιχείων, ἐφεξῆς καὶ περὶ τῶν καθ’ ἑκάτερα νοσηµάτων σκεψόµεθα. καὶ σχεδὸν ἡµῖν ὁ λόγος ἤδη τὴν γνῶσιν τῶν ὑγιεινῶν τε καὶ νοσωδῶν σωµάτων ἐξεύρηκεν, οὐδὲ ταύτην ἅπασαν, ἀλλ’ εἶδός τι µόνον αὐτῆς, καὶ οἷον παράδειγµα. τὴν δὲ σύµπασαν οὐσίαν τῆς τῶν ὑγιεινῶν τε καὶ νοσωδῶν σωµάτων ἐπιστήµης ἕξοµεν, ἐπειδὰν ταῖς ὕλαις ἐµβιβάσωµεν τὰ εἴδη. χρὴ γὰρ οὐ µόνον, ὅτι θερµοῦ, καὶ ψυχροῦ, καὶ ξηροῦ, καὶ ὑγροῦ κερασθέντων ἕκαστόν τι γίγνεται µόριον, ἐγνωκέναι τὸν ἰατρὸν, ἀλλὰ καὶ κατ’ εἶδος ἐπελθόντα, τίς µὲν ἡ τῶν ὀστῶν ἐστι κρᾶσις, ὁποία δ’ ἡ τῶν σαρκῶν τε, καὶ νεύρων, καὶ φλεβῶν, ἑκάστου τε τῶν ἄλλων τῶν ἁπλῶν. ὡσαύτως δὲ καὶ τῶν ὀργανικῶν, ἥτις ἑκάστου µορίου σύνθεσις, οἷον χειρὸς, σκέλους, ἥπατος, θώρακος, πνεύµονος, καρδίας, ἐγκεφάλου. κατὰ δὲ τὸν αὐτὸν τρόπον οὐχ ἁπλῶς τὰ γένη τε καὶ τὰς διαφορὰς τῶν νοσηµάτων αὔταρκές ἐστι γιγνώσκειν, ἀλλὰ καὶ καθ’ ἕκαστον µόριον, ὅπως γίγνεται ταῦτα. τοῦτο γὰρ ποιήσαντες ἐπιστήµην ἂν ἔχοιµεν ὑγιεινοῦ τε καὶ νοσεροῦ σώµατος, οὐ κατὰ τὸ εἶδος µόνον, ἀλλὰ καὶ καθ’ ὅλην τὴν οὐσίαν, ἥτις ἐκ συναµφοτέρων ἐδείχθη συνίστασθαι, τοῦ τε εἴδους καὶ τῆς ὑποδεχοµένης ὕλης αὐτό. κατάλοιπον δ’ ἐστὶ διελθεῖν, ὅπως ἄν τις ἐξιάσαιτο τά τε νοσήµατα καὶ φυλάττοιτο τὴν ὑγείαν, ἅπερ ἐπιπλεῖστον µὲν ἐν δύο πραγµατείαις διερχόµεθα, τῇ τε τῆς θεραπευτικῆς µεθόδου, καὶ τῇ τῶν ὑγιεινῶν. ἐνταῦθα δ’, ὅσον ὑποδεῖξαι τὴν µέθοδον, αὐτῶν ἀρκεῖ µνηµονεῦσαι.

12. ῾Η µὲν οὖν θεραπευτικὴ µέθοδος ἐκ τῆς τῶν ὑγιαινόντων τε καὶ νοσούντων σωµάτων ἄρχεται διαθέσεως. ἐπειδὴ γὰρ τὸ µὲν ὑγιαῖνον καθ’ ὑπερβολὴν, ἄν θ’ ὁµοιοµερὲς, ἄν τ’ ὀργανικὸν ᾖ, σύµµετρον πάντα ἐστὶν, ἄµετρον δὲ τὸ νοσοῦν, ἐπισκεπτέον αὐτοῦ τὴν ἀµετρίαν, ἥτις ποτ’ ἐστίν. ἀνάγκη γὰρ εἶναι τὴν ἑτέραν ἐναντίαν αὐτῇ ἀµετρίαν. κατὰ µὲν τὰς τῶν ὁµοιοµερῶν καὶ ἁπλῶν σωµάτων διαθέσεις ποιότητα, κατὰ δὲ τὰς τῶν ὀργανικῶν, εἰ µὲν εἴη κατὰ µέγεθος ἡ ἀµετρία τοῦ νοσήµατος, ἕτερον ἐναντίον µέγεθος· εἰ δὲ κατὰ διάπλασιν, ἑτέραν ἐναντίαν διάπλασιν· οὕτω καὶ εἰ κατὰ θέσιν ἢ ἀριθµόν. ἐπὶ πάντων οὖν ἡ εἰς τὸ σύµµετρον ἐπάνοδος ἐκ τῆς ἀµετρίας ὑπὸ τῆς ἐναντίας ἀµετρίας ἔσται. χρὴ γὰρ οἷον ὁδόν τινα βαδίσαι τὸ παρὰ φύσιν ἔχον ἐν τῷ πρὸς τὴν φύσιν ἐπανέρχεσθαι, τὴν αὐτὴν µὲν, ἀλλ’ ἔµπαλιν ὁδοιπορῆσαν. εἰ δ’ ἔµπαλιν ἔρχεσθαι µέλλοι, διὰ τῶν ἐναντίων ἀφίξεται τῇ παρούσῃ διαθέσει. καὶ οὗτος ἂν εἴη κοινότατός τε καὶ γενικώτατος σκοπὸς ἁπάσης τῆς ἰάσεως τῶν νοσηµάτων, τὸ ἐναντίον, ὥς που καὶ πρὸς ῾Ιπποκράτους εἴρηται, τὰ ἐναντία τῶν ἐναντίων ἰάµατα. κατὰ µέρος δὲ τὰ κατὰ µέρος ἐναντία, τῷ µὲν θερµῷ νοσήµατι τὸ ψυχρὸν, τῷ δὲ ψυχρῷ τὸ θερµόν. ὡσαύτως δὲ καὶ τῷ µὲν ξηρῷ τὸ ὑγραῖνον, τῷ δὲ ὑγρῷ τὸ ξηραῖνον. οὕτω µὲν ἐπὶ τῶν ὁµοιοµερῶν. ἐπὶ δὲ τῶν ὀργανικῶν, καθ’ ἕκαστον τῶν εἰρηµένων αὐτοῖς γενῶν τεττάρων, τῆς νοσώδους ἀµετρίας τὴν ἐναντίαν χρὴ ἀντεισάγειν, ἄχρις ἂν ἐπὶ τὸ σύµµετρον καὶ κατὰ φύσιν ἔλθωµεν. οἷον εἰ ἐπετράφη τινὶ ἕλκει σὰρξ πλείων τοῦ κατὰ φύσιν, οὐ τὸ σαρκοῦν, οὐδὲ τὸ ἀνατρέφον, ἀλλὰ τὸ καθαιροῦν τε, καὶ ἀφαιροῦν, καὶ διαβιβρῶσκον, καὶ διαφθεῖρον ἁρµόττει προσφέρειν· ὥσπερ, εἰ καὶ κοῖλον ἕλκος ἔν τινι γένοιτο µέρει, σαρκωτικὸν προσφέρειν ἐκείνῳ. ἑκατέρου δ’ εἰς τοσοῦτον ἡ χρῆσις, ὡς παύσασθαι τό τε πρῶτον, ὅταν εἰς τὸ σύµµετρον ἀφίκηται, πρὶν ὑπερβῆναι πρὸς τὸ ἐναντίον. καὶ γὰρ τὸ ὑπερσαρκοῦν καθαιρῶν, εἰ µὴ σταίης ἐν τῷ συµµέτρῳ, κοῖλον ἀποδείξεις τὸ µέρος· ἀνατρέφων τε τὸ κοῖλον εἰ µὴ σταίης, κᾀνταῦθα παύσαιο κατὰ τὸ σύµµετρον, ὑπερσαρκοῦν ἐργάσῃ. κατὰ µὲν δὴ τὸ γένος τοῦτο τῶν νοσηµάτων, ἐν ᾧ τὰ µόρια πρὸς τὸ µεῖζόν τε καὶ τοὔλαττον ἐκτρέπεται, τὴν ἐπανόρθωσιν, ὡς εἴρηται, διὰ τῶν ἐναντίων ἐστὶ ποιητέον. καθ’ ἕτερον δὲ γένος, ἐν ᾧ τῆς διαπλάσεως ἐξίσταται τῆς κατὰ φύσιν, ἐπειδὴ πλείους εἰσὶν αἱ κατὰ µέρος διαφοραὶ, καθ’ ἑκάστην αὐτῶν ἐξευρίσκειν τὸ ἐναντίον. οἷον εἴ τι µόριον ἑαυτοῦ κυρτότερον ἐγένετο, πρὸς τοὐναντίον ἀπάγειν αὐτὸ θλίβοντα καὶ ὠθοῦντα. τὰ δ’ εἴσω θλιβέντα καὶ οἱονεὶ σιµωθέντα πρὸς τὸ ἐκτὸς ἐπανάγειν, ὥσπερ τὴν ῥῖνα. τὰ δ’ ἀντὶ τραχέων λεῖα γενόµενα τραχύνειν, ὥσπερ γε καὶ ὅσα τραχέα λειαίνειν. οὕτω δὲ καὶ ὅσα τὰς κοιλότητας, ἢ τοὺς πόρους, ἢ ὅλως τὰς διατρή σεις ἤτοι µείζους, ἢ ἐλάττους ἔσχεν, ἢ κενωτέρας τοῦ δέοντος, ἢ µεστοτέρας, ἢ συµπεφραγµένας ὑπὸ παχέων τε καὶ γλίσχρων ὑγρῶν, καὶ ταῦτα πρὸς τοὐναντίον ἀπάγειν, µέχρις ἂν ἐπὶ τὸ σύµµετρον ἀφίκηται. καὶ µὲν δὴ καὶ ὅσα κατὰ τὴν θέσιν ἐξέστη τοῦ κατὰ φύσιν, ἐπανάγειν αὐτὰ πρὸς τὴν ἐξ ἀρχῆς φύσιν, ἔµπαλιν ἀπάγοντα· τὸ µὲν εἰς τὸ πρόσω χωρῆσαν ὀπίσω, τὸ δ’ εἰς τὴν ὀπίσω χώραν µεταστὰν ἀνθέλκοντα πρόσω. καὶ κατὰ τὰς ἄλλας ἀντιθέσεις δύο, τήν τε ἄνω καὶ τὴν κάτω, καὶ τὴν ἔνθα καὶ ἔνθα, κατὰ τὸν αὐτὸν τρόπον. εἰ δὲ, τοῦ κατὰ φύσιν ἀριθµοῦ τῶν µορίων διαφθαρέντος, εἰς νόσον ἐµπίπτει τὸ σύµπαν ὄργανον, εἰδέναι µὲν δήπου κᾀνταῦθα χρὴ, τὸ µὲν ὑπερβολὴν εἶναι τοῦ ποσοῦ, τὸ δὲ ἔλλειψιν, ὡς κᾀν τῇ κατὰ µέγεθος ἐξαλλαγῇ πρόσθεν εἴρηται, τὴν δ’ ἴασιν, ὥσπερ ἐπ’ ἐκείνης, ἐν ἀφαιρέσει τε καὶ προσθέσει γίνεσθαι. διαφέρει δὲ τοσοῦτον, ὅτι µόρια µὲν ὁλόκληρα κατὰ τοῦτο τὸ γένος, ἐν ἐκείνῳ δὲ µέρη µορίων ἀφαιρεῖν τε καὶ προστιθέναι προσήκει.

13. Σκεπτέον δ’ οὐκ ἐπὶ τούτου τοῦ γένους µόνον, ἀλλὰ κᾀπὶ τῶν ἄλλων ἁπάντων ὧν δύναµις ἡµῖν ἐστιν ἐξεργάσασθαι τὴν ἔνδειξιν. ἡ γὰρ τοῦ νοσήµατος ἰδέα τὸν τρόπον ἐνδείκνυται µόνον τῆς ἐπανορθώσεως, εἰ δὲ ἀδύνατός ἐστιν ἢ δυνατὸς, οὐκ ἔτι συνενδείκνυται. λαµβάνεται γὰρ ἐν ἁπάσαις ταῖς ποιητι-καῖς τέχναις τὸ τοιοῦτον, οὐκ ἐκ τῆς ἐννοίας τῶν γενησοµένων πραγµάτων, ἀλλ’ ἐκ τῆς δυνάµεώς τε καὶ ἀδυναµίας τοῦ δηµιουργοῦντος αἰτίου, καὶ προσέτι τῆς κατὰ τὴν ὕλην εὐπορίας τε καὶ ἀπορίας. τὰ γοῦν αὐτὰ πράγµατα τοῖς µὲν ἀδύνατα, τοῖς δὲ δυνατὰ καθίσταται, καὶ καθ’ ἕτερον µὲν καιρὸν ἀδύνατα, καθ’ ἕτερον δὲ δυνατά. αἴτιον γοῦν ἐστι τῶν περὶ τὸ σῶµα γινοµένων ἐπ’ ἀγαθῷ φύσις τε καὶ ἰατρός. ἀλλὰ τινὰ µὲν τῇ φύσει, τινὰ δὲ τοῖς ἰατροῖς ἐστιν ἀδύνατα. τῇ φύσει µὲν ὀστοῦν κατεαγὸς, ὡς παραλλάττειν αὐτοῦ τὰ µόρια καὶ διεστρέφθαι τὸ κῶλον, ἀδύνατον ὀρθῶσαι καὶ διαπλάσαι, τῷ δὲ ἰατρῷ δυνατόν. οὕτω δὲ καὶ τὸ παραρθρῆσαν ἰατρῷ µὲν ἐµβαλεῖν δυνατὸν, ἀδύνατον δὲ τῇ φύσει. τὸ κοῖλον δ’ ἕλκος σαρκῶσαι, τῇ φύσει µέν ἐστι δυνατὸν, ἀδύνατον δ’ ἰατρῷ, καθάπερ γε καὶ τὸ πέψαι τι τῶν ἡµιπέπτων τε καὶ ἀπέπτων. ἀλλὰ καὶ εἰς ταῦθ’ ὑπηρετεῖ τε καὶ συµπράττει τῇ φύσει ὁ ἰατρὸς, καθαρὸν µὲν ἐργαζόµενος τὸ ἕλκος ἐπιθέσει φαρµάκου καθαίροντος, ἐπιφέρων δὲ τὰ συµµέτρως θάλποντα τοῖς πεφθῆναι δεοµένοις. πολλὰ δὲ καὶ αὐτῇ τῇ φύσει τῶν ἔµπροσθεν ὑπ’ αὐτῆς ἀπεργασθέντων ἀδύνατον αὖθις ποιῆσαι, καθάπερ φλέβα, καὶ ἀρτηρίαν, καὶ σύνδεσµον, καὶ νεῦρον, ὅσα τ’ ἄλλα τοιαῦτα. τῆς οὖν θεραπευτικῆς µεθόδου πρῶτον µὲν ἐξευρεῖν, ὥσπερ εἴρηται, τὸν κοινὸν ἁπάντων σκοπὸν, ὅτι τὰ ἐναντία τῶν ἐναντίων ἐστὶν ἰάµατα· δεύτερον δὲ, καθ’ ἕκαστον γένος ὑποτάξαι τἀναντία· τρίτον ἐπὶ τούτοις, σκέψασθαι, πότε µέν ἐστι δυνατὸν ἡµῖν ἢ τῇ φύσει τῷ κατὰ τὴν ἔνδειξιν ὑπηρετῆσαι σκοπῷ, πότε δὲ ἤτοι παντάπασιν ἀδύνατον, ἢ κατὰ χρόνον ἀδύνατον, ἢ ἐκ µέρους ἀδύνατον. καὶ εἴη ἂν οὐκ ἐλαχίστη µοῖρα τῆς φυσικῆς θεωρίας, ἐν ᾗ γε χρὴ γεγυµνάσθαι τὸν ἐξευρήσοντα τὸ δυνατόν τε καὶ ἀδύνατον ἐν ἑκάστῳ τῶν ἐσοµένων. αἱ πραγµατεῖαι δέ εἰσιν αἱ τοῦτο διδάσκουσαι δύο, ἥ τε περὶ ζωογονίας ὀνοµαζοµένη, καθ’ ἣν, ὅπως ἐκ σπέρµατός τε καὶ καταµηνίου τὴν γένεσιν ἔχει τὸ κυούµενον, ἐπισκεπτόµεθα, καὶ ἡ λοιπὴ περὶ τῶν φυσικῶν δυνάµεων. ἐν µὲν γὰρ τῷ περὶ τῆς φύσεως τοῦ σπέρµατος ἐπισκέψαι φανεῖταί σοι πάντως, ὑποβαλόντι τὴν σκέψιν ἀποδεικτικῇ µεθόδῳ, ταῦθ’, ἅπερ ἡµῖν ἀπεδείχθη, τὸ γεννᾶσθαι τὰ πλεῖστα τῶν ἐν τῷ κυουµένῳ µόρια, τῆς διαπλαττούσης αὐτὰ δυνάµεως ὕλῃ χρωµένης αὐτῇ τῇ τοῦ σπέρµατος οὐσίᾳ. καὶ εἴπερ τοῦτ’ ἐξεύροις, οὐκ ἂν ἔτι θαυµάσαις, εἰ µηδὲν τῶν τοιούτων ἡ φύσις ὕστερόν ποτε δύναται δηµιουργεῖν. ἐν δὲ τῷ περὶ φυσικῶν δυνάµεων ἐπισκοπεῖσθαι τὴν περὶ τῶν γεγενηµένων διοίκησιν, ὡς κᾀντεῦθεν εὐπορῆσαί σε τῆς εὑρέσεως, ὧν δυνατόν ἐστι τῇ φύσει ποιεῖν, αὐτῇ τε κατὰ µόνας, ὑπηρετουµένῃ τε πρὸς τῶν ἰατρῶν, ὧν τ’ ἀδύνατον. ἐν ἐκείνῳ τῷ τόπῳ, καθ’ ὃν ἐπισκεπτόµεθα περὶ τῆς τῶν δηµιουργικῶν αἰτιῶν δυνάµεως καὶ τῆς τῶν ἀποτελουµένων οὐσίας, ἐξευρήσεις ἅπαντα τὰ δυνατὰ καὶ ἀδύνατα. οἷον εἰ δυνατὸν, ἀπολλυµένου χόνδρου, γεννᾶσθαι πάλιν ἕτερον χόνδρον, ἢ ἀντ’ αὐτοῦ τι παραπλήσιον. οὕτω δὲ καὶ ὀστοῦν εἰ δυνατὸν ἕτερον ποιῆσαι τοῦ µετὰ τὴν ἀποκύησιν ἀπολλυµένου, ἤ τι παραπλήσιον αὐτῷ· καὶ εἰ συµφῦναι τὸ νευρῶδες τοῦ διαφράγµατος, ἢ τὴν καρδίαν, ἢ τὸ ἧπαρ, ἢ ὅλως ὁτιοῦν τῶν ἄλλων µορίων. ἐµοὶ δὲ οὐ καιρὸς ἐνταῦθα διέρχεσθαι πάντα. οὐ γὰρ εἰς ἓν τοῦτο τὸ βιβλίον ἐγχωρεῖ τὴν ὅλην ἰατρικὴν καταθέσθαι, οὐδὲ τοῦτ’ ἐξ ἀρχῆς ὁ λόγος ἔσπευδεν, ἀλλὰ τὰς µεθόδους εἰπεῖν, ἐνδείξασθαί τε περὶ τῆς συστάσεως τῆς τέχνης, ἐκ τίνων τε καὶ πόσων ἀρχῶν, καὶ κατὰ τίνας ὁδοὺς γίγνεται. καταπαύσας οὖν ἐνταῦθα τὸν ἐνεστῶτα λόγον, εἰς ἕν τε κεφάλαιον ἀναβαλὼν, προσθήσω τῷ πρόσθεν ἤδη συνεστῶτι µέρει τῆς τέχνης. ὡς γὰρ ἐν ἐκείνῳ τῶν ὑγιεινῶν τε καὶ νοσωδῶν σωµάτων εἶδος ἐξευρόντες ἠξιοῦµεν ἐν ταῖς κατὰ µέρος ὕλαις αὐτὸ θεάσασθαι πάσαις, οὕτω καὶ νῦν, ὑπὸ τῆς θεραπευτικῆς µεθόδου τῶν σκοπῶν εὑρηµένων, εἰς τὰς κατὰ µέρος ὕλας ἐµβιβάζειν αὐτοὺς ἀξιώσοµεν, ἵνα γνῶσιν, ὅσα τε δυνατὸν γίγνεσθαι κατ’ αὐτήν εἰσιν, ἢ ἐκ µέρους, ἢ κατά τινα χρόνον, ὅσα τ’ ἀδύνατον παντάπασιν· ἐπισκοπεῖσθαι δὲ κᾀνταῦθα τὴν πρὸς τὰς ἄλλας τέχνας ἀναλογίαν. ὡς γὰρ εἴ τις, ἐξ ὀπτῶν πλίνθων γεγενηµένης οἰκίας, εἶτα πεπονθυίας κατά τι µέρος, ἐπανορθοῦσθαι τοῦτο κελεύσειεν, ἐξαιροῦντας µὲν, ὅσαι πεπόνθασι τῶν πλίνθων, εἰς δὲ τὸν ἐκείνων τόπον ἐντιθέντας ἑτέρας ἀπαθεῖς, ἀναγκαῖον ἔσται τῷ δηµιουργῷ κατασκευάζειν πρότερον ἑτέρας ὁµοίας ταῖς πεπονθυίαις, ἔτι τε πρὸς τούτῳ τὴν ἐπιτηδείαν ὕλην οὐκ ἔχοντος παρασχεῖν τοῦ δεσπότου τῆς οἰκίας, ἀδύνατον εἶναι λέγειν τὴν ἐπανόρθωσιν· οὕτως ἔχει κἀπὶ τοῦ νῦν προκειµένου σκέµµατος. ἀπορίᾳ γὰρ τῆς ὕλης οὐδὲν ἐξ ὑστέρου ποιεῖν ἡ φύσις οἵα τ’ ἐστὶν, ὧν ἐκ σπέρµατος ἐν τῷ διαπλάττειν τὸ ζῶον ἐποίησεν.

bannerbanner