Читать книгу Сочинения. Том 3 (Гален Клавдий) онлайн бесплатно на Bookz (26-ая страница книги)
bannerbanner
Сочинения. Том 3
Сочинения. Том 3Полная версия
Оценить:
Сочинения. Том 3

5

Полная версия:

Сочинения. Том 3

˝ἔα μ’ ἀπολέσθαι· τοῦτό μοι νῦν συμφέρει.˝

4.5.44. τούτου γὰρ τὴν αἰτίαν οὐ πιθανόν ἐστιν ἐν τῇ ὑπολήψει κεῖσθαι τοῦ μέγα ἀγαθὸν ὑπάρχειν ἐφ’ ὃ ὠθοῦνται· ζητητέον δέ.”

4.5.45. ἐγὼ μὲν οὐκ ἔχω πρὸς ταῦτα οὐδὲν ἀποκρίνασθαι τῷ Ποσειδωνίῳ, νομίζω δὲ μηδ’ ἄλλον τινὰ ἕξειν, εἴ γε χρὴ τεκμαίρεσθαι τῇ τε φύσει τῶν πραγμάτων αὐτῇ καὶ τοῖς νῦν οὖσι Στωϊκοῖς.

4.5.46. οὐκ ὀλίγων γὰρ οὐδὲ τῶν ἐπιτυχόντων ἐν τοῖς καθ’ ἡμᾶς χρόνοις γεγονότων οὐδενὸς αὐτῶν οὐδὲν ἤκουσα πιθανὸν εἰπόντος εἰς τὰς ὑπὸ τοῦ Ποσειδωνίου προβληθείσας ἀπορίας. ἀλλὰ περὶ μὲν ἐκείνων καὶ αὖθις ἐροῦμεν.

4.6.1. ῞Οτι δ’ ὁ Χρύσιππος οὐχ ἅπαξ ἢ δὶς ἀλλὰ πάνυ πολλάκις αὐτὸς ὁμολογεῖ δύναμίν τινα ἑτέραν εἶναι τῆς λογικῆς ἐν ταῖς ψυχαῖς τῶν ἀνθρώπων αἰτίαν τῶν παθῶν, ἔνεστιν ἡμῖν ἐκ τῶν τοιούτων καταμαθεῖν ἐν οἷς αἰτιᾶται τῶν πραττομένων οὐκ ὀρθῶς ἀτονίαν τε καὶ ἀσθένειαν τῆς ψυχῆς· οὕτω γὰρ αὐτὰς ὀνομάζει, καθάπερ γε καὶ τἀναντία τὸ μὲν εὐτονίαν τὸ δ’ ἰσχύν.

4.6.2. ὅσα γὰρ οὐκ ὀρθῶς πράττουσιν ἄνθρωποι, τὰ μὲν εἰς μοχθηρὰν κρίσιν ἀναφέρει, τὰ δ’ εἰς ἀτονίαν καὶ ἀσθένειαν τῆς ψυχῆς, ὥσπερ γε καὶ ὧν κατορθοῦσιν ἡ ὀρθὴ κρίσις ἐξηγεῖται μετὰ τῆς κατὰ τὴν ψυχὴν εὐτονίας.

4.6.3. ἀλλὰ τοιούτων ὥσπερ ἡ κρίσις ἔργον ἐστὶ τῆς λογικῆς δυνάμεως, οὕτως ἡ εὐτονία ῥώμη τε καὶ ἀρετὴ δυνάμεως ἑτέρας παρὰ τὴν λογικήν, ἣν αὐτὸς ὁ Χρύσιππος ὀνομάζει τόνον, ἀφίστασθαί τέ φησιν ἔστιν ὅτε τῶν ὀρθῶς ἐγνωσμένων ἡμῖν ἐνδόντος τοῦ τόνου τῆς ψυχῆς καὶ μὴ παραμείναντος ἕως παντὸς μηδ’ ἐξυπηρετήσαντος τοῖς τοῦ λόγου προστάγμασιν, ἐναργῶς ἐν τοῖς τοιούτοις ἐνδεικνύμενος οἷόν τι τὸ πάθος ἐστίν.

4.6.4. ἤδη δὲ καὶ ῥῆσιν αὐτοῦ τινα παραγράψω περὶ τούτων ἐκδιδάσκουσαν· ἔστι δ’ ἐκ τοῦ περὶ παθῶν ἠθικοῦ·

4.6.5. “ἔτι δὲ καὶ κατὰ τοῦτ’ ἴσως <ὡς> οἱ ἐπὶ τοῦ σώματος λέγονται τόνοι ἄτονοι καὶ εὔτονοι εἶναι κατὰ τὸ νευρῶδες τῷ δύνασθαι ἡμᾶς ἢ ἀδυνατεῖν ἐν τοῖς διὰ τούτων ἐπιτελουμένοις ἔργοις, καὶ ὁ ἐν τῇ ψυχῇ λέγεται τόνος ὡς εὐτονία καὶ ἀτονία.”

4.6.6. καὶ ἐφεξῆς, “ὥσπερ γὰρ ἐν δρόμῳ καὶ ἀνθέξει τινὸς καὶ τοῖς παραπλησίοις ἤδη, ἃ διὰ τῶν νεύρων ἐνεργεῖται, ἔστι τις ἐπιτελεστικὴ κατάστασις καὶ ἐνδοτική, τῶν νεύρων προεκλελυμένων καὶ ἀνειμένων, ἀναλόγως καὶ ἐπὶ ψυχῆς ἐστι τοιοῦτον νευρῶδες, καθὸ καὶ κατὰ μεταφορὰν ἀνεύρους τινὰς λέγομεν καὶ νεῦρα ἔχειν.”

4.6.7. εἶθ’ ἑξῆς ἐξηγούμενος αὐτὸ τοῦτο τάδε γράφει· “ὁ μὲν δειμῶν ἐπιγινομένων ἀφίσταται, ὁ δὲ κέρδους ἢ ζημίας φερομένης ἐξελύθη καὶ ἐνέδωκεν, ὁ δὲ καθ’ ἕτερα τοιαῦτα οὐκ ὀλίγα.

4.6.8. ἕκαστον γὰρ τῶν τοιούτων τρέπεταί τε καὶ δουλοῦται ἡμᾶς, ὡς ἐνδιδόντας αὐτοῖς καὶ φίλους καὶ πόλεις προδιδόναι καὶ αὑτοὺς εἰς πολλὰς καὶ ἀσχήμονας πράξεις ἐπιδιδόναι τῆς πρόσθεν φορᾶς ἐκλυθείσης.

4.6.9. οἷος εἰσῆκται καὶ τῷ Εὐριπίδῃ ὁ Μενέλαος· σπασάμενος γὰρ τὴν μάχαιραν φέρεται ἐπὶ τὴν ῾Ελένην ὡς ἀναιρήσων, ἰδὼν δὲ καὶ καταπλαγεὶς [εἰς] τὸ κάλλος ἐξέβαλε τὴν μάχαιραν, οὐδὲ ταύτης ἔτι δυνάμενος κρατεῖν, καθὰ καὶ ἡ ἐπίπληξις αὕτη εἴρηται αὐτῷ·

“σὺ δ’ ὡς ἐσεῖδες μαστὸν [ἐκείνης] ἐκβαλὼν ξίφοςφίλημ’ ἐδέξω προδότιν αἰκάλ<λ>ων κύνα,”

ἃ πάντα εἴρηται ὀρθῶς τῷ Χρυσίππῳ, μάχεται δὲ τῷ κρίσεις εἶναι τὰ πάθη.

4.6.10. κρίνας γοῦν ὁ Μενέλαος ἀποκτεῖναι τὴν ῾Ελένην καὶ σπασάμενος τὸ ξίφος, ἐπειδὴ πλησίον ἧκεν αὐτῆς, ἐκπλαγεὶς τοῦ κάλλους διὰ τὴν ἀτονίαν καὶ ἀσθένειαν τῆς ψυχῆς— τοῦτο γάρ ἐστιν ὃ κατασκευάζει παρ’ ὅλον τὸν λόγον ὁ Χρύσιππος—, οὐ μόνον ἀπέρριψε τὸ ξίφος ἀλλὰ καὶ καταφιλεῖ τὴν γυναῖκα καὶ ὥσπερ ἂν εἴποι τις αὑτὸν δοῦλον ἐγχειρίζει οὐ μεταπεισθεὶς ὑπὸ λόγου τινός, ὡς ἑτέραν κτήσασθαι κρίσιν, ἀλλ’ ἀκρίτως τε καὶ ἀλόγως ὁρμήσας ἐπὶ τἀναντία τοῖς ἐξ ἀρχῆς κεκριμένοις.

4.6.11. ὅθεν καὶ αὐτὸς ὁ Χρύσιππος ἐπιφέρων ἐρεῖ· “διὸ πάντων τῶν φαύλων οὕτω πραττόντων ἀποστατικῶς καὶ ἐνδοτικῶς κατὰ πολλὰς αἰτίας ἀσθενῶς καὶ κακῶς ἕκαστα πράττειν ἂν λέγοιτο.”

4.6.12. τὸ μὲν οὖν ἀποστατικῶς μὲν τοῦ λόγου, τοῖς πάθεσι δ’ ἐνδοτικῶς ἁπάντων τῶν φαύλων πραττόντων ἀσθένειάν τινα καὶ ἀτονίαν ἐμφαίνεσθαι κατὰ τὴν ψυχὴν αὐτῶν ἀληθέστατα λέγεται· τὸ δὲ κατὰ πολλὰς αἰτίας, ὃ δὴ καὶ αὐτὸς προσέθηκεν ἐν τῇ ῥήσει, καλῶς μὲν εἴρηται πρὸς αὐτοῦ, κάλλιον δ’ ἦν εἰ καὶ τὰς πολλὰς ταύτας αἰτίας αἵτινές ποτ’ εἰσὶν ἐφεξῆς αὐτὸς διεληλύθει.

4.6.13. εἰ γάρ τις προσέχοι τὸν νοῦν, οὐδὲν οὕτως εὑρήσει συνέχον τὴν περὶ τῶν παθῶν πραγματείαν καὶ μάλιστα τὴν θεραπευτικήν, ἐν ᾗ ταῦτ’ ἔγραφεν, ὡς τὸ πάσας γνῶναι τὰς αἰτίας ὑφ’ ὧν ἀποχωροῦσι τῶν ἐξ ἀρχῆς κρίσεων οἱ κατὰ πάθος τι πράττοντες.

4.6.14. ὁ δέ γε τοσούτου δεῖ συμπάσας ἀκριβῶς ἐκδιδάσκειν ὥστ’ οὐδ’ αὐτὴν ταύτην ἧς μέμνηται νῦν ἐδήλωσε σαφῶς. οὐ γὰρ δὴ ἀποχρήσει γ’ ἡμῖν εἰπεῖν ὡς ἡ τῆς ψυχῆς ἐστιν ἀσθένεια· κοινὴ γὰρ αὕτη γε κατὰ πάντα τὰ πάθη καὶ μία.

4.6.15. Χρύσιππος δὲ πολλὰς εἶναί φησιν αἰτίας τὰς ἐξελεγχούσας δηλονότι τὴν ἀσθένειαν τῆς ψυχῆς, ὥσπερ ἐπὶ μὲν τοῦ Μενέλεω τὸ κάλλος τῆς ῾Ελένης, ἐπὶ δὲ τῆς ᾿Εριφύλης τὸν χρυσόν, ἐπ’ ἄλλου δέ τινος ἄλλο.

4.6.16. μυρία γάρ ἐστι τὰ κατὰ μέρος ὑφ’ ὧν ἐξίστανται τῆς ἀρχαίας κρίσεως οἱ κατὰ πάθος ζῶντες.

4.6.17. ἀλλ’ οὐ χρὴ τῶν μυρίων τούτων μνημονεύειν ἀλλ’ εἰς ὀλίγα κεφάλαια τὸν λόγον ἄγειν, ὡς ὁ Πλάτων ἐποίησε βασιλικὸν μέν τι λέγων εἶναι καὶ δεσποτικὸν ἐπιστήμην καὶ μήποτε ἂν ἁμαρτεῖν μηδένα κατὰ μηδὲν ἐπιστήμης παρούσης, τοὺς μέντοι μεταπεισθέντας ἢ ἐπιλαθομένους [αὐτῶν] ἢ βιασθέντας ἢ δελεασθέντας ἐξαμαρτάνειν, ἄλλον ἐν ἄλλῃ πράξει.

4.6.18. ἀλλὰ τὸ μὲν ἐπιλαθέσθαι καὶ τὸ μεταπεισθῆναι πάθος οὐδέπω, καθάπερ οὐδὲ τὸ μηδὲ ὅλως ἔχειν ἐπιστήμην· ἀμαθία γὰρ τοῦτο καὶ ἄγνοιά ἐστιν, οὐ πάθος.

4.6.19. εἰ δέ τις ὑπὸ θυμοῦ βιασθεὶς ἢ δελεασθεὶς ὑφ’ ἡδονῆς ἀπέστη τῶν ἐξ ἀρχῆς κεκριμένων, ἀσθενὴς μὲν ἡ ψυχὴ τούτῳ καὶ ἄτονος, ἡ κίνησις δ’ αὐτῆς τὸ πάθος ἐστίν, ὥσπερ που καὶ ἡ τοῦ κατὰ τραγῳδίαν ὑποκειμένου Μενέλεω ψυχὴ δελεασθεῖσα πρὸς τῆς ἐπιθυμίας ἐξέστη τῶν κεκριμένων, ἡ δέ γε Μηδείας βιασθεῖσα πρὸς τοῦ θυμοῦ, περὶ ἧς καὶ αὐτῆς οὐκ οἶδ’ ὅπως ὁ Χρύσιππος οὐκ αἰσθάνεται καθ’ ἑαυτοῦ τῶν Εὐριπίδου μεμνημένος ἐπῶν·

“καὶ μανθάνω μὲν οἷα δρᾶν μέλλω κακά,θυμὸς δὲ κρείσσων τῶν ἐμῶν βουλευμάτων.”

4.6.20. οὐ γὰρ μανθάνειν ἐχρῆν εἰρηκέναι τὸν Εὐριπίδην, εἰ τοῖς τοῦ Χρυσίππου δόγμασιν ἔμελλε μαρτυρήσειν, ἀλλ’ αὐτὸ τὸ ἐναντιώτατον, ἀγνοεῖν τε καὶ μὴ μανθάνειν οἷα δρᾶν μέλλει κακά.

4.6.21. τὸ δὲ γινώσκειν μὲν αὐτὸ νικᾶσθαι δ’ ὑπὸ τοῦ θυμοῦ τί ἄλλο ἐστὶν ἢ δύο ἀρχὰς εἰσάγοντος ἀνθρώπου τῶν τῆς Μη-δείας ὁρμῶν, ἑτέραν μὲν ᾗ γιγνώσκομέν τε τὰ πράγματα καὶ ἐπιστήμην ἔχομεν αὐτῶν, ἥτις ἐστὶν ἡ λογικὴ δύναμις, ἑτέραν δ’ ἄλογον, ἧς ἔργον τὸ θυμοῦσθαι;

4.6.22. αὕτη μὲν οὖν Μηδείας ἐβιάσατο τὴν ψυχήν· ἡ δ’ ἑτέρα ἡ ἐπιθυμητικὴ τὴν τοῦ Μενέλεω δελεάσασα κατηνάγκασεν ἀκολουθεῖν οἷς αὐτὴ προσέταττε.

4.6.23. Χρύσιππος δ’ οὔτε τῆς ἐν τούτοις ἐναντιώσεως αἰσθάνεται καὶ μυρί’ ἕτερα γράφει τοιαῦτα, καθάπερ ἐπειδὰν λέγῃ “ἔστι δὲ ὡς οἶμαι κοινότατον ἡ ἄλογος αὕτη φορὰ καὶ ἀπεστραμμένη τὸν λόγον, καθὸ καὶ θυμῷ φαμέν τινας φέρεσθαι.”

4.6.24. καὶ πάλιν “διὸ καὶ ἐπὶ τῶνδε τῶν ἐμπαθῶν ὡς περὶ ἐξεστηκότων ἔχομεν καὶ ὡς πρὸς παρηλλαχότας ποιούμεθα τὸν λόγον καὶ οὐ παρ’ ἑαυτοῖς οὐδ’ ἐν αὑτοῖς ὄντας.”

4.6.25. καὶ ἐφεξῆς δὲ πάλιν ἐξηγούμενος αὐτὰ ταῦτα, “ἡ δὲ παραλλαγὴ γίγνεται καὶ ἡ ἐξ αὐτοῦ ἀναχώρησις οὐ κατ’ ἄλλο τι ἢ τὴν τοῦ λόγου ἀποστροφήν, ὡς προείπομεν.”

4.6.26. τό τε γὰρ “θυμῷ φέρεσθαι” καὶ “ἐξεστηκέναι” καὶ “οὐ παρ’ ἑαυτοῖς οὐδ’ ἐν ἑαυτοῖς εἶναι” καὶ πάνθ’ ὅσα τοιαῦτα φανερῶς <κατα>μαρτυρεῖ τοῦ κρίσεις εἶναι τὰ πάθη κἀν τῇ λογικῇ δυνάμει τῆς ψυχῆς συνίστασθαι, καθάπερ καὶ τὰ οὕτως ἔχοντα·

4.6.27. “διὸ καὶ τοιαύτας ἐστὶν ἀκοῦσαι φωνὰς ἐπί τε τῶν ἐρώντων καὶ τῶν ἄλλως σφόδρα ἐπιθυμούντων καὶ ἐπὶ τῶν ὀργιζομένων, ὅτι τε τῷ θυμῷ θέλουσι χαρίζεσθαι καὶ ἐᾶν αὐτούς, εἴτε ἄμεινον εἴτε μή, καὶ μηθὲν λέγειν αὐτοῖς, καὶ ὡς τοῦτο ἐκ παντός γε τρόπου ποιητέον, καὶ εἰ διαμαρτάνουσι καὶ εἰ ἀσύμφορόν ἐστιν αὐτοῖς.”

4.6.28. καὶ γὰρ καὶ τὰ οὕτως ὑπὸ τοῦ Χρυσίππου λεγόμενα τὴν θυμοειδῆ δύναμιν ἑτέραν τινὰ τῆς λογιζομένης ἐνδείκνυται καὶ τὴν ὁρμὴν τοῦ ζῴου ποτὲ μὲν ὑπ’ ἐκείνης ἄρχεσθαι διδάσκει, ποτὲ δ’ ὑπὸ τῆς ἐπιθυμητικῆς, ὅταν γ’ ἐν πάθει καθεστήκῃ, καθάπερ ὅταν ἔξω πάθους ὑπὸ τῆς λογικῆς.

4.6.29. ὅμοια δὲ τοῖς προγεγραμμένοις καὶ τὰ οὕτως ὑπὸ τοῦ Χρυσίππου λεγόμενα, κάθαπερ ἔχει καὶ τάδε· “οἵας μάλιστα φορὰς καὶ οἱ ἐρώμενοι ἀξιοῦσι πρὸς ἑαυτοὺς ἔχειν τοὺς ἐραστάς, ἀπερισκεπτότερον καὶ ἄνευ ἐπιστροφῆς λογικῆς ἱσταμένους καὶ ἔτι τοῦ παραινοῦντος λόγου αὐτοῖς ὑπερβατικοὺς ὄντας, μᾶλλον δ’ οὐδ’ ὅλως ὑπομονητικοὺς ἀκοῦσαί τινος τοιούτου”.

4.6.30. καὶ γὰρ καὶ τὰ τοιαῦτα πάντα τῇ παλαιᾷ δόξῃ μαρ-τυρεῖ, καθάπερ καὶ τὰ ἐφεξῆς αὐτῶν τάδε· “οὕτως τε μακρὰν ἀπέχουσιν ἀπὸ τοῦ λόγου, ὡς ἂν ἀκοῦσαι ἢ προσέχειν τινὶ τοιούτῳ, ὥστε μηδὲ τὰ τοιαῦτα ἄπο τρόπου ἔχει<ν> γ’ αὐτοῖς λέγεσθαι·

˝Κύπρις γὰρ οὐδὲ νουθετουμένη χαλᾷ·ἂν γὰρ βιάζῃ, μᾶλλον ἐντείνειν φιλεῖ.˝˝νουθετούμενος δ’ ῎Ερωςμᾶλλον πιέζει˝”.

4.6.31. καὶ γὰρ καὶ ταῦτα καὶ τὰ ἐφεξῆς λεγόμενα τῷ πα-λαιῷ μαρτυρεῖ δόγματι περὶ τῆς τῶν παθῶν γενέσεως· ἔχει δ’ οὕτως· “ἔτι δ’ ὥσπερ ἄκαιρον ἐπιτιμητὴν καὶ οὐκ ἐπιγνώμονα τοῖς γινομένοις ἐν τῷ ἐρᾶν ἀποκλίνουσι τὸν λόγον, καθάπερ ἄνθρωπον ἀκαίρως δοκοῦντα νουθετεῖν, ἡνίκα δὴ καὶ οἱ θεοὶ δοκοῦσιν αὐτοῖς ἐφιέναι ἐπιορκεῖν.”

4.6.32. καὶ ἔτι τὰ τούτων ἑξῆς ἔτι μᾶλλον· “ἐξείη —φασίν— αὑτοῖς τὸ ἐπιὸν ποιεῖν ἀκολουθοῦσι τῇ ἐπιθυμίᾳ.” ἐνταῦθα μέν γε ναὶ μὰ τὸν Δία σαφῶς εἶπεν “ἀκολουθοῦσι τῇ ἐπιθυμίᾳ” καθάπερ ἔμπροσθεν ἔφη[ν] “τῷ θυμῷ”.

4.6.33. λόγῳ δ’ οὔτ’ ἐν τούτοις οὔτ’ ἐν ἄλλῳ τινὶ τῶν ἑξῆς ἀκο-λουθεῖν φήσει τοὺς ἐν πάθει καθεστηκότας, ἀλλ’ ἀπεστράφθαι διὰ παντὸς αὐτὸν καὶ φεύγειν καὶ μὴ προσίεσθαι καὶ πάνθ’ ὅσα τοιαῦτα.

4.6.34. καὶ μὲν δὴ καὶ ὅταν μνημονεύῃ τοῦ Μενανδρείου ἔπους, ἐν ᾧ φησι

“τὸν νοῦν ἔχων ὑποχείριονεἰς τὸν πίθον δέδωκα,”

φανερῶς κἀνταῦθα μαρτυροῦσαν ἀπόφασιν τῇ παλαιᾷ δόξῃ παρατίθεται, καθάπερ κἀπειδὰν ἐξηγούμενος τὸ μὴ παρ’ ἑαυτοῖς εἶναι μηδ’ ἐν ἑαυτοῖς λέγῃ ταυτί·

4.6.35. “οἰκείως δὲ καὶ ἐκφέρεσθαι λέγονται οἱ οὕτως ὀργιζόμενοι τοῖς ἐπὶ τῶν δρόμων προεκφερομένοις παρα-πλησίως κατὰ τὸ πλεονάζον τῶν μὲν παρὰ τὴν ἐν τῷ τρέχειν ὁρμήν, τῶν δὲ παρὰ τὸν ἴδιον λόγον. οὐ γὰρ ἂν οὕτως <ὡς> οἵ γε κρατοῦντες τῆς κινήσεως καθ’ ἑαυτοὺς ἂν κινεῖσθαι λέγοι-ντο, ἀλλὰ κατ’ ἄλλην τινὰ βίαν ἔξωθεν αὐτῶν.”

4.6.36. ὁμολογεῖ κἀνταῦθα βίαν τινὰ τὴν κινοῦσαν εἶναι πᾶσι τοῖς ἐμπαθέσιν ὁρμάς, ὀρθότατα γιγνώσκων, πλὴν ὅτι τὴν βίαν ἔξωθεν αὐτῶν ἔφησεν εἶναι, δέον οὐκ ἔξωθεν ἀλλ’ ἐν τοῖς ἀνθρώποις ὑπάρχειν εἰπεῖν.

4.6.37. οὐ γὰρ διὰ τοῦτο λέγομεν αὐτοὺς ἑαυτῶν ἔξω καθε-στηκέναι καὶ μὴ ἐν αὑτοῖς εἶναι, διότι τὸ βιαζόμενον αὐτοὺς ὁρμᾶν κατὰ τὸ πάθος ἔξωθέν ἐστιν, ἀλλ’ ὅτι παρὰ φύσιν ἔχου-σιν, εἴγε τὸ λογικὸν τῆς ψυχῆς ᾧ κρατεῖν καὶ ἄρχειν τῶν ἄλλων ἦν κατὰ φύσιν, οὐ κρατεῖ νῦν ἀλλὰ κρατεῖται καὶ ἄρχεται πρὸς τῶν ἀλόγων τῆς ψυχῆς δυνάμεων·

4.6.38. ὅπερ οἶμαι καὶ διὰ τῶν τοιούτων παραδειγμάτων ὁ Χρύσιππος κατασκευάζων οὐκ αἰσθάνεται. παρατίθεται γοῦν τὸν Εὐριπίδῃ γεγραμμένον ῾Ηρακλέους πρὸς ῎Αδμητον διάλο-γον· ἔχει δ’ ὧδε·

“τί δὲ ἂν προκόπτοις, εἰ θέλεις στένειν ἀεί;”

ταυτὶ μὲν ῾Ηρακλῆς λέγει, ὁ δ’ ῎Αδμητος ἀποκρίνεται

“ἔγνωκα καὐτός, ἀλλ’ ἔρως τις ἐξάγει.”

4.6.39. δῆλον γὰρ ὅτι τῆς ἐπιθυμητικῆς δυνάμεως οὐ τῆς λο-γικῆς ὁ ἔρως πάθος ὑπάρχων ἐξάγει τὴν ὅλην ψυχὴν καὶ ἄγει τὸν ἄνθρωπον εἰς ἐναντίας πράξεις ὧν ἐξ ἀρχῆς ἐκεκρίκει.

4.6.40. παρατίθεται δὲ καὶ τὰ τοῦ ᾿Αχιλλέως πρὸς τὸν Πρία-μον εἰρημένα·

“ἄνσχεο μηδ’ ἀλίαστον ὀδύρεο σὸν κατὰ θυμόν·οὐ γάρ τι πρήξεις ἀκα[σ]χήμενος υἷος ἑῆοςοὐδέ μιν ἀνστήσεις· πρὶν καὶ κακὸν ἄλλο πάθῃσθα.”

4.6.41. ταῦτα μέν φησι λέγειν αὐτὸν “παρ’ αὑτῷ διαλεγόμενον,” οὕτω γὰρ ἔγραψεν αὐτοῖς ὀνόμασιν, ἐξίστασθαι δ’ οὐκ ὀλιγάκις ἐκ τῶν αὐτῶν τούτων κρίσεων ἐν τοῖς συμπίπτουσι καὶ μὴ κρατεῖν ἑαυτοῦ νικώμενον ὑπὸ τῶν παθῶν.

4.6.42. καὶ γὰρ οὖν κἀνταῦθα τό τε τῶν κρίσεων ἐξίστασθαι καὶ τὸ μὴ κρατεῖν ἑαυτοῦ καὶ τὸ ποτὲ μὲν εἶναι παρ’ ἑαυτῷ, ποτὲ δ’ οὔ, καὶ πάνθ’ ὅσα τοιαῦτα τοῖς τε φαινομένοις ἐναργῶς ὁμολογεῖ καὶ τῇ παλαιᾷ δόξῃ περὶ παθῶν τε καὶ ψυχῆς δυνάμεων, οὐ μὴν οἷς ὑπέθετο Χρύσιππος.

4.6.43. ὁμοίως δ’ εἴρηται καὶ τὰ τοιαῦτα κατὰ τὸ Περὶ τῶν παθῶν βιβλίον· “τὸ γὰρ δὴ σεσοβημένον καὶ παρηλλαχὸς ἐν ἡμῖν καὶ ἀπειθὲς τῷ λόγῳ οὐχ ἧττον ἐπὶ τῆς ἡδονῆς καταγίνεται.”

4.6.44. καὶ πάλιν, “οὕτω γὰρ ἐξιστάμεθα καὶ ἔξω γινόμεθα ἑαυτῶν καὶ τελέως ἀποτυφλούμεθα ἐν τοῖς σφαλλομένοις, ὥστε ἔστιν ὅτε σπόγγον ἔχοντες ἢ ἔριον ἐν ταῖς χερσὶ τοῦτο[ν] διαράμενοι βάλλομεν ὡς δή τι περα[ι]νοῦντες δι’ αὐτῶν. εἰ δ’ ἐτυγχάνομεν μάχαιραν ἔχοντες ἢ ἄλλο τι, τούτῳ ἂν ἐχρησάμεθα παραπλησίως.”

4.6.45. καὶ ἐφεξῆς “πολλάκις δὲ κατὰ τὴν τοιαύτην τυφλότητα τὰς κλεῖς δάκνομεν καὶ τὰς θύρας τύπτομεν οὐ ταχὺ αὐτῶν ἀνοιγομένων πρός τε τοὺς λίθους ἐὰν προσπταίσωμεν, τιμωρητικῶς προσφερόμεθα καταγνύντες καὶ ῥιπτοῦντες αὐτοὺς εἴς τινας τόπους καὶ ἐπιλέγοντες καθ’ ἕκαστα τούτων ἀτοπώτατα.”

4.6.46. ὡσαύτως δὲ κἀν τοῖς ἑξῆς φησιν “ἐννοήσειε δ’ ἄν τις ἐκ τῶν τοιούτων καὶ τὴν ἐν τοῖς πάθεσιν ἀλογιστίαν καὶ ὡς ἐν τοῖς τοιούτοις ἀποτυφλούμεθα καιροῖς ὡς ἂν ἕτεροί τινες γεγονότες τῶν προδιαλελογισμένων.”

4.6.47. ὅλως δ’ εἴ τις ἐκλέγοι πάντα καὶ παραγράφοι νῦν ὅσα κατὰ τὸ περὶ παθῶν εἴρηται βιβλίον αὐτῷ, μαχόμενα μὲν οἷς αὐτὸς ὑπέθετο δόγμασιν ὁμολογοῦντα δὲ τοῖς τε φαινομένοις ἐναργῶς καὶ τῇ Πλάτωνος δόξῃ, μῆκος ἂν ἄμετρόν τι γένοιτο τοῦ βιβλίου.

4.6.48. μεστὸν γάρ ἐστιν αὐτῶ<ν> τὸ γράμμα, τῶν τε κρίσεων ἐξίστασθαι λέγοντι καὶ τῶν προδιαλελογισμένων διὰ τὸν θυμὸν ἢ τὴν ἐπιθυμίαν ἢ τὴν ἡδονὴν ἤ τι τοιοῦτον μανιωδῶς τε κινεῖσθαι καὶ οὐκ ἐν ἑαυτῷ οὐδὲ παρ’ ἑαυτῷ εἶναι τετυφλῶσθαί τε τὴν διάνοιαν ἀλογίστως τε φέρεσθαι καὶ πάνθ’ ὅσα τοιαῦτα.

4.7.1. τὰς μὲν δὴ τοιαύτας ῥήσεις αὐτοῦ τινι κατὰ σχολὴν ἐκλέγειν ἐπιτρέπω, δεδειγμένου γε ἤδη σαφῶς αὐτῶν τοῦ τύπου. μεταβήσομαι δ’ ἐπί τινα τῶν ὑπὸ τοῦ Ποσειδωνίου πρὸς τὸν Χρύσιππον ἀντειρημένων.

4.7.2. “ὁ γοῦν ὅρος οὗτος,” φησίν, “ὁ τῆς ἄτης, ὥσπερ οὖν καὶ ἄλλοι πολλοὶ τῶν παθῶν ὑπό τε Ζήνωνος εἰρημένοι καὶ πρὸς τοῦ Χρυσίππου γεγραμμένοι, σαφῶς ἐξελέγχουσι τὴν γνώμην αὐτοῦ.

4.7.3. δόξαν γὰρ εἶναι πρόσφατον τοῦ κακὸν αὐτῷ παρεῖναί φησι τὴν λύπην. ἐν ᾧ καὶ συντομώτερον ἐνίοτε λέγοντες ὧδέ πως προ[σ]φέρονται· λύπη ἐστὶ δόξα πρόσφατος κακοῦ παρουσίας.”

4.7.4. εἶναι μὲν δὴ τὸ πρόσφατόν φησι τὸ ὑπόγυον κατὰ τὸν χρόνον, ἀξιοῖ δὲ τὴν αἰτίαν αὐτῷ ῥηθῆναι δι’ ἣν ἡ τοῦ κακοῦ δόξα πρόσφατος μὲν οὖσα συστέλλει τε τὴν ψυχὴν καὶ λύπην ἐργάζεται, χρονισθεῖσα δ’ ἢ οὐδ’ ὅλως ἢ οὐκ ἔθ’ ὁμοίως συστέλλει.

4.7.5. καίτοι οὐδὲ τὸ πρόσφατον ἐχρῆν ἐγκεῖσθαι κατὰ τὸν ὅρον, εἴπερ ἀληθῆ τὰ Χρυσίππου. κατὰ γὰρ τὴν γνώμην αὐτοῦ μᾶλλον ἦν μεγάλου κακοῦ ἢ ἀνυπομονήτου ἢ ἀκαρτερήτου, καθάπερ αὐτὸς εἴωθεν ὀνομάζειν, τὴν λύπην εἰρῆσθαι δόξαν, οὐ προσφάτου.

4.7.6. ἔνθα καὶ διχόθεν ὁ Ποσειδώνιος ἀντιλέγει τῷ Χρυσίππῳ, κατὰ μὲν τοῦτον τὸν δεύτερον ὁρισμὸν ἀναμιμνήσκων τῶν τε σοφῶν καὶ τῶν προκοπτόντων, ὡς ἔμπροσθεν εἴρηται· οἱ μὲν γὰρ ἐν μεγίστοις ἀγαθοῖς, οἱ δ’ ἐν μεγίστοις κακοῖς ἑαυτοὺς ὑπολαμβάνοντες εἶναι ὅμως οὐ γίνονται διὰ τοῦτ’ ἐν πάθει.

4.7.7. κατὰ δὲ τὸν πρῶτον ἐρωτᾷ τὴν αἰτίαν δι’ ἣν οὐχ ἡ τῆς τοῦ κακοῦ παρουσίας δόξα τὴν λύπην, ἀλλ’ ἡ πρόσφατος ἐργάζεται μόνη· καί φησι διὰ τί πᾶν τὸ ἀμελέτητον καὶ ξένον ἀθρόως προσπῖπτον ἐκπλήττει τε καὶ τῶν παλαιῶν ἐξίστησι κρίσεων, ἀσκηθὲν δὲ καὶ συνεθισθὲν καὶ χρονίσαν ἢ οὐδ’ ὅλως ἐξίστησιν, ὡς κατὰ πάθος κινεῖν, ἢ ἐπὶ μικρὸν κομιδῇ· διὸ καὶ προενδημεῖν φησι τοῖς πράγμασι μήπω τε παροῦσιν οἷον πα-ροῦσι χρῆσθαι.

4.7.8. βούλεται δὲ τὸ προενδημεῖν ῥῆμα τῷ Ποσειδωνίῳ τὸ οἷον προαναπλάττειν τε καὶ προτυποῦν τὸ πρᾶγμα παρ’ ἑαυτῷ τὸ μέλλον γενήσεσθαι καὶ ὡς πρὸς ἤδη γενόμενον ἐθισμόν τινα ποιεῖσθαι κατὰ βραχύ.

4.7.9. διὸ καὶ τὸ τοῦ ᾿Αναξαγόρου παρείληφεν ἐνταῦθα, ὡς ἄρα τινὸς ἀναγγείλαντος αὐτῷ τεθνάναι τὸν υἱὸν εὖ μάλα καθεστηκότως εἶπεν “ᾔδειν θνητὸν γεννήσας” καὶ ὡς τοῦτο λαβὼν Εὐριπίδης τὸ νόημα τὸν Θησέα πεποίηκε λέγοντα·

4.7.10. “ἐγὼ δὲ παρὰ σοφοῦ τινος μαθὼνεἰς φροντίδας νοῦν συμφοράς τ’ ἐβαλλόμην,φυγάς τ’ ἐμαυτῷ προστιθεὶς πάτρας ἐμῆςθανάτους τ’ ἀώρους καὶ κακὰς ἄλλας ὁδούς,ὥστ’, εἴ τι πάσχοιμ’ ὧν ἐδόξαζόν ποτε,μή μοι νεῶρες προσπεσὸν ψυχὴν δάκοι.”

4.7.11. οὕτως δὲ εἰρῆσθαί φησι καὶ τὰ τοιαῦτα·

“εἰ μὲν τόδ’ ἦμαρ πρῶτον ἦν κακουμένῳκαὶ μὴ μακρὰ<ν> δὴ διὰ πόνων ἐναυστόλουν,εἰκὸς σφαδᾴζειν ἦν ἂν ὡς νεόζυγαπῶλον χαλινὸν ἀρτίως δεδεγμένον·νῦν δ’ ἀμβλύς εἰμι καὶ κατηρτυκὼς κακῶν.”

ἔσθ’ ὅτε τὰ τοιαῦτα· [μακρὸς]

“χρόνος μαλάξει, νῦν δ’ ἔθ’ ἡβάσκει κακόν.”

4.7.12. ὅτι δ’ ἐν τῷ χρόνῳ μαλάττεται τὰ πάθη, κἂν αἱ δόξαι μένωσι τοῦ κακόν τι αὐτοῖς γεγονέναι, καὶ ὁ Χρύσιππος ἐν τῷ δευτέρῳ περὶ παθῶν μαρτυρεῖ γράφων ὧδε·

4.7.13. “ζητήσαι δ’ ἄν τις καὶ περὶ τῆς ἀνέσεως τῆς λύπης, πῶς γίνεται, πότερον δόξης τινὸς μετακινουμένης ἢ πασῶν διαμενουσῶν, καὶ διὰ τί τοῦτ’ ἔσται.”

4.7.14. εἶτ’ ἐπιφέρων φησί, “δοκεῖ δέ μοι ἡ μὲν τοιαύτη δόξα διαμένειν, ὅτι κακὸν αὐτὸ ὃ δὴ πάρεστιν, ἐγχρονιζομένης δ’ ἀνίεσθαι ἡ συστολὴ καὶ ὡς οἶμαι ἡ ἐπὶ τὴν συστολὴν ὁρμή.

4.7.15. τυχὸν δὲ καὶ ταύτης διαμενούσης οὐχ ὑπακούσεται τὰ ἑξῆς, διὰ ποιὰν ἄλλην ἐπιγινομένην διάθεσιν δυσσυλλόγιστον τούτων γινομένων.

4.7.16. οὕτω γὰρ καὶ κλαίοντες παύονται καὶ μὴ βουλόμενοι κλαίειν κλαίουσιν, ὅταν μὴ ὁμοίας τὰς φαντασίας τὰ ὑποκείμενα ποιῇ καὶ ἐνιστῆταί τι ἢ μηθέν.

4.7.17. ὃν τρόπον γὰρ ἡ θρήνων παῦσις γίνεται καὶ κλαυθμοί, τοιαῦτα εὔλογον καὶ ἐπ’ ἐκείνων συντυγχάνειν ἐν ταῖς ἀρχαῖς μᾶλλον τῶν πραγμάτων κινούντων, καθάπερ ἐπὶ τῶν τὸν γέλωτα κινούντων γίνεσθαι ἔφην, καὶ τὰ ὅμοια τούτοις.”

4.7.18. ὅτι μὲν οὖν ἐν τῷ χρόνῳ παύεται τὰ πάθη καίτοι τῆς δόξης διαμενούσης, αὐτὸς ὁ Χρύσιππος ὁμολογεῖ· διὰ τίνα μέντοι τὴν αἰτίαν τοῦτο γίνεται, δυσλόγιστον εἶναί φησιν.

4.7.19. εἶθ’ ἑξῆς ἕτερα παραπλησίως γινόμενα γράφει περὶ ὧν οὐδ’ αὐτῶν δηλονότι τὴν αἰτίαν ἐπαγγέλλεται γιγνώσκειν. ἀλλ’ οὐ Ποσειδώνιός γε, Χρύσιππε, τὰς αἰτίας τῶν τοιούτων ἀγνοεῖν φησιν, ἀλλ’ ἐπαινεῖ καὶ ἀποδέχεται τὰ ὑπὸ τῶν παλαιῶν εἰρημένα, ἃ ἐφεξῆς ἐρῶ.

4.7.20. σὺ δ’ οὔτ’ ἐκείνων μνημονεύσας οὔτ’ ἄλλην αὐτὸς εἰπὼν οἴει λελύσθαι τὸ ζητούμενον, ἂν ὁμολογήσῃς ἀγνοεῖν τὴν αἰτίαν.

4.7.21. καίτοι τό γε συνέχον ὅλην τὴν πραγματείαν τήν τε τῶν λογικῶν ζητημάτων καὶ τὴν θεραπευτικὴν τῶν παθῶν οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ τὰς αἰτίας ἐξευρεῖν ὑφ’ ὧν γίνεταί τε καὶ παύεται τὰ πάθη.

4.7.22. οὕτω γὰρ ἄν τις οἶμαι καὶ τὴν γένεσιν αὐτῶν κωλύσειε καὶ γενομένας παῦσαι δυνηθείη. συναναιρεῖσθαι γὰρ εὔλο-γον οἶμαι ταῖς αἰτίαις τάς τε γενέσεις καὶ τὰς ὑπάρξεις τῶν πραγμάτων.

4.7.23. ταῦτά τοι καὶ ἀπορεῖς κατὰ τὸ περὶ τῶν παθῶν βιβλίον τι καὶ γράψαι τοιοῦτον ἡμῖν, ᾧ προσέχοντες τὸν νοῦν κωλύσομέν τε τῶν παθῶν ἕκαστον γίνεσθαι καὶ γενόμενον ἰασόμεθα, καίτοι ταῦτα καὶ τοῦ Πλάτωνος θαυμαστῶς γράψαντος, ὡς καὶ ὁ Ποσειδώνιος ἐπισημαίνεται θαυμάζων τὸν ἄνδρα καὶ θεῖον ἀποκαλῶν ὡς καὶ πρεσβεύων αὐτοῦ τά τε περὶ τῶν παθῶν δόγματα καὶ τὰ περὶ τῶν τῆς ψυχῆς δυνάμεων ὅσα τε περὶ τοῦ μὴ γίνεσθαι τὴν ἀρχὴν ἢ γενόμενα παύεσθαι τάχιστα τῆς ψυχῆς τὰ πάθη γέγραπται πρὸς αὐτοῦ.

4.7.24. συνῆφθαι δὲ καὶ τὴν περὶ τῶν ἀρετῶν διδασκαλίαν τούτοις φησὶ καὶ τὴν περὶ τοῦ τέλους καὶ ὅλως πάντα τὰ δόγματα τῆς ἠθικῆς φιλοσοφίας ὥσπερ ἐκ μιᾶς μηρίνθου δεδέσθαι τῆς γνώσεως τῶν κατὰ τὴν ψυχὴν δυνάμεων αὐτός τε δείκνυσιν ὡς ὑπὸ θυμοῦ καὶ ἐπιθυμίας γίγνεται τὰ πάθη καὶ διὰ τίνα τὴν αἰτίαν ἐν τῷ χρόνῳ καθίσταται, κἂν αἱ δόξαι τε καὶ αἱ κρίσεις ἔτι μένωσι τοῦ κακὸν ὑπάρχειν αὐτοῖς ἢ γεγονέναι.

4.7.25. προσχρῆται δ’ εἰς τοῦτο μάρτυρι καὶ αὐτῷ τῷ Χρυσίππῳ κατὰ τὸ δεύτερον περὶ τῶν παθῶν ὧδέ πως γράφοντι·

4.7.26. “ἐπὶ δὲ τῆς λύπης καὶ ὡς ἂν ἐμπλησθέντες τινὲς ὁμοίως φαίνονται ἀφίστασθαι, καθάπερ καὶ ἐπὶ ᾿Αχιλλέως ταῦτα λέγει ὁ ποιητὴς πενθοῦντος τὸν Πάτροκλον·

˝ἀλλ’ ὅτε δὴ κλαίων τε κυλινδόμενός τ’ ἐκορέσθηκαί οἱ ἀπὸ πραπίδων ἦλθ’ ἵμερος ἠδ’ ἀπὸ γυίων,˝

ἐπὶ τὸ παρακαλεῖν ὥρμησε τὸν Πρίαμον τὴν τῆς λύπης ἀλογίαν αὐτῷ παριστάς.”

4.7.27. εἶτ’ ἐφεξῆς ἐπιφέρει καὶ ταῦτα· “καθ’ ὃν λόγον οὐκ ἂν ἀπελπίσαι τις οὕτως τῶν πραγμάτων ἐγχρονιζομένων καὶ τῆς παθητικῆς φλεγμονῆς ἀνιεμένης τὸν λόγον παρεισδυόμενον καὶ οἱονεὶ χώραν λαμβάνοντα παριστάναι τὴν τοῦ πάθους ἀλογίαν.”

4.7.28. ἐναργῶς γὰρ ἐν τούτοις ὁ Χρύσιππος ὁμολογεῖ τήν τε παθητικὴν φλεγμονὴν ἀνίεσθαι κατὰ τὸν χρόνον, ἔτι τῆς ὑπολήψεώς τε καὶ δόξης μενούσης, ἐμπίπλασθαί τε τῶν παθητικῶν κινήσεων τοὺς ἀνθρώπους καὶ διὰ τοῦτο παῦλάν τινα λαμβάνοντος τοῦ πάθους καὶ ἡσυχάσαντος τὸν λόγον ἐπικρατέστερον γίνεσθαι.

4.7.29. ταῦτα γὰρ ἀληθῆ μέν ἐστιν εἴπερ τινὰ καὶ ἄλλα, μάχεται δὲ ταῖς ὑποθέσεσιν αὐτοῦ καθάπερ καὶ τὰ ἐπιφερόμενα τόνδε τὸν τρόπον ἔχοντα·

4.7.30. “λέγεται δὲ καὶ τοιαῦτα εἰς τὴν μεταβολὴν τῶν παθῶν·˝λαιψηρὸς δὲ κόρος στυγεροῖο γόοιο˝

καὶ ἔτι τὰ τοιαῦτα εἰς τὸ κατὰ τὴν λύπην ἀγωγόν·

˝τοῖς δὲ δυστυχοῦσί πωςτερπνὸν τὸ κλαῦσαι κἀποδύρασθαι τύχας˝”

4.7.31. καὶ ἔτι τούτων ἐφεξῆς,

“ὣς φάτο, τοῖσι δὲ πᾶσιν ὑφ’ ἵμερον ὦρσε γόοιο”

καὶ

“τὸν αὐτὸν ἔγειρε γόονἄναγε πολύδακρυν ἁδονάν.”

4.7.32. ἔ<σ>τι δὲ ἀμέλει πάμπολ<λ>α καὶ ἄλλα τοιαῦτα παρὰ τῶν ποιητῶν ἀθροῖσαι μαρτύρια τοῦ καὶ λύπης καὶ δακρύων καὶ κλαυθμῶν καὶ θυμοῦ καὶ νίκης καὶ τιμῆς καὶ πάντων [τε] τῶν τοιούτων ἐμπίπλασθαι τοὺς ἀνθρώπους, ἐφ’ οἷς οὐδὲν χαλεπόν ἐστι συλλογίζεσθαι τὴν αἰτίαν δι’ ἣν ἐν τῷ χρόνῳ παύεται μὲν τὰ πάθη, κρατεῖ δὲ τῶν ὁρμῶν ὁ λόγος.

4.7.33. ὡς γὰρ ἐφίεται τὸ παθητικὸν τῆς ψυχῆς οἰκείων τινῶν ὀρεκτ[ικ]ῶν, οὕτως καὶ τυγχάνον αὐτῶν ἐμπίπλαται κἀν τούτῳ τὴν ἑαυτοῦ κίνησιν καθίστησιν, ἥτις ἐκράτει τῆς ὁρμῆς τοῦ ζῴου καὶ καθ’ ἑαυτὴν ἦγεν ἐφ’ ὅ τι παρήγετο.

4.7.34. οὔκουν ἀσυλλόγιστοι τῆς παύλης τῶν παθῶν εἰσιν αἱ αἰτίαι, καθάπερ ὁ Χρύσιππος ἔλεγεν, ἀλλὰ καὶ πάνυ σαφεῖς τῷ γε μὴ βουλομένῳ φιλονεικεῖν τοῖς παλαιοῖς.

4.7.35. οὐδὲν γὰρ οὕτως ἐναργές ἐστιν ὡς τὸ δυνάμεις τινὰς ἐν ταῖς ἡμετέραις εἶναι ψυχαῖς ἐφιεμένας φύσει, τὴν μὲν ἡδονῆς τὴν δὲ κράτους καὶ νίκης, ἃς ἐναργῶς ὁρᾶσθαί φησι κἀν τοῖς ἄλλοις ζῴοις ὁ Ποσειδώνιος, ὥσπερ καὶ ἡμεῖς ἐπεδείξαμεν εὐθὺς ἐν ἀρχῇ τοῦ πρώτου γράμματος.

4.7.36. ἐπιμέμφεται δ’ ὀρθῶς τοῦ Χρυσίππου καὶ τὸ φάναι· “τυχὸν δὲ τῆς ὁρμῆς διαμενούσης οὐχ ὑπακούσεται τὰ ἑξῆς διὰ ποιὰν ἄλλην ἐπιγινομένην διάθεσιν”. ἀμήχανον γὰρ εἶναί φησι παρεῖναι μὲν τὴν ὁρμήν, ὑπ’ ἄλλης δέ τινος αἰτίας κωλύεσθαι τὴν κατ’ αὐτὴν ἐνέργειαν.

4.7.37. ὅθεν κἀπειδὰν λέγῃ, “οὕτω γὰρ καὶ κλαίοντες παύονται καὶ μὴ βουλόμενοι κλαίειν κλαίουσιν, ὅταν <μὴ> ὁμοίας τὰ ὑποκείμενα φαντασίας ποιῇ,” τὴν αἰτίαν ἐρωτᾷ κἀνταῦθα ὁ Ποσειδώνιος δι’ ἣν καὶ οἱ πολλοὶ μὴ βουλόμενοι πολλάκις κλαίουσιν ἐπισχεῖν μὴ δυνάμενοι τὰ δάκρυα καὶ ἄλλοι κλαίειν ἔτι βουλόμενοι φθάνουσι[ν ἔτι] παυόμενοι, <δηλονότι> διὰ τὰς παθητικὰς κινήσεις σφόδρα ἐγκειμένας ὡς μὴ κρατεῖσθαι πρὸ<ς> τῆς βουλήσεως, ἢ παντελῶς πεπαυμένας ὡς μηκέτ’ ἐπεγείρεσθαι δύνασθαι πρὸς αὐτῆς.

4.7.38. οὕτω γὰρ ἥ τε τοῦ λόγου μάχη τε καὶ διαφορὰ πρὸς τὸ πάθος εὑρεθήσεται καὶ τῆς ψυχῆς αἱ δυνάμεις ἐναργῶς σωθήσονται, οὐ μὰ Δία ὡς Χρύσιππός φησι διά τινας αἰτίας ἀσυλλογίστους τούτων γινομένων ἀλλὰ διὰ τὰς ὑπὸ τῶν παλαιῶν εἰρημένας.

4.7.39. οὐ γὰρ ᾿Αριστοτέλης μόνον ἢ Πλάτων ἐδόξαζον οὕτως ἀλλ’ ἔτι πρόσθεν ἄλλοι τέ τινες καὶ ὁ Πυθαγόρας, ὡς καὶ ὁ Ποσειδώνιός φησιν ἐκείνου πρώτου μὲν εἶναι λέγων τὸ δόγμα, Πλάτωνα δ’ ἐξεργάσασθαι καὶ κατασκευάσαι τελεώτερον αὐτό.

4.7.40. διὰ τοῦτο τοίνυν καὶ τὰ ἔθη φαίνεται πλεῖστον δυνάμενα καὶ ὅλως ὁ χρόνος εἰς τὰς παθητικὰς κινήσεις.

4.7.41. ἐν μὲν γὰρ τοῖς ἔθεσιν οἰκειοῦται κατὰ βραχὺ τὸ τῆς ψυχῆς ἄλογον οἷς ἂν ἐντρέφηται, κατὰ δὲ τὸν χρόνον ὡς προ-είρηται παῦλα γίνεται τῶν παθῶν ἐμπιπλαμένων τῶν ἀλόγων τῆς ψυχῆς δυνάμεων ὧν ἐπεθύμουν ἔμπροσθεν.

4.7.42. αἱ δὲ λογικαὶ γνώσεις τε καὶ κρίσεις καὶ ὅλως ἐπιστῆμαι πᾶσαι καὶ τέχναι διὰ τὸν χρόνον αὐτὸν μόνον ψιλὸν οὔτε δύσλυτοι φαίνονται γίγνεσθαι καθάπερ οἱ κατὰ πάθος ἐθισμοί, οὔτε μετατίθεσθαί τε καὶ παύεσθαι καθάπερ ἡ λύπη καὶ ἄλλα πάθη.

4.7.43. τίς γὰρ τοῦ τὰ δὶς δύο τέσσαρα εἶναι διὰ τὸν χρόνον ἐμπλησθεὶς ἀπέστη καὶ μετεδόξασεν; ἢ τίς τοῦ [μὴ] πάσας <ἴσας> εἶναι τὰς ἐκ τοῦ κέντρου τοῦ κύκλου;

4.7.44. καθ’ ἕκαστόν τε τῶν ἄλλων θεωρημάτων οὐδείς ἐστιν ὅστις ἐμπλησθεὶς ἀπέθετο τὴν παλαιὰν δόξαν, ὥσπερ ἀποτίθεται τὸ κλαίειν τε καὶ λυπεῖσθαι καὶ στένειν οἰμώζειν τε καὶ θρηνεῖν ὅσα τε ἄλλα τοιαῦτα, κἂν αἱ περὶ τῶν γεγενημένων ὡς κακῶν ὅμοιαι διαμένωσιν ὑπολήψεις.

4.7.45. ἱκανὰ μὲν οὖν ἀμέλει καὶ ταῦτα πρὸς ἔνδειξιν ὧν οὐκ ὀρθῶς ἔγραψεν ὁ Χρύσιππος ὑπέρ τε τῶν τῆς ψυχῆς παθῶν, καὶ πολὺ πρότερον ἔτι περὶ τῶν ἐργαζομένων αὐτὰ δυνάμεων·

4.7.46. οὐ μὴν ἀλλὰ διὰ τοῦ πέμπτου γράμματος ἔγνωκα περὶ τῶν αὐτῶν ἔτι διαλεχθῆναι παραλείπων μὲν τὰ πλεῖστα τῶν οὐκ ὀρθῶς εἰρημένων αὐτῷ, μόνων δὲ ἐκείνων μνημονεύων ἐν οἷς ἐναντιολογεῖται πρὸς ἑαυτὸν ἐναντία τε τολμᾷ φθέγγεσθαι τοῖς ἐναργῶς φαινομένοις· ἐπιμνησθήσομαι δ’ ἐν αὐτοῖς ἔτι καὶ τῶν ὑπὸ τοῦ Ποσειδωνίου πρὸς τὸν Χρύσιππον ἀντειρημένων.

Книга четвертая

4.1.1. Причина того, что это рассуждение столь длинно, – не в нас, а в тех, кто наполнил свои книги негодными умозаключениями: если полностью проигнорировать их, то могут подумать, что такая краткость выбрана не из пренебрежения к ним, а из-за неспособности их опровергнуть, а если опровергать их все, то есть опасность впасть в такое многословие, что конца этому труду не будет никогда.

4.1.2. Так вот, стремясь избежать упреков и в том, и в другом, я избрал нечто среднее, решив одинаково сторониться и излишней краткости, и чрезмерного многословия.

bannerbanner